ἀντιπαρεξετάσωμεν οὖν ταύτῃ Δημοσθένους λαβόντες λέξιν ἐκ τοῦ ὑπὲρ Κτησιφῶντος λόγου. ἔστι δʼ οὐ παράκλησις Ἀθηναίων ἐπὶ τὸ καλὸν καὶ τὴν ἀρετήν, ὥσπερ παρὰ τῷ Πλάτωνι, ἀλλʼ ἐγκώμιον τῆς πόλεως, ὅτι πάντα ἡγεῖται τἆλλα ἐλάττω τιμῆς καὶ δόξης, ἧς φέ|ρουσι καλαὶ πράξεις, κἂν εἰ μή τις αὐτὰς μέλλοι κατορθοῦν. ἔστι δʼ ἡ λέξις ἥδε· Ἐπειδὴ δὲ πολὺς τοῖς συμβεβηκόσιν ἔγκειται, βούλομαί τι καὶ παράδοξον εἰπεῖν, καί μου, πρὸς Διὸς καὶ θεῶν, μηδεὶς τὴν ὑπερβολὴν θαυμάσῃ, ἀλλὰ μετʼ εὐνοίας, ἃ λέγω, θεωρησάτω. εἰ γὰρ ἦν ἅπασι πρόδηλα τὰ μέλλοντα γενήσεσθαι καὶ προῄδεσαν ἅπαντες καὶ σὺ προὔλεγες καὶ διεμαρτύρου βοῶν καὶ κεκραγώς, ὃς οὐδʼ ἐφθέγξω, οὐδʼ οὕτως ἀποστατέον τῇ πόλει τούτων ἦν, εἴπερ δόξης ἢ προγόνων ἢ τοῦ μέλλοντος αἰῶνος εἶχε λόγον. νῦν μέν γε ἀποτυχεῖν δοκεῖ τῶν πραγμάτων, ὃ πᾶσι κοινόν ἐστιν ἀνθρώποις, ὅταν τῷ θεῷ ταῦτα δοκῇ· τότε δʼ ἀξιοῦσα προεστάναι τῶν Ἑλλήνων, εἶτα ἀποστᾶσα τούτου, Φιλίππῳ προδεδωκέναι πάντως ἂν ἔσχεν 11 Demosthenes περὶ στεφάνου 199—209 1 μάλιστα PB, sed mg κάλιστα B | Πλάτων MP | post Πλάτων P inserit κάλλιστα μάλιστα ἔχειν Πλάτων ἡ λέξις 2 πλείο P 6 ὑπὲρ corr M: κατὰ BPM1 8 ὥσπερ] ὡς B 9 τιμῆς δόξης Pv 10 μέλλοι] μέλλῃ MBPv an μέλλει? cf p 1060 11 πολὺς m rec M: πολοῖς B πολλοῖς M1P 15 γενέσθαι B 16 προύλεγε BP | post προὔλεγες addit Αἰσχίνη v 18 εἴπερ ἢ Dv 19 τοῦ] ποῦ P | λόγων B 20 γ᾿ Pv 21 ἀνθρώπους M | δοκεῖ B 22 εἶτʼ v 23 πάν- τας D αἰτίαν. εἰ γὰρ ταῦτα προεῖτο ἀκονιτί, περὶ ὧν οὐθένα κίνδυνον ὁντινοῦν οὐχ ὑπέμειναν οἱ πρόγονοι, τίς οὐχὶ κατέπτυσεν ἄν σου; μὴ γὰρ τῆς πόλεώς γε μηδʼ ἐμοῦ. τίσι δʼ ὀφθαλμοῖς, πρὸς Διός, ἑωρῶμεν ἂν τοὺς εἰς τὴν πόλιν ἀνθρώπους ἀφικνουμένους, εἰ τὰ μὲν πράγματα εἰς ὅπερ νυνὶ περιέστη, ἡγεμὼν δὲ καὶ κύριος ᾑρέθη Φίλιππος ἁπάντων, τὸν δʼ ὑπὲρ τοῦ μὴ γενέσθαι ταῦτα ἀγῶνα ἕτεροί τινες χωρὶς ἡμῶν ἦσαν πεποιημένοι, καὶ ταῦτα μηδεπώποτε τῆς πόλεως ἐν τοῖς πρόσθε χρόνοις ἀσφάλειαν ἄδοξον μᾶλλον ἢ τὸν ὑπὲρ τῶν καλῶν κίνδυνον ᾑρημένης; τίς γὰρ οὐκ οἶδεν Ἑλλήνων, τίς δὲ βαρβάρων, ὅτι καὶ παρὰ Θηβαίων καὶ παρὰ τῶν τούτων ἔτι πρότερον ἰσχυρῶν γενομένων Δακεδαιμονίων καὶ παρὰ τοῦ Περσῶν βασιλέως μετὰ πολλῆς χάριτος τοῦτʼ ἂν ἀσμένως ἐδόθη τῇ πόλει, ὅ τι βούλεται, λαβούσῃ καὶ τὰ ἑαυτῆς ἐχούσῃ τὸ κελευόμενον ποιεῖν καὶ ἐᾶν ἕτερον τῶν Ἑλλήνων προεστάναι; ἀλλʼ οὐκ ἦν, ὡς ἔοικε, ταῦτα τοῖς τότε