ἀντιπαρεξετάσωμεν οὖν ταύτῃ Δημοσθένους λαβόντες λέξιν ἐκ τοῦ ὑπὲρ Κτησιφῶντος λόγου. ἔστι δʼ οὐ παράκλησις Ἀθηναίων ἐπὶ τὸ καλὸν καὶ τὴν ἀρετήν, ὥσπερ παρὰ τῷ Πλάτωνι, ἀλλʼ ἐγκώμιον τῆς πόλεως, ὅτι πάντα ἡγεῖται τἆλλα ἐλάττω τιμῆς καὶ δόξης, ἧς φέ|ρουσι καλαὶ πράξεις, κἂν εἰ μή τις αὐτὰς μέλλοι κατορθοῦν. ἔστι δʼ ἡ λέξις ἥδε· Ἐπειδὴ δὲ πολὺς τοῖς συμβεβηκόσιν ἔγκειται, βούλομαί τι καὶ παράδοξον εἰπεῖν, καί μου, πρὸς Διὸς καὶ θεῶν, μηδεὶς τὴν ὑπερβολὴν θαυμάσῃ, ἀλλὰ μετʼ εὐνοίας, ἃ λέγω, θεωρησάτω. εἰ γὰρ ἦν ἅπασι πρόδηλα τὰ μέλλοντα γενήσεσθαι καὶ προῄδεσαν ἅπαντες καὶ σὺ προὔλεγες καὶ διεμαρτύρου βοῶν καὶ κεκραγώς, ὃς οὐδʼ ἐφθέγξω, οὐδʼ οὕτως ἀποστατέον τῇ πόλει τούτων ἦν, εἴπερ δόξης ἢ προγόνων ἢ τοῦ μέλλοντος αἰῶνος εἶχε λόγον. νῦν μέν γε ἀποτυχεῖν δοκεῖ τῶν πραγμάτων, ὃ πᾶσι κοινόν ἐστιν ἀνθρώποις, ὅταν τῷ θεῷ ταῦτα δοκῇ· τότε δʼ ἀξιοῦσα προεστάναι τῶν Ἑλλήνων, εἶτα ἀποστᾶσα τούτου, Φιλίππῳ προδεδωκέναι πάντως ἂν ἔσχεν 11 Demosthenes περὶ στεφάνου 199—209 1 μάλιστα PB, sed mg κάλιστα B | Πλάτων MP | post Πλάτων P inserit κάλλιστα μάλιστα ἔχειν Πλάτων ἡ λέξις 2 πλείο P 6 ὑπὲρ corr M: κατὰ BPM1 8 ὥσπερ] ὡς B 9 τιμῆς δόξης Pv 10 μέλλοι] μέλλῃ MBPv an μέλλει? cf p 1060 11 πολὺς m rec M: πολοῖς B πολλοῖς M1P 15 γενέσθαι B 16 προύλεγε BP | post προὔλεγες addit Αἰσχίνη v 18 εἴπερ ἢ Dv 19 τοῦ] ποῦ P | λόγων B 20 γ᾿ Pv 21 ἀνθρώπους M | δοκεῖ B 22 εἶτʼ v 23 πάν- τας D αἰτίαν. εἰ γὰρ ταῦτα προεῖτο ἀκονιτί, περὶ ὧν οὐθένα κίνδυνον ὁντινοῦν οὐχ ὑπέμειναν οἱ πρόγονοι, τίς οὐχὶ κατέπτυσεν ἄν σου; μὴ γὰρ τῆς πόλεώς γε μηδʼ ἐμοῦ. τίσι δʼ ὀφθαλμοῖς, πρὸς Διός, ἑωρῶμεν ἂν τοὺς εἰς τὴν πόλιν ἀνθρώπους ἀφικνουμένους, εἰ τὰ μὲν πράγματα εἰς ὅπερ νυνὶ περιέστη, ἡγεμὼν δὲ καὶ κύριος ᾑρέθη Φίλιππος ἁπάντων, τὸν δʼ ὑπὲρ τοῦ μὴ γενέσθαι ταῦτα ἀγῶνα ἕτεροί τινες χωρὶς ἡμῶν ἦσαν πεποιημένοι, καὶ ταῦτα μηδεπώποτε τῆς πόλεως ἐν τοῖς πρόσθε χρόνοις ἀσφάλειαν ἄδοξον