<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0081.tlg006.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="32"><p>32 οὐθείς ἐστιν, ὃς οὐχ ὁμολογήσειεν, εἰ μόνον ἔχοι
μετρίαν αἴσθησιν περὶ λόγους καὶ μήτε βάσκανος εἴη
μήτε δύσερίς τις, τοσούτῳ διαφέρειν τὴν ἀρτίως παρατεθεῖσαν
<note type="footnote">2 ὁ om D seclusit v 4 γεγενημένῳ post πόλει addit v</note>
<note type="footnote">5 τὰ δὲ B | τὸν λοιπὸν χρόνον Dv | ἐςκώμια B 7 τουδὶ
post πολιτευσαμένου add Dv | κατειψηφιεισθοῦ B | ἡμαρτη-
κέναι D 9 οὐκ ἔστʼ οὐκ ἔστιν D | οἱ τὸν Pv 12 καὶ τοὺς ἐν
Πλαταιαῖς παραταξαμένους om B 14 πολοὺς B 17 τοὺς
κατορθώσαντας αὐτῶν οὐδὲ τοὺς κρατήσαντας D 18 δικαίους
P | ὃ M: οὐ BP 19 ἀνδρῶν ἀγαθῶν D | πέπακται B | ἣν]
ἦν M ἥ BP 22 λόγους Sylburgius: λόγου | εἴη Krüger: ᾖ
23 δύσυρίς BP | τις fort delendum est (τισούτω?) τοσούτω?) |
τοσούτω M²: οὔτω M1BP
</note>

<pb n="201"/>
λέξιν τῆς προτέρας, ὅσῳ διαλλάττει πολεμιστήρια
μὲν ὅπλα πομπευτηρίων, ἀληθιναὶ δὲ ὄψεις
εἰδώλων, ἐν ἡλίῳ δὲ καὶ πόνοις τεθραμμένα σώματα
τῶν σκιὰς καὶ ῥᾳστώνας διωκόντων. ἣ μὲν γὰρ οὐδὲν
ἔξω τῆς εἀμορφίας ἐπιτηδεύει καὶ παρὰ τοῦτʼ ἔστιν <lb n="5"/>
αὐτῆς τὸ καλὸν ἐν ἀναληθέσιν, ἣ δὲ οὐδέν, ὅ τι οὐκ
ἐπὶ τὸ χρήσιμον καὶ ἀληθινὸν ἄγει. καί μοι δοκεῖ τις
οὐκ ἂν ἁμαρτεῖν τὴν μὲν Πλάτωνος λέξιν εἰκάσας
ἀνθηρῷ χωρίῳ καταγωγὰς ἡδείας ἔχοντι καὶ τέρψεις
ἐφημέρους, τὴν δὲ Δημοσθένους διάλεκτον εὐκάρπῳ <lb n="10"/>
<milestone unit="1057"/> καὶ παμφόρῳ γῇ καὶ οὔτε τῶν ἀναγκαίων εἰς βίον
οὔτε τῶν περιττῶν εἰς τέρψιν σπανιζούσῃ. δυνάμενος
δʼ ἄν, εἰ βουλοίμην, καὶ τὰ κατὰ μέρος ἑκατέρας κατορθώματα
ἐξετάζειν καὶ δεικνύειν, ὅσῳ κρείττων ἐστὶν
ἡ Δημοσθένους λέξις τῆς Πλατωνικῆς οὐ μόνον κατὰ <lb n="15"/>
τὸ ἀληθινὸν καὶ πρὸς ἀγῶνας ἐπιτήδειον (τοῦτο γὰρ
ὡς πρὸς εἰδότας ὁμοίως ἅπαντας οὐδὲ λόγου δεῖν
οἶμαι), ἀλλὰ καὶ κατὰ τὸ τροπικόν, περὶ ὃ μάλιστα
δεινὸς ὁ Πλάτων εἶναι δοκεῖ, καὶ πολλὰς ἔχων ἀφορμὰς
λόγων ταύτην μὲν εἰς ἕτερον καιρὸν ἀναβάλλομαι <lb n="20"/>
τὴν θεωρίαν, εἴπερ περιέσται μοι χρόνος· ἰδίαν γὰρ
οὐκ ὀκνήσω περὶ αὐτῆς ἐξενέγκαι πραγματείαν. νυνὶ
<note type="footnote">1 διαλάττει B 2 πομπετηρίων B | ὄψεις Sylburgius: ὄψις
ante ὄψεις lac V litt M 4 σκιὰς] σκιῶ// una littera erasa B
διακόνιων P 6 αὐτοῖς Pv | καλὸν Toupius: κακὸν |ἀναλη-
θέσιν oupius: ἀληθέσιν MS ἀληθεύιν P ἀληθεύσιν v
12 περιττὸν P σπανιζούσῃ Sylburgius: σπανίζουσαν 13 ἑκα-
τέρας Reiskius ἑκατέρου Sylburgius: ἑκάτερα 16 τὸ om BP
καὶ πρω καὶ πρὸς B | τοῦτο γὰρ] τοῦτο μὲν M τοῦτο μὲν γὰρ
BPv 17 πρὸς εἰδότας Sylburgius: προειδότας | ἅπαντας B:
ἀπαντᾶς P ἅπασαν M 18 κατὰ τὸ] κατὸ P 19 δοκεῖ εἶναι
BPv comma post δοκεῖ posui, καὶ secluserim 21 περιέσται]
προσέσται MBPv
</note>

<pb n="202"/>
δέ, ὅσα ἐν τῷ παρόντι ἥρμοττεν, εἴρηται. ἐπειδὴ δὲ
παρελθεῖν ἡμῖν οὐκ ἐνῆν Πλάτωνα, ᾧ τὰ πρωτεῖά
τινες ἀπονέμουσι, κατατρῖψαι δὲ τὸν λόγον περὶ μίαν
ταύτην <add cause="omitted">τὴν</add> θεωρίαν ἐπιλελησμένου τῆς ὑποθέ| σεως <milestone unit="1058"/>
<lb n="5"/> ἦν, τῇδέ. μοι περιγεγράφθω. βούλομαι δὲ δὴ καὶ συλλογίσασθαι
τὰ εἰρημένα ἐξ ἀρχῆς καὶ δεῖξαι πάνθʼ,
ὅσα ὑυπεσχόμην ἀρχόμενος τῆς θεωρίας τοῦ λεκτικοῦ
τόπου, πεποιηκότα ἐμαυτόν.</p></div></div></body></text></TEI>