Ἀθηναίοις πάτρια οὐδʼ ἀνεκτὰ οὐδ᾿ ἔμφυτα, οὐδʼ ἐδυνήθη πώποτε τὴν πόλιν οὐδεὶς ἐκ παντὸς τοῦ χρόνου πεῖσαι τοῖς ἰσχύουσι μὲν μὴ δίκαια δὲ πράττουσι προστιθεμένην ἀσφαλῶς δουλεύειν. ἀλλʼ ἀγωνιζομένη περὶ πρωτείων καὶ τιμῆς καὶ δόξης κινδυνεύουσα πάντα τὸν αἰῶνα διετέλεσε. καὶ ταῦθʼ οὕτως σεμνὰ καὶ καλὰ καὶ 1 πριεῖτο B | ἀκονητί MP 2 ὁντινοῦν] τἱνοὖν P 3 κατέπτισεν B 7 ὁρέθη B 8 τινες om D seelusit v 10 ἔμπροσθεν D 13 ἔτι τούτων v D 14 τοῦ] τῶν P 15 πο- λῆς B 16 καὶ τὰ] καὶ μετὰ B 17 ἐὰν MBP | προστάναι B 18 ταῦθʼ ὡς ἔοικε D | τότε om D seclusit v 21 ἰσχύθυσιν BP | προσθεμένην D 22 ἀγωιζομένη P ἀγανωιζομένη B 23 ὑπὲρ τιμῆς v 24 ἀῶνα, mg αἰῶνα B διατετέλεκε D | καὶ ταῖς καὶ ταῦθʼ B | οὕτω D | καὶ καλὰ om D seclusit v προσήκοντα τοῖς ὑμετέροις ἤθεσιν ὑμεῖς ὑπολαμβάνετε εἶναι, ὥστε καὶ τῶν προγόνων τοὺς ταῦτα πράξαντας μάλιστα ἐπαινεῖτε, εἰκότως. τίς γὰρ οὐκ ἂν ἀγάσαιτο τῶν ἀνδρῶν ἐκείνων τῆς ἀρετῆς, οἳ καὶ τὴν χώραν καὶ τὴν πόλιν ἐκλιπεῖν ὑπέμειναν, εἰς τὰς τριήρεις ἐμβάντες, ὑπὲρ τοῦ μὴ τὸ κελευόμενον ποιῆσαι, τὸν μὲν ταῦτα συμβουλεύσαντα θεμιστοκλέα στρατηγὸν ἑλόμενοι, τὸν δʼ ὑπακούειν ἀποφηνάμενον τοῖς ἐπιταττομένοις Κυρσίλον καταλιθώσαντες οὐ μόνον αὐτόν, ἀλλὰ καὶ αἱ γυναῖκες αἱ ὑμέτεραι τὴν γυναῖκα αὐτοῦ; οὐ γὰρ ἐζήτουν οἱ τότε Ἀθηναῖοι οὔτε ῥήτορα οὔτε στρατηγόν, δἰ ὅτου δουλεύσουσιν εὐτυχῶς, ἀλλʼ οὐδὲ ζῆν ἠξίουν, εἰ μὴ μετʼ ἐλευθερίας ἐξέσται τοῦτο ποιεῖν. ἡγεῖτο γὰρ αὐτῶν ἕκαστος οὐχὶ τῷ πατρὶ καὶ τῇ μητρὶ μόνον γεγενῆσθαι, ἀλλὰ καὶ τῇ πατρίδι. διαφέρει δὲ τί; ὅτι ὁ μὲν τοῖς γονεῦσι μόνον γεγενῆσθαι νομίζων τὸν τῆς εἱμαρμένης καὶ τὸν αὐτόματον θάνατον περιμένει, ὁ δὲ καὶ τῇ πατρίδι, ὑπὲρ τοῦ μὴ ταύτην ἐπιδεῖν δουλεύουσαν ἀποθνῄσκειν ἐθελήσει καὶ φοβερωτέρας ἡγήσεται τοῦ θανάτου τὰς ὕβρεις καὶ τὰς ἀτιμίας, ἃς ἐν δουλευούσῃ τῇ πόλει φέρειν ἀνάγκη. εἰ μὲν τοίνυν τοῦτʼ ἐπεχείρησα νῦν λέγειν, ὡς ἐγὼ προήγαγον ὑμᾶς ἄξια τῶν προγόνων φρονεῖν, τίς οὐκ ἂν εἰκότως ἐπετίμησέ μοι; νῦν δʼ ἐγὼ μὲν ὑμετέρας τὰς τοιαύτας προαιρέσεις ἀποφαίνω καὶ δείκνυμι, ὅτι καὶ πρὸ ἐμοῦ τοῦτʼ εἶχε τὸ φρόνημα ἡ πόλις. τῆς μέντοι διακονίας 3 ἐπαινεῖται BP ἀγώσαιτο P1 7 ταὐτα B 8 ἐπιττατο- μένοις P 11 τότʼ v 12 δἰ ὅτου bis B 13 ἐλευθερίας αὐτοῖς v ἐξαίσται P 15 γεγενῆσθε B 16 τὸν τῆς] τοὺς τῆς MBP 17 τὸν] τῆν B περιμένη B 19 ἐθελήσῃ M 20 τοῦ θανάτου om P 22 ἐπεχείρησα νῦν] ἐπεχείρουν D 23 τίς] οὐκ ἴσθ’ ὅστις D 25 δείγνυμι BP τῆς ἐφʼ ἑκάστοις τῶν πεπραγμένων καὶ ἐμαυτῷ μετ|εῖνα φημι. οὗτος δὲ ὁ τῶν ὅλων κατηγορῶν καὶ κελεύων ὑμᾶς ἐμοὶ πικρῶς ἔχειν ὡς φόβων καὶ κινδύνων αἰτίῳ τῇ πόλει τῆς μὲν εἰς τὸ παρὸν τιμῆς ἐμὲ ἀποστερῆσαι γλίχεται, τὰ δʼ εἰς ἅπαντα τὸν χρόνον ἐγκώμια ὑμῶν ἀφαιρεῖται. εἰ γὰρ ὡς οὐ τὰ βέλτιστα ἐμοῦ πολιτευσαμένου καταψηφιεῖσθε, διημαρτηκέναι δόξετε, οὐ τῇ τῆς τύχης ἀγνωμοσύνη τὰ συμβάντα παθεῖν. ἀλλʼ οὐκ ἔστιν, ὅπως ἡμάρτετε, ἄνδρες Ἀθηναῖοι, τὸν ὑπὲρ τῆς ἁπάντων ἐλευθερίας καὶ σωτηρίας κίνδυνον ἀράμενοι οὐ μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας τῶν προγόνων καὶ τοὺς ἐν Πλαταιαῖς παραταξαμένους καὶ τοὺς ἐν Σαλαμῖνι ναυμαχήσαντας καὶ τοὺς ἐπʼ Ἀρτεμισίῳ καὶ πολλοὺς ἑτέρους τοὺς ἐν τοῖς δημοσίοις μνήμασι κειμένους ἀγαθοὺς ἄνδρας, οὓς ἅπαντας ὁμοίως ἡ πόλις τῆς αὐτῆς ἀξιώσασα τιμῆς ἔθαψεν, Αἰσχίνη, οὐχὶ τοὺς κρατήσαντας αὐτῶν οὐδὲ τοὺς κατορθώσαντας μόνους, δικαίως. ὃ μὲν γὰρ ἦν ἀγαθῶν ἀνδρῶν ἔργον, ἅπασι πέπρακται, τῇ τύχῃ δέ, ἣν ὁ δαίμων ἔνειμεν ἑκάστοις, ταύτῃ κέχρηνται.ʼ 32 οὐθείς ἐστιν, ὃς οὐχ ὁμολογήσειεν, εἰ μόνον ἔχοι μετρίαν αἴσθησιν περὶ λόγους καὶ μήτε βάσκανος εἴη μήτε δύσερίς τις, τοσούτῳ διαφέρειν τὴν ἀρτίως παρατεθεῖσαν 2 ὁ om D seclusit v 4 γεγενημένῳ post πόλει addit v 5 τὰ δὲ B | τὸν λοιπὸν χρόνον Dv | ἐςκώμια B 7 τουδὶ post πολιτευσαμένου add Dv | κατειψηφιεισθοῦ B | ἡμαρτη- κέναι D 9 οὐκ ἔστʼ οὐκ ἔστιν D | οἱ τὸν Pv 12 καὶ τοὺς ἐν Πλαταιαῖς παραταξαμένους om B 14 πολοὺς B 17 τοὺς κατορθώσαντας αὐτῶν οὐδὲ τοὺς κρατήσαντας D 18 δικαίους P | ὃ M: οὐ BP 19 ἀνδρῶν ἀγαθῶν D | πέπακται B | ἣν] ἦν M ἥ BP 22 λόγους Sylburgius: λόγου | εἴη Krüger: ᾖ 23 δύσυρίς BP | τις fort delendum est (τισούτω?) τοσούτω?) | τοσούτω M²: οὔτω M1BP λέξιν τῆς προτέρας, ὅσῳ διαλλάττει πολεμιστήρια μὲν ὅπλα πομπευτηρίων, ἀληθιναὶ δὲ ὄψεις εἰδώλων, ἐν ἡλίῳ δὲ καὶ πόνοις τεθραμμένα σώματα τῶν σκιὰς καὶ ῥᾳστώνας διωκόντων. ἣ μὲν γὰρ οὐδὲν ἔξω τῆς εἀμορφίας ἐπιτηδεύει καὶ παρὰ τοῦτʼ ἔστιν αὐτῆς τὸ καλὸν ἐν ἀναληθέσιν, ἣ δὲ οὐδέν, ὅ τι οὐκ ἐπὶ τὸ χρήσιμον καὶ ἀληθινὸν ἄγει. καί μοι δοκεῖ τις οὐκ ἂν ἁμαρτεῖν τὴν μὲν Πλάτωνος λέξιν εἰκάσας ἀνθηρῷ χωρίῳ καταγωγὰς ἡδείας ἔχοντι καὶ τέρψεις ἐφημέρους, τὴν δὲ Δημοσθένους διάλεκτον εὐκάρπῳ καὶ παμφόρῳ γῇ καὶ οὔτε τῶν ἀναγκαίων εἰς βίον οὔτε