ἐν μὲν δὴ τοῖς ἐλαχίστοις τε καὶ στοιχειώδεσι μορίοις 39 τῆς λέξεως ταῦτα χαρακτηρικὰ τῆς πρώτης ἐστὶν 6 ἀντιστηρισμοὺς P 7 τραχύτητα BP 9 ἡμιφώνων Sylburgius: ἐμφώνων MB ἐμφύνων P 11 μηρίων B | la- cunam indicauit, ὡς seclusit Usener 12 συνχεῖσθαι B συγχρεῖσθαι P 14 (λαμβανομένων) συμβολαῖς P | τοῖς om v 17 κακόφωνον μηδʼ ἀηδὲς Sylburgius v 18 ἐνεγχάμεναι B in textu, Pv 19 an φανῶσιν? 20 χνοῦς] γνοῦς BP 21 εἰδόσιν BP ἁρμονίας, ἐν δὲ τοῖς καλουμένοις κώλοις, ἃ συντίθεται μὲν ἐκ τῶν ὀνομάτων, συμπληροῖ δὲ τὰς περιόδους, οὐ μόνον ταῦτα, ἀλλὰ καὶ ⟨τὸ⟩ τοὺς ῥυθμοὺς τοὺς καταμετροῦντας αὐτὰ μὴ τραπεινοὺς μηδὲ μαλθακοὺς μηδʼ ἀγεννεῖς εἶναι, ὑψηλοὺς δὲ καὶ ἀνδρώδεις καὶ μεγαλοπρεπεῖς. οὐ γὰρ δὴ φαῦλόν τι πρᾶγμα ῥυθμὸς ἐν λόγοις οὐδὲ προσθήκης τινὸς μοῖραν ἔχον οὐκ ἀναγκαίας, ἀλλʼ εἰ δεῖ τἀληθές, ὡς ἐμὴ δόξα, εἰπεῖν, ἀπάντων κυριώτατον τῶν γοητεύειν δυναμένων καὶ κηλεῖν τὰς ἀκοάς. πρὸς δὲ τοῖς ῥυθμοῖς καὶ τὸ τοὺς σχηματισμοὺς τῶν ἐννοιῶν γενναίους εἶναι καὶ ἀξιωματικοὺς οὐ μόνον τοὺς κατὰ τὰς νοήσεις ἀλλὰ καὶ κατʼ αὐτὴν τὴν λέξιν συνισταμένους. ἐξαριθμεῖσθαι δὲ νῦν, ὅσα γένη σχηματισμῶν ἐστι τῶν τε κατωνομασμένων καὶ τῶν ἀκατονομάστων, καὶ τίσιν αὐτῶν ἡ τοιαύτη μάλιστα πέφυκεν ἁρμονία χαίρειν, οὐκ ἔχω καιρόν. ἔτι τῆς ἁρμονίας ταύτης οἰκεῖόν ἐστι καὶ τὸ τὰς περιόδους αὐτουργούς τινας εἶναι καὶ ἀφελεῖς καὶ μήτε συναπαρτιζούσας ἑαυταῖς τὸν νοῦν μήτε συμμεμετρημένας τῷ πνεύματι τοῦ λέγοντος μηδέ γε παραπληρώμασι τῶν ὀνομάτων οὐκ ἀναγκαίοις ὡς πρὸς τὴν ὑποκειμένην διάνοιαν χρωμένας μηδʼ εἰς θεατρικούς τινας καὶ γλαφυροὺς καταληγούσας ῥυθμούς. καθόλου δέ γε οὐδὲ ἀσπάζεται τὸ ἐμπερίοδον ἥδε ἡ σύνθεσις ὡς τὰ πολλά, ἀποιήτως δέ πως καὶ ἀφελῶς καὶ τὰ πλείω 1 συντίθεται Sylburgius: συντίθενται 3 τὸ add Reiskius 4 μετὰ πεινοὺς B 5 εἰγεννεῖς BP ἀγενεῖς v 7 προσθή- κας BP | μοίραν M ἔχων BP 9 καὶ om P | καλεῖν BP 10 χηματισμοὺς BP 11 τῶν ἐννοιῶν deleuit Krüger | ἀξιω- ματισμοὺς ἀξιωματικοὺς P 12 καὶ κατʼ] καὶ τ᾿ P 15 ἀκα- τονομάτων B 16 ἁρμονία B ut plerumque 17 ἔτι] ἐπεὶ MBPv | ἁρμονία B 19 συναπαρτιζούσας L. Dindorf: συναρ- παζούσας τοινοῦν P | συμμετρομένας P συμμετρουμένας v κομματικῶς κατεσκευάσθαι βούλεται, παράδειγμα ποιουμένη τὴν ἀκατάσκευον φύσιν. εἰ δέ ποτε ἀκολουθήσειεν τοῖς ἀνεπιτηδεύτως συντιθεμένοις κώλοις ἢ | περιόδοις ἢ βάσεσιν εἄρυθμος, τὸ συμβὰν ἐκ τῆς αὐτομάτου τύχης οὐκ ἀπωθεῖται. καὶ ταῦτα δʼ ἔτι τῆς ἀρχαίας καὶ αὐστηρᾶς ἁρμονίας ἐστὶ χαρακτηρικά· τὸ μήτε συνδέσμοις χρῆσθαι πολλοῖς μήτʼ ἄρθροις συνεχέσιν ἀλλʼ ἔστιν ὅτε καὶ τῶν ἀναγκαίων ἐλάττοσιν, τὸ μὴ χρονίζειν ἐπὶ τῶν αὐτῶν πτώσεων τὸν λόγον ἀλλὰ θαμινὰ μεταπίπτειν, τὸ τῆς ἀκολουθίας τῶν προεξενεχθέντων ὑπεροπτικῶς ἔχειν τὴν φράσιν μηδὲ κατʼ ἄλληλα, τὸ περιττῶς καὶ ἰδίως καὶ μὴ κατὰ τὴν ὑπόληψιν ἢ βούλησιν τῶν πολλῶν συζεύγνυσθαι τὰ μόρια. καὶ παραδείγματα δὲ αὐτῆς ποιητῶν μὲν καὶ μελοποιῶν ἥ τʼ Αἰσχύλου λέξις ὀλίγου δεῖν πᾶσα καὶ ἡ Πινδάρου, χωρὶς ὅτι μὴ τὰ Παρθένεια καὶ εἴ τινα τούτοις ὁμοίας ἀπαιτεῖ κατασκευάς· διαφαίνεται δέ τις ὑμοία κἀν τούτοις | εὐγένεια καὶ σεμνότης ἁρμονίας τὸν ἀρχαῖον φυλάττουσα πίνον. συγγραφέων δὲ λαμπρότατός τε καὶ μάλιστα τῶν ἄλλων κατορθῶν περὶ ταύτην τὴν ἰδέαν Θουκυδίδης. εἰ δέ τῳ δοκεῖ μαρτυρίων ἔτι δεῖν 1 κατεσκευάσθαι] τὴν ἀκατασκεύασθον B 2 εἰ] ἐ B | ἀκολουθή|εν B in extrema pagina 3 ἀνεπιτηδεύτως συντιθε- μένοις M: ἀνευπιτηδεύτως συντιθεμένοις β ἀνευ πιτοθεμένοις Pv 4 περίοδος ἢ βάσις Usener | εὔρυθμον Reiskius: εὐρύθμοις συμβᾶν B 8 ἐλάττοσι Pv | τὸ Sylburgius: τοῦ 9 πτόσεων P 10 μεταπίπτειν Sylburgius: μεταπέμπειν | τὸ Sylburgius: τῶ | ἀκολουθείας B 11 ὑπεροπτικῶς ἔχειν τὴν φράσιν, μηδὲ κατάλληλον, τὸ περιττῶς] ὑπεριττῶς B | κατʼ ἄλληλα] κατάλλη- λον Mv ἀκατάλληλον P 12 τὸ Sylburgius: τῶ | post κατὰ in P spatium fere VI litt 13 συνεύγνυσθαι B 14 μὲν] τὲ sed in mg μὲν B 15 τε BP | λέξις ὀλίξις P 16 μὴ τὰ M: μετὰ BPv | τινα Sylburgius: τινας | ὁμοίας — δέ τις omisit Pv 17 ὁμοία] ὅμοια P 19 πῖνον MBPv 21 μαρτύρων B τῷ λόγῳ, παρελθὼν τοὺς ποιητὰς ἐκ τῆς Θουκυδίδου λέξεως ταυτί Τούτου δὲ τοῦ πολέμου μῆκός τε μέγα προὔβη, παθήματά τε ξυνέβη γενέσθαι τῇ Ἑλλάδι πολλὰ οἷα οὐχ ἕτερα ἐν ἴσῳ χρόνῳ. οὕτε γὰρ πόλεις τοσαίδε ληφθεῖσαι ἠρημώθησαν αἳ μὲν ὑπὸ βαρβάρων, αἳ δὲ ὑπὸ σφῶν αὐτῶν ἀντιπολεμούντων, εἰσὶ δὲ αἳ καὶ οἰκήτορας μετέβαλον ἁλισκόμεναι, οὔτε φυγαὶ τοσαίδε ἀνθρώπων καὶ φόνος ὃ μὲν κατʼ αὐτὸν τὸν πόλεμον, ὃ δὲ διὰ τὸ στασιάζειν. τά τε πρότερον ἀκοῇ μὲν λεγόμενα, ἔργῳ δὲ σπανιώτερον βεβαιούμενα οὐκ ἄπιστα κατέστη σεισμῶν τε πέρι, οἳ ἐπὶ πλεῖστον ἅμα μέρος γῆς καὶ ἰσχυρότατοι οἱ αὐτοὶ ἐπέσχον, ἡλίου τʼ ἐκλείψεις, | αἳ πυκνότεραι παρὰ τὰ ἐκ τοῦ πρὶν χρόνου μνημονευόμενα συνέβησαν, αὐχμοί τʼ ἔστιν παρʼ οἷς μεγάλοι καὶ ἀπʼ αὐτῶν καὶ λιμοὶ καὶ ἡ οὐχ ἥκιστα βλάψασα καὶ μέρος τι φθείρασα ἡ λοιμώδης νόσος.ʼ ἡ μὲν δὴ πρώτη τῶν ἁρμονιῶν ἡ γεννικὴ καὶ αὐστηρὰ καὶ μεγαλόφρων καὶ τὸ ἀρχαιοπρεπὲς διώκουσα τοιάδε τίς ἐστι κατὰ τὸν χαρακτῆρα.