4 ἡ δὲ Ἰσο κράτους λέξις, ὃς μέγιστον ὄνομα ἐν τοῖς Ἕλλησιν ἐκτήσατο ἐπὶ σοφίᾳ , ἀγῶνα μὲν οὔτʼ ἴδιον οὔτε δημόσιον οὐδένα πώποτε τἀνδρὸς ἀγωνισομένου 1 post νομίζειν in P εἴωθεν τί δῆτα uerba repetuntur 2 τοιοῦτον del Usener 4 παρά λόγον Usener: προλέγων 5 φιλονεικοῦντας MB 7 πράττειν πράττοντες Pv 8 σφετέρῳ Cobet: ἑτέρῳ MBP ἐν τῷ τῶν ἑτέρων deleto λόγῳ Blass | σκέψασθαι BP 10 ῥᾴστη Sylburgius: ῥᾴστην | κοινω- τάτη M 11 ἐπέκεινα Reiskius: ἐκείνων 12 γνώμης] μνήμης Sauppius conieci ἀκοῇ μὲν (cf Thucyd I 23, 3 τὰ τε πρότε- ρον ἀκοῇ λεγόμενα) seu ἀκοὴν ἀνάγκη λέγειν τῶν παλαιοτέρων (uelut ἀκοὴν τεθνεῶτος οὐ ζῶντος μαρτυρεῖν Demosthenes). ἀκούειν ἀνάγκη λεγόντων τῶν παλαιοτέρων Reiskius ἀκούον- τας (?) ἀνάγκη λέγειν τῶν παλαιοτέρων Blass 15 μέση τοῖς B 16 δυ[εῖ]ν cum ras M | lac IV litt M, XII B. XV fare P: suppleuit Sylburgius 18 lac X litt M, XII fere B, XXXVII fere P: suppleuit Sylburgius 19 Ἕλλη cum lac XXI litt M, Ἕλλησιν cum lac VII litt B. XXXVI fare litt P: suppleui γραφὰς δὲ συνταξαμένου πολλὰς καὶ καλὰς εἰς ἅπασαν ἰδέαν λόγων, ὅντινα χαρακτῆρα ἔχειν ἐφαίνετό μοι, διὰ πλειόνων μὲν ἐδήλωσα πρότερον. οὐθὲν δὲ κωλύσει καὶ νῦν ἐπὶ κεφαλαίων αὐτὰ τὰ ἀναγκαιότατα εἰπεῖν· ὅτι τῆς μὲν Λυσιακῆς λέξεως τὸ καθαρὸν ἔχει καὶ τὸ ἀκριβές· οὔτε γὰρ ἀρχαίοις οὔτε πεποιημένοις οὔτε γλωττηματικοῖς ὀνόμασιν ἀλλὰ τοῖς κοινοτάτοις καὶ συνηθεστάτοις κέ χρηται. ἠθική τε καὶ πιθανὴ καὶ ἡδεῖά ἐστι καὶ πέφευγε τὴν τροπικήν, ὥσπερ ἐκείνη, τὴν ἁπλῆν φράσιν, τῆς δὲ Θουκυδίδου καὶ Γοργίου τὴν μεγαλοπρέπειαν καὶ σεμνότητα καὶ καλλιλογίαν εἴληφε. καὶ εἰς μὲν τὸ διδάξαι τὸν ἀκροατὴν σαφέστατα, ὅ τι βούλοιτο, τὴν ἁπλῆν καὶ ἀκόσμητον ἑρμηνείαν ἐπιτηδεύει τὴν Λυσίου, εἰς δὲ τὸ καταπλήξασθαι τῷ κάλλει τῶν ὀνομάτων σεμνότητά τε καὶ μεγαληγορίαν περιθεῖναι τοῖς πράγμασι τὴν ἐπίθετον καὶ κατεσκευασμένην φράσιν τῶν περὶ Γοργίαν ἐκμέμακται. ἁμαρτάνει δὲ ἐν οἷς ὡραίζεταί ποτε, τοὺς Γοργίου νεαροὺς σχηματισμοὺς ζηλοῦσα (τὰ γὰρ ἀντίθετά τε καὶ πάρισα καὶ τὰ παραπλήσια τούτοις οὔτε μετριάζοντα οὔτʼ ἐν καιρῷ γινόμενα καταισχύνει τὴν μεγαλοπρέπειαν αὐτῆς), καὶ ἔτι μᾶλλον ἐν οἷς τὴν εὐέπειαν διώκουσα καὶ τὴν εὐρυθμίαν διʼ εὐλαβείας | μὲν 1 lac XVI—XVIII litt σαμένου M, lac VIII litt νισομένου B. XXXVIII fere litt νισομένου P: suppleui γραφὰς δὲ συν- ταξαμένου bis scripsit P 2 εἰδέαν MBP | οὕτινα B 3 δια- πλειόνων MB 5 λσιακῆς B λυρακῆς P 8 συν[η]θεστάτοις cum ras M 10 τὴν ἁπλῆν seclusi 12 εἴληφε] ἀνείληφε MBPv 13 BP in mg rubro σημείωσαι 14 λύρου P λύροῦ B 15 κατ[απ]λήξασθαι cum ras M 18 ἐκμέμακται siue ἐκ- μέμαχεν Krüger: ἐκμέμακεν 19 ζελοῦσα corr in ζηλοῦσα P 21 οὔτ᾿ ἐν Sadaeus: οὔτε 22 εὐεπίαν MBP λαμβάνει τὸ συγκροῦσαι τὰ φωνήεντα τῶν γραμμάτων διʼ εὐλαβείας δὲ ποιεῖται τὸ χρήσασθαί τινι τῶν τραχυνόντων. διώκει δʼ ἐκ παντὸς τρόπου τὴν περίοδον οὐδὲ ταύτην στρογγύλην καὶ πυκνὴν ἀλλʼ ὑπαγωγικήν τινα καὶ πλατεῖαν καὶ πολλοὺς ἀγκῶνας, ὥσπερ οἱ μὴ κατʼ εὐθείας ῥέοντες ποταμοὶ ποιοῦσιν, ἐγκολπιζομένην. ταῦτα μέντοι πολλαχῇ μακροτέραν τε αὐτὴν ποιεῖ κἀναληθεστέραν ἀπαθῆ τε καὶ ἄψυχον καὶ πανηγυρικὴν μᾶλλον ἢ ἐναγώνιον. τοῖς δὲ παραδείγμασιν ὀλίγον ὕστερον, ὅταν ὁ καιρὸς ἀπαιτῇ, χρήσομαι.