τῶν περιττῶν εἰς τέρψιν σπανιζούσῃ. δυνάμενος δʼ ἄν, εἰ βουλοίμην, καὶ τὰ κατὰ μέρος ἑκατέρας κατορθώματα ἐξετάζειν καὶ δεικνύειν, ὅσῳ κρείττων ἐστὶν ἡ Δημοσθένους λέξις τῆς Πλατωνικῆς οὐ μόνον κατὰ τὸ ἀληθινὸν καὶ πρὸς ἀγῶνας ἐπιτήδειον (τοῦτο γὰρ ὡς πρὸς εἰδότας ὁμοίως ἅπαντας οὐδὲ λόγου δεῖν οἶμαι), ἀλλὰ καὶ κατὰ τὸ τροπικόν, περὶ ὃ μάλιστα δεινὸς ὁ Πλάτων εἶναι δοκεῖ, καὶ πολλὰς ἔχων ἀφορμὰς λόγων ταύτην μὲν εἰς ἕτερον καιρὸν ἀναβάλλομαι τὴν θεωρίαν, εἴπερ περιέσται μοι χρόνος· ἰδίαν γὰρ οὐκ ὀκνήσω περὶ αὐτῆς ἐξενέγκαι πραγματείαν. νυνὶ 1 διαλάττει B 2 πομπετηρίων B | ὄψεις Sylburgius: ὄψις ante ὄψεις lac V litt M 4 σκιὰς] σκιῶ// una littera erasa B διακόνιων P 6 αὐτοῖς Pv | καλὸν Toupius: κακὸν |ἀναλη- θέσιν oupius: ἀληθέσιν MS ἀληθεύιν P ἀληθεύσιν v 12 περιττὸν P σπανιζούσῃ Sylburgius: σπανίζουσαν 13 ἑκα- τέρας Reiskius ἑκατέρου Sylburgius: ἑκάτερα 16 τὸ om BP καὶ πρω καὶ πρὸς B | τοῦτο γὰρ] τοῦτο μὲν M τοῦτο μὲν γὰρ BPv 17 πρὸς εἰδότας Sylburgius: προειδότας | ἅπαντας B: ἀπαντᾶς P ἅπασαν M 18 κατὰ τὸ] κατὸ P 19 δοκεῖ εἶναι BPv comma post δοκεῖ posui, καὶ secluserim 21 περιέσται] προσέσται MBPv δέ, ὅσα ἐν τῷ παρόντι ἥρμοττεν, εἴρηται. ἐπειδὴ δὲ παρελθεῖν ἡμῖν οὐκ ἐνῆν Πλάτωνα, ᾧ τὰ πρωτεῖά τινες ἀπονέμουσι, κατατρῖψαι δὲ τὸν λόγον περὶ μίαν ταύτην τὴν θεωρίαν ἐπιλελησμένου τῆς ὑποθέ| σεως ἦν, τῇδέ. μοι περιγεγράφθω. βούλομαι δὲ δὴ καὶ συλλογίσασθαι τὰ εἰρημένα ἐξ ἀρχῆς καὶ δεῖξαι πάνθʼ, ὅσα ὑυπεσχόμην ἀρχόμενος τῆς θεωρίας τοῦ λεκτικοῦ τόπου, πεποιηκότα ἐμαυτόν. 33 ἡ πρόθεσις ἦν μοι καὶ τὸ ἐπάγγελμα τοῦ λόγου, κρατίστη λέξει καὶ πρὸς ἅπασαν ἀνθρώπου φύσιν ἡρμοσμένη μετριώτατα Δημοσθένη κεχρημένον ἐπιδεῖξαι, καὶ τοῦτό γε συνάγειν ἐπειρώμην οὐκ ἐξ αὐτῆς ἐκείνης μόνης τὰς πίστεις διδούς (ᾔδειν γὰρ ὅτι οὐδὲν αὔταρκές ἐστιν ἐφʼ ἑαυτοῦ θεωρούμενον, οἷόν ἐστιν, ὀφθῆναι καὶ καθαρῶς), ἀλλʼ ἀντιπαρατιθεὶς αὐτῇ τὰς τῶν ἄλλων ῥητόρων τε καὶ φιλοσόφων λέξεις τὰς κράτιστα δοκούσας ἔχειν καὶ τῇ διʼ ἀλλήλων βασάνῳ φανερὰν ποιῶν τὴν ἀμείνω. ἵνʼ οὖν τὴν φυσικὴν ὁδὸν ὁ λόγος μοι λάβη, τοὺς χαρακτῆρας τῶν διαλέκτων τοὺς ἀξιολογωτάτους κατηριθμησάμην καὶ τοὺς πρωτεύσαντρας ἐν αὐτοῖς ἄνδρας ἐπῆλθον, ἔπειτα δείξας ἀτελεῖς 10—11 cf anonymus W VII 880, 9 1 εἴρειται P 2 πρωτεία M 3 λόγον Krüger: χρόνον 4 τὴν add Sadaeus ἐπιλελησμένου M: ἐπιλελησμένον BPv 