<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0081.tlg006.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="26"><p> ἀκούσωμεν δὲ αὐτοῦ, πῶς λέγει· ‘Ἔργων γὰρ εὖ
<lb n="21"/> πραχθέντων λόγῳ καλῶς ῥηθέντι μνήμη καὶ κόσμος
τοῖς πράξασι γίνεται παρὰ τῶν ἀκουσάντων.’ ἐνταῦθα
τοῖς μὲν ἔργοις ὁ λόγος ἀντίκειται, τῷ δὲ
πραχθῆναι τὸ ῥηθῆναι, μετωνόμασται δὲ ἀντὶ τοῦ εὖ
<note type="footnote">20 Menexeni 236e cf Dionys. de comp p 49 R</note>
<note type="footnote">1 ταυ . . . επεῖν in mg ταυτον εἴ B 2 πλείωνι P | ἐρμε-
νείαν P1 4 εἷς] εἴς το B 6 περιττὸν M: περὶ τὸν P περὶ
τὸν περιττὸν B τῆς bis P 13 lac IV litt M, V— VI B, VI P:
suppleuit Sadaeus 17 Γοργίεια Reiskius: γόργεια 18 παρα-
σώσεις P | λόγω BP 20 ἔργων Π: τῶν MP τῶν τῶν B
21 λόγῳ om P 22 πράξασι] πρασι B 24 μετονόμασθαι M1 |
δ᾿ Pv</note>

<pb n="185"/>
τὸ καλῶς, παρισοῦται δὲ τὰ τρία μόρια τοῦ λόγου
τοῖς τρισί. τοῦ δὲ ἀσφαλῶς βῆναι τὴν περίοδον ἕνεκα
<milestone unit="1034"/> καὶ οὐθενὸς ἀναγκαίου, τέλος ἤδη τῆς διανοίας
ἐχούσης, προσείληπται τὸ παρὰ τῶν ἀκουσάντων. ἆρά
γε ὁμοίως ἡρμήνευται ὁ αὐτὸς νοῦς οὑτοσὶ τοῖς ποιηταῖς, <lb n="5"/>
οὓς περιφρονεῖ καὶ ἀπελαύνει τῆς πολιτείας ὁ
φιλόσοφος, ἢ κάλλιον καὶ γενναιότερον; ‘Πρέπει δ᾿
ἐσλοῖσιν ὑμνεῖσθαι <gap reason="omitted"/> καλλίσταις ἀοιδαῖς. τοῦτο γὰρ
ἀθανάτοις τιμαῖσι ποτιψαύει μόνον· ῥηθὲν <gap reason="omitted"/> θνᾴσκει
δὲ σιγαθὲν καλὸν ἔργον.’ Πίνδαρος τοῦτο πεποίηκεν <lb n="10"/>
εἰς Ἀλέξανδρον τὸν Μακεδόνα, περὶ τὰ μέλη καὶ τοὺς
ῥυθμοὺς μᾶλλον ἢ περὶ τὴν λέξιν ἐσπουδακώς. Πλάτων
δέ, ὃς ἐπαγγέλλεται σοφίαν, τρυφεροῖς καλλωπίζει
καὶ περιέργοις σχήμασι τὴν φράσιν. καὶ οὔπω τοῦθʼ
<milestone unit="1035"/> κανόν, ἀλλὰ καὶ ἐν τῇ μετ᾿ αὐτὴν περιόδῳ τὰ αὐτὰ <lb n="15"/>
ποιῶν φανήσεται. φησὶ γάρ· Δεῖ δὴ τοιούτου τινὸς
λόγου, ὅστις τοὺς μὲν τετελευτηκότας ἱκανῶς ἐπαινέσει,
τοῖς δὲ ζῶσιν εὐμενῶς παραινέσει.᾿ οὐκοῦν ἐπίρρημα
ἐπιρρήματι ἀντιπαράκειται καὶ ῥήματι ῥῆμα, τὸ
μὲν ἱκανῶς τῷ εὐμενῶς, τῷ δʼ ἐπαινέσει τὸ παραινέσει, <lb n="20"/>
καὶ ταῦτα πάρισα· οὐ Λικύμνιοι ταῦτ᾿ εἰσὶν οὐδʼ Ἀγάθωνες
<note type="footnote">7 Pindari fr 121 Bergkii 16 Menexeni 236e</note>
<note type="footnote">1 παρισοῦται Kiessling in mg, Sadaeus: παρισοῦνται MB
παροισοῦνται P μήρια P 4 ἐχούσας P 5 οὑτοσὶ] οὐ τισὶ B</note>
<note type="footnote">8 δʼ ἐσλοῖσιν Sylburgius: δὲ ὅλοισιν lacunam post ὑμνεῖ-
σθαι metrum insimulat, alii alia supplent 9 τιμαῖς Boeckh
μόνον ῥηθέν· MBP ῥηθέν delent Bothe et Boeckh. fort ποτι-
ψαύει μόνον· ῥηθὲν 〈μένει,〉 θνᾴσκει δὲ κτλ θνάσκει MBPv</note>
<note type="footnote">10 δὲ σιγαθὲν Barnes: δʼ ἐπιταθὲν 13 ὃς] ὣς B ὡς P
ἐπαγγέ[λλ]εται cum ras M καλλωπίζειν BP 15 ἱκανόν] ἰμα-
νιὸν B μεταυτὴν M μετὰ ταύτην Sadaeus 17 τετελευκότας B
τελευτηκότας ἐπαινέσεται Π 18 παραινέσεται Π 19 ἀντιν-
παράκειται] παράκειται MBPv 21 ο . . . κύμνιοι M
</note>

