<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0081.tlg006.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="28"><p>ἄξιον δέ, ὃ καὶ περὶ τῆς εὐγενείας τῶν ἀνδρῶν 28
εἴρηκε, τὴν χώραν πρῶτον ἐπαινῶν, ἐξ ἧς ἐγένοντο,
μὴ παρέργως ἰδεῖν. φησὶ δὴ θεοφιλῆ αὐτὴν εἶναι καὶ
<milestone unit="1040"/> παρέχεται τούτου μάρτυρας τοὺς ἀμφισβητήσαντας <lb n="20"/>
περὶ αὐτῆς θεούς, κοινόν τι πρᾶγμα καὶ ὑπὸ πάντων
σχεδὸν τῶν ἐπαινεσάντων τὴν πόλιν εἰρημένον. καὶ
οὐ τοῦτο συκοφαντεῖν ἄξιον, ἀλλά, πῶς ἡρμήνευκεν
αὐτά, καταμαθεῖν· ‘Μαρτυρεῖ δʼ ἡμῖν τῷ λόγῳ ἡ τῶν
<note type="footnote">24 Menexeni 237c</note>
<note type="footnote">3 τὰ λεκτά fort delendum est 6 εἰπὼν] εἶπεν MBP εἶπε
v cf de comp. p 139 R 7 ἡκόν.των una littera erasa M
8 τῷ ἑνικῷ τὸ πληθυντικόν Reiskius: τὸ ἑνικὸν τῷ πληθυντικῷ</note>
<note type="footnote">12 ἂν κατεστήσατο accipe: in ordinem redegisset 16 σφᾶς
v ἡκόντων M2: ἥκοντας M1 BPv ἀλʼ P 17 δὲ καὶ ὃ frustra
Kruger περὶ τῆς εὐγενείας—χώραν iterat P 18 ἐπαινή[ῶ]ν
cum ras M 19 δὴ M: δὲ BPv 24 αὐτά Krudger: αὐτήν | ἡμῶν Π
</note>

<pb n="190"/>
ἀμφισβητησάντων περὶ αὐτῆς θεῶν ἔρις <add cause="omitted">τε καὶ κρίσις</add>.
ἣν δὲ θεοὶ ἐπῄνεσαν, πῶς οὐχ ὑπʼ ἀνθρώπων γε συμπάντων
δικαία ἐπαινεῖσθαι;’ ταπεινή μοι δοκεῖ καὶ
ἄζηλος ἡ λέξις καὶ οὐδὲν ἔχουσα τῆς περιμαχήτου πόλεως
<lb n="5"/> ἄξιον, ὡς ἐμοὶ δοκεῖ. ποῖος γὰρ ἐνθάδε πλοῦτος
ὀνομάτων; ποία σεμνότης; ποῖον ὕψος; τί οὐ μαλακώτερον
τῆς ἀξίας; τί δʼ οὐκ ἐνδεέστερον τῆς ἀληθείας;
οὕτως ἐχρῆν ὑπὸ Πλάτωνος εἰρῆσθαι τὴν Ἀθηνᾶς καὶ
Ποσειδῶνος ὑπὲρ τῆς Ἀττικῆς στάσιν ἔριν τε καὶ
<lb n="10"/> κρίσιν; οὕτως τὸν ἔρωτα, ὃν ἔσχον οἱ θεοὶ τῶν ἐν
αὐτῇ τιμῶν, εἰς φαῦλόν τι καὶ μέτριον ῥῆμα ἀγαγεῖν
ἣν δὲ θεοὶ ἐπῄνεσανʼ εἰπόντα; ἀλλὰ γὰρ ἃ μετὰ
ταῦτα ἐπιτίθησιν εἰς ἔπαινον τῆς γῆς, ὅτι γένος τε <milestone unit="1041"/>
τὸ ἀνθρώπων πρώτη ἐγεννήσατο καὶ καρποὺς ἡμέρους
<lb n="15"/> αὐτῷ συνεξήνεγκεν, ἄξιον ἰδεῖν· Ἐξελέξατο δὲ τῶν
ζῴων καὶ ἐγέννησεν ἄνθρωπον, ὃ συνέσει τε ὑπερέχει
τῶν ἄλλων καὶ δίκην καὶ θεοὺς μόνον νομίζει.᾿ οὐκ
οἶδα, εἴ τι λαμπρότατον ἄλλο πρᾶγμα τούτου εὐτελέστερον
εἴρηται Πλάτωνι καὶ ἰδιωτικώτερον. δῶμεν
<lb n="20"/> αὐτῷ τὸ τοῦ ἀνθρώπου ἐγκώμιον οὕτως εἰπεῖν ὀλιγώρως
καὶ ἀσθενῶς· ἀλλὰ περί γε τῆς τροφῆς αὐτοῦ
γενναίᾳ χρήσεται φράσει· ‘Μόνη γὰρ ἐν τῷ τότε καὶ
πρώτη τροφὴν ἀνθρωπείαν ἤνεγκεν τὸν τῶν πυρῶν
<note type="footnote">15 Menexeni 237d 22 ibid 238a</note>
<note type="footnote">1 ἀμφητησάντων B | τε καὶ κρίσις addidi ex Π 2 ἣν δὴ
Π | συνπάντων B ξυμπάντων Π 3 καὶ ἄζηλος bis B
8 τὴν Hrüdger: τῆς 9 στάσις P | ἔριν τε καὶ κρίσιν del Usener</note>
<note type="footnote">10 κρίσιν] κρίνην B | ὃν om B | τῶν] τὸν M 12 εἰπόντα;
ἀλλὰ Reiskius: εἰπὼν τὰ ἄλλα | ἃ μετὰ] ἅμα τὰ P 13 τε τὸ]
τό τε P τό τʼ v 14 πράτη B 15 αὐτῷ Capperonnier: αὐτῶν
MBP αὐτοῖς Sylburgius 16 ζῶον B 18 εἴ τι Sadaeus: τἰ
ἐπὶ | λαμπρότερον Usener 20 αὐτῶν B 21 περί] πυρί P</note>
<note type="footnote">22 χρήσεται Krüdger: χρήσει καὶ MBP | καὶ πρώτη bis B</note>

<pb n="191"/>
καὶ κριθῶν καρπόν.᾿ ὦ θεοὶ καὶ δαίμονες, ποῦ τὸ
Πλατωνικὸν νᾶμα τὸ πλούσιον καὶ τὰς μεγάλας κατασκευὰς
καχλάζον; οὕτως μικρολογεῖ καὶ κατὰ στράγγα
ῥεῖ τὸ δωδεκάκρουνον ἐκεῖνο στόμα τοῦ σοροῦ; ἐταμιεύσατο
νὴ Δία καὶ ὑφῆκε τῆς κατασκευῆς ἑκών, ἴσως <lb n="5"/>
τις ἐρεῖ. καὶ πῶς; ὃς οὐκ οἴεται τὸ γάλα σεμνὸν
εἶναι ὄνομα, ἀλλὰ πηγὴν τροφῆς αὐτὸ μετονομάζει διὰ
τῶν ἐξῆς.</p></div></div></body></text></TEI>