μᾶλλον ἢ τὸν ὑπὲρ τῶν καλῶν κίνδυνον ᾑρημένης; τίς γὰρ οὐκ οἶδεν Ἑλλήνων, τίς δὲ βαρβάρων, ὅτι καὶ παρὰ Θηβαίων καὶ παρὰ τῶν τούτων ἔτι πρότερον ἰσχυρῶν γενομένων Δακεδαιμονίων καὶ παρὰ τοῦ Περσῶν βασιλέως μετὰ πολλῆς χάριτος τοῦτʼ ἂν ἀσμένως ἐδόθη τῇ πόλει, ὅ τι βούλεται, λαβούσῃ καὶ τὰ ἑαυτῆς ἐχούσῃ τὸ κελευόμενον ποιεῖν καὶ ἐᾶν ἕτερον τῶν Ἑλλήνων προεστάναι; ἀλλʼ οὐκ ἦν, ὡς ἔοικε, ταῦτα τοῖς τότε Ἀθηναίοις πάτρια οὐδʼ ἀνεκτὰ οὐδ᾿ ἔμφυτα, οὐδʼ ἐδυνήθη πώποτε τὴν πόλιν οὐδεὶς ἐκ παντὸς τοῦ χρόνου πεῖσαι τοῖς ἰσχύουσι μὲν μὴ δίκαια δὲ πράττουσι προστιθεμένην ἀσφαλῶς δουλεύειν. ἀλλʼ ἀγωνιζομένη περὶ πρωτείων καὶ τιμῆς καὶ δόξης κινδυνεύουσα πάντα τὸν αἰῶνα διετέλεσε. καὶ ταῦθʼ οὕτως σεμνὰ καὶ καλὰ καὶ 1 πριεῖτο B | ἀκονητί MP 2 ὁντινοῦν] τἱνοὖν P 3 κατέπτισεν B 7 ὁρέθη B 8 τινες om D seelusit v 10 ἔμπροσθεν D 13 ἔτι τούτων v D 14 τοῦ] τῶν P 15 πο- λῆς B 16 καὶ τὰ] καὶ μετὰ B 17 ἐὰν MBP | προστάναι B 18 ταῦθʼ ὡς ἔοικε D | τότε om D seclusit v 21 ἰσχύθυσιν BP | προσθεμένην D 22 ἀγωιζομένη P ἀγανωιζομένη B 23 ὑπὲρ τιμῆς v 24 ἀῶνα, mg αἰῶνα B διατετέλεκε D | καὶ ταῖς καὶ ταῦθʼ B | οὕτω D | καὶ καλὰ om D seclusit v προσήκοντα τοῖς ὑμετέροις ἤθεσιν ὑμεῖς ὑπολαμβάνετε εἶναι, ὥστε καὶ τῶν προγόνων τοὺς ταῦτα πράξαντας μάλιστα ἐπαινεῖτε, εἰκότως. τίς γὰρ οὐκ ἂν ἀγάσαιτο τῶν ἀνδρῶν ἐκείνων τῆς ἀρετῆς, οἳ καὶ τὴν χώραν καὶ τὴν πόλιν ἐκλιπεῖν ὑπέμειναν, εἰς τὰς τριήρεις ἐμβάντες, ὑπὲρ τοῦ μὴ τὸ κελευόμενον ποιῆσαι, τὸν μὲν ταῦτα συμβουλεύσαντα θεμιστοκλέα στρατηγὸν ἑλόμενοι, τὸν δʼ ὑπακούειν ἀποφηνάμενον τοῖς ἐπιταττομένοις Κυρσίλον καταλιθώσαντες οὐ μόνον αὐτόν, ἀλλὰ καὶ αἱ γυναῖκες αἱ ὑμέτεραι τὴν γυναῖκα αὐτοῦ; οὐ γὰρ ἐζήτουν οἱ τότε Ἀθηναῖοι οὔτε ῥήτορα οὔτε στρατηγόν, δἰ ὅτου δουλεύσουσιν εὐτυχῶς, ἀλλʼ οὐδὲ ζῆν ἠξίουν, εἰ μὴ μετʼ ἐλευθερίας ἐξέσται τοῦτο ποιεῖν. ἡγεῖτο γὰρ αὐτῶν ἕκαστος οὐχὶ τῷ πατρὶ καὶ τῇ μητρὶ μόνον γεγενῆσθαι, ἀλλὰ καὶ τῇ πατρίδι. διαφέρει δὲ τί; ὅτι ὁ μὲν τοῖς γονεῦσι μόνον γεγενῆσθαι νομίζων τὸν τῆς εἱμαρμένης καὶ τὸν αὐτόματον θάνατον περιμένει, ὁ δὲ καὶ τῇ πατρίδι, ὑπὲρ τοῦ μὴ ταύτην ἐπιδεῖν δουλεύουσαν ἀποθνῄσκειν ἐθελήσει καὶ φοβερωτέρας ἡγήσεται τοῦ θανάτου τὰς ὕβρεις καὶ τὰς ἀτιμίας, ἃς ἐν δουλευούσῃ τῇ πόλει φέρειν ἀνάγκη. εἰ μὲν τοίνυν τοῦτʼ ἐπεχείρησα νῦν λέγειν, ὡς ἐγὼ προήγαγον ὑμᾶς ἄξια τῶν προγόνων φρονεῖν, τίς οὐκ ἂν εἰκότως ἐπετίμησέ μοι; νῦν δʼ ἐγὼ μὲν ὑμετέρας τὰς τοιαύτας προαιρέσεις ἀποφαίνω καὶ δείκνυμι, ὅτι καὶ πρὸ ἐμοῦ τοῦτʼ εἶχε τὸ φρόνημα ἡ πόλις. τῆς μέντοι διακονίας 3 ἐπαινεῖται BP ἀγώσαιτο P1 7 ταὐτα B 8 ἐπιττατο- μένοις P 11 τότʼ v 12 δἰ ὅτου bis B 13 ἐλευθερίας αὐτοῖς v ἐξαίσται P 15 γεγενῆσθε B 16 τὸν τῆς] τοὺς τῆς MBP 17 τὸν] τῆν B περιμένη B 19 ἐθελήσῃ M 20 τοῦ θανάτου om P 22 ἐπεχείρησα νῦν] ἐπεχείρουν D 23 τίς] οὐκ ἴσθ’ ὅστις D 25 δείγνυμι BP τῆς ἐφʼ ἑκάστοις τῶν πεπραγμένων καὶ ἐμαυτῷ μετ|εῖνα φημι. οὗτος δὲ ὁ τῶν ὅλων κατηγορῶν καὶ κελεύων ὑμᾶς ἐμοὶ πικρῶς ἔχειν ὡς φόβων καὶ κινδύνων αἰτίῳ τῇ πόλει τῆς μὲν εἰς τὸ παρὸν τιμῆς ἐμὲ ἀποστερῆσαι γλίχεται, τὰ δʼ εἰς ἅπαντα τὸν χρόνον ἐγκώμια ὑμῶν ἀφαιρεῖται. εἰ γὰρ ὡς οὐ τὰ βέλτιστα ἐμοῦ πολιτευσαμένου καταψηφιεῖσθε, διημαρτηκέναι δόξετε, οὐ τῇ τῆς τύχης ἀγνωμοσύνη τὰ συμβάντα παθεῖν. ἀλλʼ οὐκ ἔστιν, ὅπως ἡμάρτετε, ἄνδρες Ἀθηναῖοι, τὸν ὑπὲρ τῆς ἁπάντων ἐλευθερίας καὶ σωτηρίας κίνδυνον ἀράμενοι οὐ μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας τῶν προγόνων καὶ τοὺς ἐν Πλαταιαῖς παραταξαμένους καὶ τοὺς ἐν Σαλαμῖνι ναυμαχήσαντας καὶ τοὺς ἐπʼ Ἀρτεμισίῳ καὶ πολλοὺς ἑτέρους τοὺς ἐν τοῖς δημοσίοις μνήμασι κειμένους ἀγαθοὺς ἄνδρας, οὓς ἅπαντας ὁμοίως ἡ πόλις τῆς αὐτῆς ἀξιώσασα τιμῆς ἔθαψεν, Αἰσχίνη, οὐχὶ τοὺς κρατήσαντας αὐτῶν οὐδὲ τοὺς κατορθώσαντας μόνους, δικαίως. ὃ μὲν γὰρ ἦν ἀγαθῶν ἀνδρῶν ἔργον, ἅπασι πέπρακται, τῇ τύχῃ δέ, ἣν ὁ δαίμων ἔνειμεν ἑκάστοις, ταύτῃ κέχρηνται.ʼ