<pb n="186"/>
οἱ λέγοντες ‘ὕβριν ἤ <add cause="omitted">κύ</add>πριν μισθῷ ποθὲν ἢ
μόχθον πατρίδων,ʼ ἀλλʼ ὁ δαιμόνιος ἑρμηνεῦσοι Πλάτων.
καὶ οὐ τοῖς σχήμασιν ἐπιτιμῶ· φέρει γάρ ποτε
καὶ ταῦτα τοῖς λόγοις ὥραν. οὗ χάρι<add cause="omitted">ν οὐ ψέγω</add> οὐδʼ
<lb n="5"/> αὐτὴν τὴν ἐπιτήδευσιν αὐτῶν καὶ τὴν ἀκαιρίαν <add cause="omitted">μόνην
μέμφο</add>μαι καὶ μάλιστα ὅταν ὑπὸ τοιούτου γίνηται
ἀνδρός, ᾧ κανόνι ὀρθοεπείας χρήσασθαι ἀξιοῦμεν. ἐν
γὰρ δὴ τῷ αὐτῷ λόγῳ τούτῳ κἀκεῖνά ἐστιν· Ὧν <milestone unit="1036"/>
δʼ οὔτε ποιητής πω δόξαν ἀξίαν ἐπʼ ἀξίοις λαβὼν ἔχει,ʼ
<lb n="10"/> καὶ αὖθις· ‘Τειχισαμένη καὶ ναυπηγησαμένη, ἐκδεξαμένη
τὸν πόλεμον,ʼ καὶ ἔτι· Ὧν ἕνεκα καὶ πρῶτον καὶ
ὕστατον καὶ διὰ παντὸς πᾶσαν πάντως προθυμίαν
πειρᾶσθε ἔχειν,ʼ καὶ πάλιν· ‘Φέροντες μὲν τὰς συμφορὰς
ἀνδρείως δόξουσι τῷ ὄντι ἀνδρείων παίδων πατέρες
<lb n="15"/> εἶναι,ʼ κἀκεῖνά γε ἔτι· ‘Τοὺς μὲν παιδεύοντες
κοσμίως, τοὺς δὲ γηροτροφοῦντες ἀξίως,ʼ καὶ πάλιν
που· ‘Καὶ αὐτὸς δέομαι ὑυπὲρ ἐκείνων, τῶν μὲν μιμεῖσθαι
<note type="footnote">1 cf tragg fr p 769, 31 N 8 Menexeni 239c 10 ibid 245b</note>
<note type="footnote">11 ibid 247d 13 ibid 247d 15 ibid 248d 17 ibid 248e</note>
<note type="footnote">1 ἢ κύπριν M. Schmidt: ἢ . . . πριν M ἦν . . . . . . . πρὶν B
ἢ πριν Pv μισθὸν πόθων (πόθεν B) ἢ μόχθον Ἀτρειδῶν?
(πραπίδων M. Schmidt) alia Schmidt Jos. Klein Gompertz Weil</note>
<note type="footnote">2 δ . . . νιος M 3 ἐπιτιμῶ] ἐπι cum lac V litt M
4 ὥραν οὐ χαρ lac X—XII litt τὴν τὴν ἐπιτήδευσιν αὐτῶν καὶ
τὴν ἀκαι lac XIV—XVI litt μαι· καὶ μάλιστα M ὥραν οὐ χαρι
lac VI litt οὐδʼ αὐτὴν τὴν ἐπιτήδευσιν αὐτῶν καὶ τὴν ἀκαιρίαν
αὐτῶν καί μαι μάλιστα B ὥραν οὐ χαρ lac XI litt οὐδʼ αὐτὴν
τὴν ἐπιτήδευσιν αὐτῶν καὶ τὴν ἀκαιρίαν αὐτῶν μαι καὶ μάλιστα
P ex quo pendet v solum μαι omittens: restitui et suppleui</note>
<note type="footnote">6 γένηται Pv 10 τειχισάμενος corr in τειχισαμένη P
δὲ post τειχισαμένη Πv 14 δόξουσι ΠΔ p 1047: δοξάζουσι
MBP 15 καὶ κεῖνα corr in κἀκεῖνα B ἔτι Sylburgius: ὅτι
παιδεύοντες —17 τῶν μὲν om B 16 κοσμίους P 17 μιμεῖσθαι
Π: μισεῖσθαι MBP</note>

<pb n="187"/>
τοὺς ἑαυτῶν, τῶν δὲ καρτερεῖν ὑπὲρ ἑαυτῶν,ʼ
καὶ ταυτί· ʼΠολιτεία γὰρ ἀνθρώπων τροφή ʼστι καὶ
ἡ μὲν ἀγαθὴ ἀγαθῶν, μὴ καλὴ δὲ κακῶν.ʼ κἀκεῖνα
δʼ ἔτι· ‘Νικήσαντες μὲν τοὺς πολεμίους, λυσάμενοι δὲ
<milestone unit="1037"/> τοὺς φιλίους, ἀναξίου τύχης τυχόντες.ʼ πολύς ἐστι <lb n="5"/>
τῶν τοιούτων σχημάτων ὄχλος δἰ ὅλου τοῦ ἐπιταφίου.
ἀλλʼ ἐάσας τὸ περὶ τούτων ἀκριβολογεῖν ἐπʼ ἐκεῖνά
τʼ ἐλεύσομαι καί μοι πάνυ μὲν αἰδουμένῳ καὶ ὀκνοῦντι
εἰπεῖν, ὅμως δʼ εἰρήσεται, ὅτι παχύτητος καὶ ἀδυνασίας
ἔδοξεν εἶναι μηνύματʼ αὐτά.</p><lb n="10"/></div></div></body></text></TEI>