ἐῶμεν καὶ τοῦτο, πῶς δὲ τῆς δωρεᾶς αὐτῆς εἶπε 29 τὸ μέγεθος, ἐξετάσωμεν· Ὧι κάλλιστα καὶ ἄριστα τρέφεται τὸ ἀνθρώπειον γένος.ʼ εἰ τῶν ἐπιγείων τις ἡμῶν καὶ χαμαὶ ἐρχομένων ‘κάλλιστα καὶ ἄρισταʼ εἶπεν, ὅσον ἂν ἐκίνησε γέλωτα; πλὴν ἀφείσθω καὶ τοῦτο. Τούτου δὲ τοῦ καρποῦ οὐκ ἐφθόνησεν, ἀλλʼ ἔνειμε καὶ τοῖς ἄλλοις.ʼ εἴ τις βουλήσεται παράδειγμα λαβεῖν μένῃς λέξεως, ἡ τοῦ καρποῦ μὴ φθονήσασα γῆ οὐχὶ πρώτη παρακείσεται; ἐμοὶ μὲν γὰρ δοκεῖ. ἡ δὲ μεταδοῦσα τῶν ἑαυτῆς ἀγαθῶν ἅπασιν ἀνθρώποις καὶ τηλικούτῳ κατασπείρασα πλούτῳ βάρβαρόν τε καὶ Ἑλλάδα γῆν τούτοις ἀξία κοσμεῖσθαι τοῖς ῥήμασιν, ὅτι οὐκ ἐφθόνησε τῶν σπερμάτων καὶ ὅτι ἔνειμεν αὐτὰ τοῖς ἄλλοις; οὐ τοῦ μὲν ‘μὴ φθονῆσαι τοῖς πέλαςʼ οὐδὲ μεμνῆσθαι τοῖς πέλας 4 cf Cratini fr VII M. 7 Menexeni 237e 10 ibid 238a 14 ibid 238a 3 καχλάζων BP 5 κατασκεβῆς ἐλὼν B 8 ἐξἧς B 11 ἀνθρώπεινον P 12 μαι, mg χαμαί P 13 ἂν om Pv ἐκείνησε B 14 τοῦ om P 15 βούλεται βουλήσεται B 16 ante μένης lac XV fere litt M, VII litt B, II—III litt P: suppleas ψυχρῶς ἐσχηματισμένης μένην Pv 17 οὐχὶ mg Bodl: οὐχ ἡ MBPv 20 γῆν MB: γῆ Pv 22 τοῖς ἄλλοις: immo τοῖς πέλας 23 φθονῆναι B1 τοῖς πέλας: immo τοῖς ἄλλοις | τοῖς πέλας seclusit Reiskius παντάπασιν ἐχρῆν, τὸ δὲ ‘νεῖμαι τοῦ καρποῦʼ σεμνοτέρῳ ὀνόματι δωρεᾶς ἢ χάριτος ἢ ἄλλου τινὸς τῶν τοιούτων περιλαβεῖν; ἐῶ ταῦτα. τὴν δὲ τῆς Ἀθηνᾶς δωρεὰν οὕτως εἴρηκεν· ‘Μετὰ δὲ ταῦτα ἐλαίου γένεσιν, πόνων ἀρωγήν, ἀνῆκε τοῖς ἐκγόνοις.ʼ περιφράσεις πάλιν ἐνταῦθα καὶ διθύραμβοι. καὶ τί δεῖ τὰ πλείω λέγειν; δι᾿ ὅλου γὰρ ἄν τις εὕροι τοῦ λόγου πορευόμενος τὰ μὲν οὐκ ἀκριβῶς οὐδὲ λεπτῶς εἰρημένα, τὰ δὲ μειρακιωδῶς καὶ ψυχρῶς, τὰ δὲ οὐκ ἔχοντα ἰσχὺν καὶ τόνον, τὰ δὲ ἡδονῆς ἐνδεᾶ καὶ χαρίτων, τὰ δὲ διθυραμβώδη καὶ φορτικά. ἐγὼ δʼ ἠξίουν πάντα γενναῖα εἶναι καὶ σπουδῆς ἄξια. Πλάτων γάρ ἐστιν ὁ ταῦτα γράφων, ὃς εἰ μὴ καὶ τὰ πρωτεῖα οἴσεται τῆς λέξεως, περί γε τῶν δευτερείων πολὺν ἀγῶνα παρέξει τοῖς διαμιλλησομένοις. ἀλλὰ περὶ μὲν τούτων ἅλις.|