5 ἀνακεφαῶν mg B 7 τοῦ λεκτρινοῦ τοῦ λεκτικοῦ P 9 καὶ Mv: κατὰ BP ἐπάγγελημα BP τοῦ λόγου] τοῦτο τοῦ MBP τοῦτο τῇ Sylburgius v 11 ἡρμοσμένην B 12 ἐπιρώμην P 13 μόνος B ᾔδειν] ᾔειν P 14 εἰλικρινῶς post ἐστιν excidisse Sylburgius putat 15 ἀντιπαραθεὶς M 16 καὶ τῆ φιλοσοφία καὶ φιλοσόφων B λέξις P 18 ἵνʼ οὖν Reiskius: ἵνα 19 χα- ρακτῆρας—ἀξιολογωτάτους om B 20 πρωτεύσαντας Kiessling: πρώτους ὄντας 21 ἐπεῖλθον P ἅπαντας ἐκείνους καὶ καθʼ ὃ μάλιστα ἀστοχεῖν ἕκαστον ὑπελάμβανον τοῦ τέλους ἐκλογισάμενος διὰ βραχέων, ἦλθον ἐπὶ τὸν Δημοσθένη. τοῦτον δὲ ἑνὸς μὲν οὐδενὸς ἀποφηνάμενος οὔτε χαρακτῆρος οὔτʼ ἀνδρὸς ζηλωτὴν γενέσθαι, ἐξ ἁπάντων δὲ τὰ κράτιστα ἐκλεξάμενον κοινὴν καὶ φιλάνθρωπον τὴν ἑρμηνείαν κατεσκευακέναι καὶ κατὰ τοῦτο μάλιστα διαφέρειν τῶν ἄλλων, πίστεις ὑπὲρ τοῦδε παρειχόμην, διελόμενος μὲν τὴν λέξιν εἰς τρεῖς χαρακτῆρας τοὺς γενικωτάτους τόν τε ἰσχνὸν καὶ τὸν ὑψηλὸν καὶ τὸν μεταξύ τούτων, ἀποδεικνύς δʼ αὐτὸν ἐν τοῖς τρισὶ γένεσι κατορθοῦντα τῶν ἄλλων μάλιστα, λέξεις τινὰς αὐτοῦ λαμβάνων, αἷς ἀντιπαρεξήταζον ἑτέρας ὁμοειδεῖς λόγου μὲν ἀξίας, οὐ μὴν ἀνεπιλήπτους γε τελέως οὐδʼ, ὥσπερ ἐκείνη, πάσας τὰς ἀρετὰς ἐχούσας. καὶ γὰρ ἥ τε Ἰσοκράτους καὶ Πλάτωνος καίτοι θαυμασιωτάτων ἀνδρῶν μνήμη καὶ σύγκρισις οὐκ ἔξω τοῦ εἰκότος ἐγίγνετό μοι, ἀλλʼ, ἐπεὶ τοῦ μέσου καὶ κρατίστου χαρακτῆρος οὗτοι ζηλωταὶ γενόμενοι μεγίστης δόξης ἔτυχον, ἵνα δείξαιμι, κἂν εἰ τῶν ἄλλων ἀμείνους εἰσί, Δημοσθένει γε οὐκ ἀξίους ὄντας ἁμιλλᾶσθαι περὶ τῶν ἀριστείων. ὀλίγα τούτοις ἔτι προσθεὶς περὶ τῆς λέξεως, ἐπὶ τὸ καταλειπόμενον τῆς θεωρίας μέρος μεταβήσομαι, ταῦτα δὲ ἕστιν, ἃ τοῖς τρισὶ πλάσμασιν 1 ἀστοχεῖν ἕκαστον Vliet: ἀδέκαστον 3 τοῦτο B 5 γε- ναίσθαι P 6 ἑρμηνίαν B | κατασκευακέναι B 7 καὶ κατὰ] κατὰ BP 8 πίστοις P | τοῦτοδε P 12 λέξις P 14 πάσας τάς] πάσας M 16 καίτοι Kiessling: καὶ τῶν 17 εἰκότως B | ἐγίγνεταί μοι B 19 γενόμενοι B: γινόμενοι MP 20 δη- μοσθένη P 21 ἀξίοις B | ἀρίστων B initio | post ἀριστείων grauius, ante ταῦτα v 24 lenius interpunxi 23 lac X fere litt M προκειμένης suppl Usener 24 δὲ M: δ᾿ BPv | πλάγμασιν B ὁμοίως παρέπεται καὶ ἔστι παντὸς λόγου Δημοσθενικοῦ μηνύματα χαρακτηριστικὰ καὶ ἀνυφαίρετα. ὑπομνήσω δὲ πρῶτον μέν, ἃ τοῖς ἄλλοις πλάσμασιν ἔφην ἰδίας ἀρετὰς συμβεβηκέναι τοῖς Δημοσθένους ἢ Λυσίου , ἵνʼ εὐσύνοπτος μᾶλλον γένηταί μοι ὁ λόγος. δοκεῖ δή μοι τῶν μὲν ὑψηλῇ καὶ περιττῇ καὶ ἐξηλλαγμένη λέξει κεχρημένων κατὰ τὸ σαφέστερον καὶ κοινότερον τῇ ἑρμηνείᾳ κεχρῆσθαι προὔχειν ὁ Δημοσθένης. τού|των γὰρ ἐν πάση κατασκευῇ στοχάζεται μέγεθος ἐχούσῃ καὶ ταύταις κέχρηται χαρακτηρικωτάταις ἀρεταῖς ἐπὶ τῆς ὑψηλῆς καὶ ξενοπρεποῦς ὀνομασίας ὥς γε μάλιστα. τῶν δὲ τὴν λιτὴν καὶ ἰσχνὴν καὶ ἀπέριττον ἐπιτηδευόντων φράσιν τῷ τόνῳ τῆς λέξεως ἐδόκει μοι διαλλάττειν καὶ τῷ βάρει καὶ τῇ στριφνότητι καὶ τῷ πικραίνειν ὡς ἐπὶ τὸ πολύ· ταῦτα γάρ ἐστιν ἐκείνου χαρακτηρικὰ τοῦ πλάσμτυς παρʼ αὐτῷ καὶ τὰ παραπλήσια τούτοις. τῶν δὲ τὴν μέσην διάλεκτον ἠσκηκότων, ἣν δὴ κρατίστην ἀποφαίνομαι, κατὰ ταυτὶ διαφέρειν αὐτὸν ὑπελάμβανον· κατὰ τὴν ποικιλίαν, κατὰ τὴν συμμετρίαν, κατὰ τὴν εὐκαιρίαν, ἔτι πρὸς τούτοις κατὰ τὸ παθητικόν τε καὶ ἐναγώνιον 1 ὁμοίως παρέπεται καὶ ἐπὶ παντὸς λόγου M B: ἔφην ἰδίας ἀρετὰς συμβεβηκέναι τοῖς Pv | δημοσθενικοῦ BP: δὴ δημοσθενι- κοῦ M 2 lege χαρακτηρικὰ ἀναφαίρετα M1 ἀνυφέρετα BP sed ἀνυφαίρετα mg B 3 lacunam indicaui 4 ἤρειν P |τ[οοῖς] cum ras M Δημοσθένους om B ἢ Λυσίου seclusit Reiskius 5 ἵν εῦνεὐ σύνοπτοἱ B | ἐν τῶ ἀνδρῶ (l ἁδρῷ) mg B 6 ἐξηλαγμένῃ B 10 χαρακτηρικωτάτους B χαρακτηριστικωτά- ταις V 11 ἀρετὰς B | ὑψιλῆς P 12 ἰσχὴν B 13 ἀπέριπ- τον B | in mg rubro ἐν τῶ ἰσχνῶ B 14 διαλάττειν B | βάρει] βάρυ P βαρβάρει B 15 στρυφνότητι v | τὸ] τῶ BP 16 χαρακτηριστικὰ v | πλάσματα P 18 ἐσκηκότων B ἠσκητων corr in ἠσκηκότων P ἐν τῶ μέσω B in mg rubro 19 ταυτὶ] ταύτην MBP ταῦτα Sylburgius 21 τε] τι B καὶ δραστήριον καὶ τελευταῖον τὸ πρέπον, ὅ τῶν ἄστρων ψαύει παρὰ Δημοσθένει. ταῦτα μὲν οὖν χωρὶς ἑκάστῳ τῶν τριῶν πλασμάτων παρακολουθεῖν ἔφην καὶ ἐκ τούτων ἠξίουν εὴν Δημοσθένους δύναμιν πεφυκότα??μὲν καὶ τοῖς ἄλλοις παρακολουθεῖν πλάσμασι, κρατίστην δὲ ὄψιν ἔχοντα καὶ ἐκπρεπεστάτην ἐν τούτοις τοῖς χωρίοις. εἰ δέ τις ἀξιώσει συκοφαντεῖν τὴν διαίρεσιν, ἐπειδὴ τὰς κοινῇ παρακολουθούσας πᾶσι τοῖς πλάσμασιν ἀρετὰς τρίχα διανείμασα τὸ ἴδιον ἑκάσταις ἀποδίδωσιν, ἐκεῖνα ἂν εἴποιμι πρὸς αὐτόν, ὅτι καθʼ ὅ μάλιστα χωρίον ἑκάστη τῶν ἀρετῶν ὄψιν τε ἡδίστην ἔχει καὶ χρῆσιν ὠφελιμωτάτην, κατὰ τοῦτο τάττειν αὐτὴν ἀξιῶ, ἐπεὶ καὶ τῆς σαφηνείας καὶ τῆς συντομίας καὶ τοῦ πιθανοῦ χωρίον ἀποφαίνουσιν οἱ τεχνογράφοι τὴν διήγησιν οὐχ ὡς οὐκ ἀλλαχοῦ οὐδαμοῦ δέον ἐξετάζεσθαι τὰς ἀρετὰς ταύτας (πάνυ γὰρ ἄτοπον), ἀλλʼ ὡς ἐν τῇ διηγήσει δέον μάλιστα. φέρε δὴ τούτων εἰρημένων ἡμῖν λέγωμεν ἤδη καὶ 35 περὶ τῆς συνθέσεως τῶν ὀνομάτων ᾗ κέχρηται ὁ ἀνήρ. ὅτι μὲν οὖν περιττή τίς ἐστιν ἡ τῆς λέξεως τῆς Δημοσθένους ἁρμονία καὶ μακρῷ δή τινι διαλλάττουσα τὰς τῶν ἄλλων ῥητόρων, οὐκ ἐμὸς ὁ μῦθος. ἅπαντες γὰρ εὖ οἶδ᾿ ὅτι ταύτην αὐτῷ τὴν ἀρετὴν ἂν 1 δραστείριον corr in δραστήριον P 2 οὖν] πὖ B 4 hiatum notaui, supplementa incerta, ea uero quae secuntur haudquaquam interpolanda sunt 5 πλάσμασιν P 7 τοῖς χρόνοις τοῖς χωρίοις B, sed τοῖς χρόνοις lineola subducta deletur ἀξιώσειε Usener 8 κοινὴ B 9 πλάσμασι B τρίχας B 11 τε M: δὲ BP om v 12 χρῆσιν M2: χρὴ M1BP 15 οὐχ add Reiskius 17 ἀλλʼ ὡς Reiskius: ἄλλως | δέον Reiskius: δὲ 18 δὴ] δὲ Pv | λέγομεν MB 19 περὶ τῆς συνθέσεως addit Reiskiana ἧ] ἢ B 21 ἀρμονία B | μακρῶν B 23 ἀρε- τὴν] λέξιν sed in mg m rec ἀρετὴν BP | ἂν om BPv μαρτυρήσειαν, ὅσοι μὴ παντάπασι πολιτικῶν εἰσιν ἄπειροι λόγων, ὅπου γε καὶ οἱ κατὰ τὴν αὐτὴν ἡλικίαν ἀκμάσαντες ἐκείνῳ θαυμάζοντές τε δῆλοί εἰσιν αὐτὸν καὶ ζηλοῦντες ταύτης μάλιστα τῆς εὐτεχνίας, καίτοι τινὲς οὐδʼ οἰκείως διακείμενοι πρὸς αὐτόν, ὥστε κολακείας ἐξενέγκασθαι δόξαν, ἀλλʼ ἔνιοί γε καὶ σφόδρα ἀπεχθεῖς καὶ ἀδιαλλάκτους ἐπανῃρημένοι πολέμους. ὧν ἦν Αἰσχίνης ὁ ῥήτωρ, ἀνὴρ λαμπροτάτῃ φύσει περὶ λόγους χρησάμενος, ὃς οὐ πολὺ ἂν ἀπέχειν δοκεῖ τῶν ἄλλων ῥητόρων καὶ μετὰ Δημοσθένην μηδενὸς δεύτερος ἀριθμεῖσθαι. οὗτος μὲν δὴ τῆς ἄλλης δεινότητος, ἣ περὶ τὸν ἄνδρα τοῦτον ἐγένετο κατὰ τὸ λεκτικόν, ἔστιν ἃ διακνίζει καὶ συκοφαντεῖ, πρᾶγμα ἐχθροῦ ποιῶν. καὶ γὰρ καινότητα ὀνομάτων καὶ ἀηδίαν καὶ περιεργίαν καὶ τὸ σκοτεινὸν δὴ τοῦτο καὶ πικρὸν καὶ ἄλλα πολλὰ τοιαῦτα προστρίβεται αὐτῷ, βασκαίνων μέν, ὥσπερ ἔφην, καὶ ταῦτα, ὅμως δʼ οὖν ἀφορμάς γέ τινας τοῦ συκοφαντεῖν εὐλόγους λαμβάνων. περὶ δὲ τῆς συνθέσεως τῶν ὀνομάτων οὐδὲν οὔτε 1 μαρτηρήσειαν BP 2 ἄποἵροι Β 3 θαυμάζοντές τε Reiakius: θαυμάζοντες δὲ ΜΡ θαυμάζοντες Bv 4 αὐτοῦ v καὶ ζηλοῦντες Reiskius: καλοῦντες ταύτης Μ: ταύτην BPv | τὴν εὐτεχνίαν v 5 καίτοι τινὲς] καί τινες καί τινες 3 sed prius lineola sublatum οἰκείως] οἴκοι B ὀκειουδίως (ex uaria lectione οἰκείως ἰδίως?) P sed διως lineola deletur 6 ἄλλοι γε P1 καὶ σφόδρα ἐπαχθεῖς bis P 7 ἐπαχθεῖς MBPv | διαλ- λάκτους P 8 in imo mg codicis B, cum ὧν uocabulo pagina finiatur, corrector