<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0081.tlg006.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="29"><milestone unit="1042"/><p> ἐῶμεν καὶ τοῦτο, πῶς δὲ τῆς δωρεᾶς αὐτῆς εἶπε 29
τὸ μέγεθος, ἐξετάσωμεν· Ὧι κάλλιστα καὶ ἄριστα <lb n="10"/>
τρέφεται τὸ ἀνθρώπειον γένος.ʼ εἰ τῶν ἐπιγείων τις
ἡμῶν καὶ χαμαὶ ἐρχομένων ‘κάλλιστα καὶ ἄρισταʼ εἶπεν,
ὅσον ἂν ἐκίνησε γέλωτα; πλὴν ἀφείσθω καὶ τοῦτο.
Τούτου δὲ τοῦ καρποῦ οὐκ ἐφθόνησεν, ἀλλʼ ἔνειμε
καὶ τοῖς ἄλλοις.ʼ εἴ τις βουλήσεται παράδειγμα λαβεῖν <lb n="15"/>
<gap reason="omitted"/> μένῃς λέξεως, ἡ τοῦ καρποῦ μὴ φθονήσασα
γῆ οὐχὶ πρώτη παρακείσεται; ἐμοὶ μὲν γὰρ
δοκεῖ. ἡ δὲ μεταδοῦσα τῶν ἑαυτῆς ἀγαθῶν ἅπασιν
ἀνθρώποις καὶ τηλικούτῳ κατασπείρασα πλούτῳ βάρβαρόν
τε καὶ Ἑλλάδα γῆν τούτοις ἀξία κοσμεῖσθαι <lb n="20"/>
τοῖς ῥήμασιν, ὅτι οὐκ ἐφθόνησε τῶν σπερμάτων καὶ
ὅτι ἔνειμεν αὐτὰ τοῖς ἄλλοις; οὐ τοῦ μὲν ‘μὴ
<milestone unit="1043"/> φθονῆσαι τοῖς πέλαςʼ οὐδὲ μεμνῆσθαι <del>τοῖς πέλας</del>
<note type="footnote">4 cf Cratini fr VII M. 7 Menexeni 237e 10 ibid 238a</note>
<note type="footnote">14 ibid 238a</note>
<note type="footnote">3 καχλάζων BP 5 κατασκεβῆς ἐλὼν B 8 ἐξἧς B
11 ἀνθρώπεινον P 12 μαι, mg χαμαί P 13 ἂν om Pv
ἐκείνησε B 14 τοῦ om P 15 βούλεται βουλήσεται B
16 ante μένης lac XV fere litt M, VII litt B, II—III litt P: suppleas
ψυχρῶς ἐσχηματισμένης μένην Pv 17 οὐχὶ mg Bodl: οὐχ ἡ
MBPv 20 γῆν MB: γῆ Pv 22 τοῖς ἄλλοις: immo τοῖς
πέλας 23 φθονῆναι B1 τοῖς πέλας: immo τοῖς ἄλλοις | τοῖς
πέλας seclusit Reiskius</note>

<pb n="192"/>
παντάπασιν ἐχρῆν, τὸ δὲ ‘νεῖμαι τοῦ καρποῦʼ σεμνοτέρῳ
ὀνόματι δωρεᾶς ἢ χάριτος ἢ ἄλλου τινὸς τῶν τοιούτων
περιλαβεῖν; ἐῶ ταῦτα. τὴν δὲ τῆς Ἀθηνᾶς δωρεὰν
οὕτως εἴρηκεν· ‘Μετὰ δὲ ταῦτα ἐλαίου γένεσιν, πόνων
<lb n="5"/> ἀρωγήν, ἀνῆκε τοῖς ἐκγόνοις.ʼ περιφράσεις πάλιν ἐνταῦθα
καὶ διθύραμβοι. καὶ τί δεῖ τὰ πλείω λέγειν;
δι᾿ ὅλου γὰρ ἄν τις εὕροι τοῦ λόγου πορευόμενος τὰ
μὲν οὐκ ἀκριβῶς οὐδὲ λεπτῶς εἰρημένα, τὰ δὲ μειρακιωδῶς
καὶ ψυχρῶς, τὰ δὲ οὐκ ἔχοντα ἰσχὺν καὶ
<lb n="10"/> τόνον, τὰ δὲ ἡδονῆς ἐνδεᾶ καὶ χαρίτων, τὰ δὲ διθυραμβώδη
καὶ φορτικά. ἐγὼ δʼ ἠξίουν πάντα γενναῖα
εἶναι καὶ σπουδῆς ἄξια. Πλάτων γάρ ἐστιν ὁ ταῦτα
γράφων, ὃς εἰ μὴ καὶ τὰ πρωτεῖα οἴσεται τῆς λέξεως,
περί γε τῶν δευτερείων πολὺν ἀγῶνα παρέξει τοῖς
<lb n="15"/> διαμιλλησομένοις. ἀλλὰ περὶ μὲν τούτων ἅλις.|</p></div></div></body></text></TEI>