33 ἡ πρόθεσις ἦν μοι καὶ τὸ ἐπάγγελμα τοῦ λόγου, κρατίστη λέξει καὶ πρὸς ἅπασαν ἀνθρώπου φύσιν ἡρμοσμένη μετριώτατα Δημοσθένη κεχρημένον ἐπιδεῖξαι, καὶ τοῦτό γε συνάγειν ἐπειρώμην οὐκ ἐξ αὐτῆς ἐκείνης μόνης τὰς πίστεις διδούς (ᾔδειν γὰρ ὅτι οὐδὲν αὔταρκές ἐστιν ἐφʼ ἑαυτοῦ θεωρούμενον, οἷόν ἐστιν, ὀφθῆναι καὶ καθαρῶς), ἀλλʼ ἀντιπαρατιθεὶς αὐτῇ τὰς τῶν ἄλλων ῥητόρων τε καὶ φιλοσόφων λέξεις τὰς κράτιστα δοκούσας ἔχειν καὶ τῇ διʼ ἀλλήλων βασάνῳ φανερὰν ποιῶν τὴν ἀμείνω. ἵνʼ οὖν τὴν φυσικὴν ὁδὸν ὁ λόγος μοι λάβη, τοὺς χαρακτῆρας τῶν διαλέκτων τοὺς ἀξιολογωτάτους κατηριθμησάμην καὶ τοὺς πρωτεύσαντρας ἐν αὐτοῖς ἄνδρας ἐπῆλθον, ἔπειτα δείξας ἀτελεῖς 10—11 cf anonymus W VII 880, 9 1 εἴρειται P 2 πρωτεία M 3 λόγον Krüger: χρόνον 4 τὴν add Sadaeus ἐπιλελησμένου M: ἐπιλελησμένον BPv 5 ἀνακεφαῶν mg B 7 τοῦ λεκτρινοῦ τοῦ λεκτικοῦ P 9 καὶ Mv: κατὰ BP ἐπάγγελημα BP τοῦ λόγου] τοῦτο τοῦ MBP τοῦτο τῇ Sylburgius v 11 ἡρμοσμένην B 12 ἐπιρώμην P 13 μόνος B ᾔδειν] ᾔειν P 14 εἰλικρινῶς post ἐστιν excidisse Sylburgius putat 15 ἀντιπαραθεὶς M 16 καὶ τῆ φιλοσοφία καὶ φιλοσόφων B λέξις P 18 ἵνʼ οὖν Reiskius: ἵνα 19 χα- ρακτῆρας—ἀξιολογωτάτους om B 20 πρωτεύσαντας Kiessling: πρώτους ὄντας 21 ἐπεῖλθον P ἅπαντας ἐκείνους καὶ καθʼ ὃ μάλιστα ἀστοχεῖν ἕκαστον ὑπελάμβανον τοῦ τέλους ἐκλογισάμενος διὰ βραχέων, ἦλθον ἐπὶ τὸν Δημοσθένη. τοῦτον δὲ ἑνὸς μὲν οὐδενὸς ἀποφηνάμενος οὔτε χαρακτῆρος οὔτʼ ἀνδρὸς ζηλωτὴν γενέσθαι, ἐξ ἁπάντων δὲ τὰ κράτιστα ἐκλεξάμενον κοινὴν καὶ φιλάνθρωπον τὴν ἑρμηνείαν κατεσκευακέναι καὶ κατὰ τοῦτο μάλιστα διαφέρειν τῶν ἄλλων, πίστεις ὑπὲρ τοῦδε παρειχόμην, διελόμενος μὲν τὴν λέξιν εἰς τρεῖς χαρακτῆρας τοὺς γενικωτάτους τόν τε ἰσχνὸν καὶ τὸν ὑψηλὸν καὶ τὸν μεταξύ τούτων, ἀποδεικνύς δʼ αὐτὸν ἐν τοῖς τρισὶ γένεσι κατορθοῦντα τῶν ἄλλων μάλιστα, λέξεις τινὰς αὐτοῦ λαμβάνων, αἷς ἀντιπαρεξήταζον ἑτέρας ὁμοειδεῖς λόγου μὲν ἀξίας, οὐ μὴν ἀνεπιλήπτους γε τελέως οὐδʼ, ὥσπερ ἐκείνη, πάσας τὰς ἀρετὰς ἐχούσας. καὶ γὰρ ἥ τε Ἰσοκράτους καὶ Πλάτωνος καίτοι θαυμασιωτάτων ἀνδρῶν μνήμη καὶ σύγκρισις οὐκ ἔξω τοῦ εἰκότος ἐγίγνετό μοι, ἀλλʼ, ἐπεὶ τοῦ μέσου καὶ κρατίστου χαρακτῆρος οὗτοι ζηλωταὶ γενόμενοι μεγίστης δόξης ἔτυχον, ἵνα δείξαιμι, κἂν εἰ τῶν ἄλλων ἀμείνους εἰσί, Δημοσθένει γε οὐκ ἀξίους ὄντας ἁμιλλᾶσθαι περὶ τῶν ἀριστείων.