rubro haec uerba quasi uersum suppleturus scripsit: ὥσπερ ξένοι χαίρουσιν ᾔδειν πατρίδα καὶ οἱ βασϊ) 9 οὐ πολὺ ἂν ἀπέχειν uerba frustra temptantur | δοκῆ MBP δοκοίη Kiessling 10 ῥήματα ῥητόρων B 11 οὗτος δὴ τῆς μὲν Reiskius 12 comma, quod post ἐγένετο erat, post λεκτικόν promoui 13 ἔστιν ἃ Reiskius: ἔτι 14 ἐχροῦ P ἀηδίαν M: ἀηδεῖαν P ἀθείαν in mg ἀηδίαν B 15 σκοτινὸν B δὴ] δεῖ B 19 post οὕτε μεῖζον deesse οὔτʼ ἔλαττον Sylburgius uidit praeterea uerbum uelut ἁλίσκεται desideratur μεῖζον ἢ καταγέλωτα φέρων. καὶ οὐχὶ τοῦτό πω θαυμάζειν ἄξιονγ , ἀλλʼ ὅτι καὶ μαρτυρῶν πολλαχῇ τὴν ἀρετὴν τῷ ῥήτορι κατάδηλός ἐστι καὶ ζηλῶν. φανερὸν δὲ τοῦτο γένοιτʼ ἂν ἐξ ὧν αὐτὸς εἴρηκε, τότε μὲν οὕτω πως γράφων· Ὅταν δὲ ἄνθρωπος ἐξ ὀνομάτων συγκείμενος καὶ τούτων πικρῶν καὶ περιέργωνʼ (ἐν γὰρ δὴ τούτοις οὐ τὴν ἐκλογὴν ἐπαινεῖ τῶν ὀνομά αὐτοῦ, μὰ Δία· τίς γὰρ ἂν γένοιτο πικρᾶς | καὶ περιέργου ζῆλος ὀνομασίας;), ἐν ἀηδία ἑτέρῳ δὲ τόπῳ οὑτωσὶ λέγων· ‘Ὡς ὑμᾶς ὀρρωδῶ κακῶς πάσχοντας, τὴν σύνθεσιν τῶν Δημοσθένους ὀνομάτων ἀγαπήσαντας.ʼ καὶ γὰρ ἐνταῦθα πάλιν οὐ δέδοικε, μὴ τὸ κάλλος καὶ τὴν μεγαλοπρέπειαν αὐτοῦ τῶν ὀνομάτων ἀγαπή σωσιν Ἀθηναῖοι, ἀλλὰ μὴ λάθωσιν ὑπὸ τῆς συνθέσεως γοητευθέντες, ὥστε καὶ τῶν φανερῶν αὐτὸν ἀδικηἀφεῖναι διὰ τὰς σειρῆνας τὰς ἐπὶ τῆς ἁρμονίας. ἐκ δὲ τούτων οὐ χαλεπὸν ἰδεῖν, ὅτι δεινότητα μὲν αὐτῷ, ὅσην οὐχ ἑτέρῳ, μαρτυρῶν καὶ ταῖς σειρῆσιν ἀπεικάζων αὐτοῦ τὴν μουσικήν, ἀγάμενος δὲ οὐ τῆς 5 Aeschines III 229 10 ibid 142 1 καταγέλωτα B: κατὰ γέλωτα M καγέλωτα P | φέρων Sylburgius: φέρον καὶ Reiskius: ἢ 2 ἄξιον addit mg Bodl sed malim ἱκανόν 3 ταύτην addit Krüger κατάδηλας B et P initio 4 αὐτοῖς P εἴρηκεν BP 6 πικρῶς P 7 οὐ τὴν] αὐτὴν v 8 νὴ Δία v 9 post ὀνομασίας Kiessling interpunxit ἀηδία (═ μὰ δία vitio repetitum) seclusi τόπῳ] λόγῳ πως MBP λόγῳ οὑτωσί πως Sylburgius v. locum ex memoria lau- dare uidetur Dionysius, idem errans infra u 18 cf Aesch III 228 14 μὴ] μὸ P λάθωσι SP ὁπὸ Sylburgius: ἀπὸ 15 γονη- τευθεν γοητευθέντες P sed illud linea subducta deletur γουτευ- θέντος B 16 ἀρῆναι B σειρήνας M 17 δὲ] δὴ Krüger ἰδεῖν] δεῖν B 18 uerbis οὐχ ἑτερῳ fol 64 codicia P terminatur, cuius in imo mg δοκείμειων τοῦ κον|διλίου καὶ τοῦ | σειρή- σιν M ἐκλογῆς τῶν ὀνομάτων αὐτόν, ἀλλὰ τῆς συνθέσεως, ἀναμφιλόγως αὐτῷ ταύτην παρακεχώρηκε τὴν ἀρετήν.