3 τρίτη λέξεως ἦν ἡ μικτή τε καὶ σύνθετος ἐκ τούτων τῶν δυεῖν, ἣν ὁ μὲν πρῶτος ἁρμοσάμενος καὶ καταστήσας εἰς τὸν νῦν ὑπάρχοντα κόσμον εἴτε Θρασύ|μαχος ὁ Καλχηδόνιος ἦν, ὡς οἴεται Θεόφραστος, εἴτε ἄλλος τις, οὐκ ἔχω λέγειν. οἱ δὲ ἐκδεξάμενοι καὶ ἀναθρέψαντες καὶ οὐ πολὺ ἀποσχόντες τοῦ τελειῶσαι ῥητόρων μὲν Ἰσοκράτης ὁ Ἀθηναῖος ἐγένετο, φιλοσόφων δὲ λάτων ὁ Σωκρατικός· τούτων γὰρ ἀμήχανον εὑρεῖν τῶν ἀνδρῶν ἑτέρους τινὰς ἔξω Δημοσθένους ἢ τἀναγκαῖα καὶ χρήσιμα κρεῖττον ἀσκήσαντας ἢ τὴν καλλιλογίαν καὶ τὰς ἐπιθέτους κατασκευὰς βέλτιον ἀποδειξαμένους. ἡ μὲν οὖν Θρασυμάχου λέξις, εἰ δὴ πηγή τις ἦν ὄντως τῆς μεσότητος, αὐτὴν τὴν προαίρεσιν ἔοικεν ἔχειν σπουδῆς ἀξίαν· κέκραται γὰρ εὖ πως καὶ αὐτὸ τὸ χρήσιμον εἴληφεν ἑκατέρας. δυνάμει δὲ ὡς οὐκ ἴσῃ τῇ βουλήσει κέχρηται, παράδειγμα ἐξ ἑνὸς τῶν δημηγορικῶν λόγων τάδε· ‘Ἐβουλόμην μέν, ὦ ἄνδρες Ἀθηναῖοι, μετασχεῖν ἐκείνου τοῦ χρόνου τοῦ παλαιοῦ καὶ τῶν πραγμάτων, 6 Theophrasti περὶ λέξεως fr IV Schmidt 19 Thrasy- machi fr I S 1 δεινὸς B | αὐτῶν MBP | ἀμφοτέροις B 3 ἰδέα inter- cidisse putat Sylburgius ἰδέα seu ἁρμονία Krüger | ἧν ο ἡ sic P 5 καταστάσας B 6 Καλχηδόνιος Vliet: χαλκηδόνιος 10 ἀμήχανος B 12 ἀσκήσαντες MB 13 ἀποδειξαμένους Sylburgius: ἀποδεξαμένους 14 εἰ δὴ H. Schenkl: ἣ | πηγή Sadaeus: λοιπή | τῆς om BPv 17 δυνάμει δὲ ὡς Sauppius: δυναμέως· ὡς δὲ | τῇ Reiskius add 18 θήσω post ἐξ ἑνὸς v inserit inde a Sylburgio 19 ὦ Ἀθηναῖοι v ὦ ⦵ M ω B ωθεν sic P 20 τοῦ παλαιοῦ del Vlist | καὶ τῶν πραγμάτων Sauppius suspectat. frustra meo quidem iudicio hiatus ex hoc fragmento remouere Blassius studuit ἡνίκα | σιωπᾶν ἀπέχρη τοῖς νεωτέροις, τῶν τε πραγμάτων οὐκ ἀναγκαζόντων ἀγορεύειν καὶ τῶν πρεσβυτέρων ὀρθῶς τὴν πόλιν ἐπιτροπευόντων. ἐπειδὴ δʼ εἰς τοιοῦτον ἡμᾶς ἀνέθετο χρόνον ὁ δαίμων, ὥστε . τῆς πόλεως ἀκούειν, τὰς δὲ συμφορὰς αὐτούς καὶ τούτων τὰ μέγιστα μὴ θεῶν ἔργα εἶναι μηδὲ τῆς τύχης ἀλλὰ τῶν ἐπιμεληθέντων, ἀνάγκη δὲ λέγειν. ἢ γὰρ ἀναίσθητος ἢ καρτερικώτατός ἐστιν, ὅστις ἐνεξαμαρτάνειν ἑαυτὸν ἔτι παρέξει τοῖς βουλομένοις καὶ τῆς ἑτέρων ἐπιβουλῆς τε καὶ κακίας αὐτὸς ὑποσχήσει τὰς αἰτίας. ἅλις γὰρ ἡμῖν ὁ παρελθὼν χρόνος καὶ ἀντὶ μὲν εἰρήνης ἐν πολέμῳ γενέσθαι καὶ κινδύνῳ, εἰς τόνδε τὸν χρόνον τὴν μὲν παρελθοῦσαν ἡμέραν ἀγαπῶσι, τὴν δʼ ἐπιοῦσαν δεδιόσιν, ἀντὶ δʼ ὁμονοίας εἰς ἔχθραν καὶ ταραχὰς πρὸς ἀλλήλους ἀφικέσθαι. καὶ τούς μὲν ἄλλους τὸ πλῆθος τῶν ἀγαθῶν ὑβρίζειν τε ποιεῖ καὶ στασιάζειν, ἡμεῖς δὲ μετὰ μὲν τῶν ἀγαθῶν ἐσωφρονοῦμεν, ἐν δὲ τοῖς κακοῖς ἐμάνημεν, ἃ τοὺς ἄλλους σωφρονίζειν εἴωθεν. τί δῆτα μέλλοι τις ἂν γεγωνίσκειν εἰπεῖν , ὅτῳ γε λυπεῖσθαι ἐπὶ τοῖς 3 ἐπειδὴ δʼ postea add M, ἡ in ras: καὶ ἐπειδὴ BP 4 τοσοῦτον BP | ἡμοῖς P 4 et 5 lac XX litt M, XV litt B. XVI litt et uersus totius P 5 lac XIX litt M, qui non habet nisi συμφο, συμφορᾶς deinde lac XIII fere litt B, συμφορὰς cum lac VII litt P 7 τύχης] τέχνης μὴ δὲ τῆς τύχης B | δὲ deleui δὴ Sylburgius 8 καρτερώτατος MBP: corr Usener 9 ἐνεξαμαρτάνειν Reiskius: ἐξαμαρτάνειν 10 ὑποσχεί- σει P 11 καὶ del Sauppius fort uerbum latet 12 γέ- ναισθαι P | κινδύνῳ] διὰ κινδύνων MB διὰ κίνδυνον P 13 τῆς μὲν P 14 ὁμονίας P 16 ὑβρίζειν—17 ἀγαθῶν sine lacunae indicio om Pv 18 ἐμάνημεν, ἃ M: ἐμάνυ μὲν ἃ B ἐμάνη μέν, ὃς P 20 γεγωνίσκειν] γιγνώσκειν εἰπεῖν MBP γιγνώσκειν ἢ εἰπεῖν Reiskius γιγνώσκων εἰπεῖν Blass | post ὅτῳ γε lacunae signum (excidit uelut προσήκει μᾶλλον) addidi, post νομίζειν Blass παροῦσι καὶ νομίζειν ἔχειν τι τοιοῦτον, ὡς μηδὲν ἔτι τοιοῦτον ἔσται; πρῶτον μὲν οὖν τοὺς διαφερομένους πρὸς ἀλλήλους καὶ τῶν ῥητόρων καὶ τῶν ἄλλων ἀποδείξω γε παρὰ λόγον πεπονθότας πρὸς ἀλλήλους, ὅπερ ἀνάγκη τοὺς ἄνευ γνώμης φιλονικοῦντας πάσχειν· οἰόμενοι γὰρ ἐναντία λέγειν ἀλλήλοις οὐκ αἰσθάνονται τὰ αὐτὰ πράττοντες οὐδὲ τὸν τῶν ἑτέρων λόγον ἐν τῷ σφετέρῳ λόγῳ ἐνόντα. σκέψασθε γὰρ ἐξ ἀρχῆς, ζητοῦσιν ἑκάτεροι. πρῶτον μὲν ἡ πάτριος πολιτεία ταραχὴν αὐτοῖς παρέχει ῥᾴστη γνωσθῆναι καὶ κοινοτάτη τοῖς πολίταις οὖσα πᾶσιν. ὁπόσα μὲν οὖν ἐπέκεινα τῆς ἡμετέρας γνώμης ἐστίν, ἀκούειν ἀνάγκη λέγειν τῶν παλαιοτέρων, ὁπόσα δʼ αὐτοὶ ἐπεῖδον οἱ πρεσβύτεροι, ταῦτα δὲ παρὰ τῶν εἰδότων πυνθάνεσθαι.ʼ τοιαύτη μὲν οὖν τις ἡ Θρασυμάχειος ἑρμηνεία, μέση τοῖν δυεῖν καὶ εὔκρατος καὶ εἰς ἀμφο τέρους τοὺς χαρακτῆρας ἐπίκαιρον ἀφετήριον.