λαμβανέσθω δὲ πρότερος Πλάτων, καὶ ἐπειδὴ μέγα 24 φρονεῖν ἔοικεν ἐπί τε ἀκριβείᾳ καὶ σεμνότητι ὀνομάτων, ταῦτα ἐπὶ τῶν αὐτοῦ βασανίσω, ἀρξάμενος, ὅθεν περ κἀκεῖνος, τοῦ λόγου· ‘Ἔργῳ μὲν ἡμῖν οἵδε ἔχουσι τὰ προσήκοντα σφίσιν αὐτοῖς, ὧν τυχόντες πορεύονται τὴν εἱμαρμένην πορείαν.ʼ ἡ μὲν εἰσβολὴ θαυμαστὴ καὶ πρέπουσα τοῖς ὑποκειμένοις πράγμασι κάλλους τε ὀνομάτων ἕνεκα καὶ σεμνότητος καὶ ἁρμονίας, τὰ δʼ ἐπιλεγόμενα οὐκέθʼ ὅμοια τοῖς πρώτοις, αὐτίκα τό · προπεμφθέντες κοινῇ μὲν ὑπὸ τῆς πόλεως, ἰδίᾳ δὲ ὑπὸ τῶν οἰκείων.ʼ ἐν γὰρ τῷ πάντα τὰ προσήκοντα σφίσιν αὐτοῖς ἔχειν τοὺς θαπτομένους ἐνῆν καὶ τὸ προπεμφθῆναι τὰ σώματʼ αὐτῶν ἐπὶ τὰς ταφὰς δημοσίᾳ τε καὶ ἰδίᾳ. ὥστε οὐκ ἀναγκαῖον ἦν πάλιν ταὐτὸ λέγειν· εἰ μὴ κράτιστον ἀπάντων τῶν περὶ τὰς ταφὰς νομίμων τοῦτο ὑπελάμβανεν ὁ ἀνὴρ εἶναι, λέγω δὴ τὸ παρεῖναι πολλοὺς ταῖς ἐκκομιδαῖς, καὶ οὐθὲν ἄτοπον ἐδόκει ποιεῖν συμπεριλαβών τε αὐτὸ τοῖς ἄλλοις καὶ χωρὶς ὑπὲρ αὐτοῦ μόνου λέγων. ἠλίθιος ἄρα τις ἦν, εἰ τοῦτον ἐδόκει τοῖς τελευτήσασι λαμπρότατον εἶναι τῶν κόσμων, οἷς ἡ πόλις αὐτοὺς ἐκόσμει. ἵνα γὰρ ἀφῶ πάντα τὰ ἄλλα, τὸ δημοσίᾳ γηροτροφεῖσθαι 4 Menexeni 236 d 1 δὴ Pv 6 εἱμαρμένην MBPv 7 κάλους M 8 ἁρμο- νίας B 9 τό add Usener 11 τὰ om B 12 τοὺς in spatio VIII litt suppl M2 om cum lac IV litt BP προπεμφῆναι M 13 σώματʼ αὐτῶν M: σώματα τῶν PB 14 lac IV litt B nulla in M P: suppl Sylburgius ἀναγκαῖον— κράτιστον] α cum spatio VI litt M cetera omittens 15 ἀπάντων Vliet: lac VI litt B, X fere P 17 δὲ Krüger 18 συμπεριλαβον M 1 19 ἠλίθιος— τελευ desunt in B, qui deinde τὸ σαισι habet pro τήσασι 20 τοῖς om Pn 21 τῶν κόσμων Sylburgius: τὸν κόσμον τοὺς πατέρας αὐτῶν ἄχρι θανάτου καὶ παιδεύεσθαι τοὺς υἱεῖς ἕως ἥβης πόσῳ κρεῖττον ἦν τοῦ προπέμπεσθαι τὰ σώματα δημοσίᾳ; ἐμοὶ μὲν δοκεῖ μακρῷ. οὐκοῦν οὐκ ἀναγκαία, Πλάτων, ἥδε ἡ προσθήκη. ἀλλʼ ἄρα γε εἰ μὴ τοῦ ἀναγκαίου, κάλλους γε ἢ τῶν ἄλλων τινὸς τῶν ἐπιθέτων ἕνεκα κόσμων παρείληπται τὸ κῶλον αὐτῷ τουτί; πολλοῦ γε καὶ δεῖ· πρὸς γὰρ τῷ μηδὲν ἔχειν σπουδῆς ἄξιον μήτε κατὰ τὴν ἐκλογὴν τῶν ὀνομάτωνγ μήτε κατὰ τὴν σύνθεσιν προσδιαφθείρει καὶ τὴν πρὸ αὐτοῦ περίοδον, λυμαίνεται γοῦν τήν τε συμμετρίαν αὐτῆς καὶ τὴν εὐφωνίαν. νῦν μὲν γὰρ δυσὶ περιλαμβανομένη κώλοις σύμμετρός ἐστι καὶ ἐναρμόνιος καὶ στρογγύλη καὶ βάσιν εἴληφεν ἀσφαλῆ· ἐὰν δὲ προσλάβῃ τουτὶ τὸ κῶλον, ἅπαντα ταῦτα ἀπεκρίθησαν, καὶ μεταλήψεται τὸν ἱστορικὸν ἀντὶ τοῦ λογικοῦ τύπον. εἰ δὲ χωρίσαντες τοῦτο τὸ κῶλον ἀπὸ τῶν προηγουμένων αὐτὸ καθʼ αὐτὸ ἐξοίσομεν, οὔτε περίοδος ἡμῖν γενήσεται καθʼ ἑαυτὸ γενόμενον οὕτε ὖθος ἢ πάθος ἔξει μὰ Δία οὕτε ἄλλην πειθὼ καὶ χάριν οὐδεμίαν. εἰ δὴ μήτε τοῦ ἀναγκαίου χάριν ἡ προσθήκη παρείληπται μήτε τοῦ περιττοῦ (περὶ ταῦτα δὲ καὶ ἐν τούτοις ἡ τῆς λέξεως κατασκευή), τίς ἂν τοῦτο ἔτι ἕτερον ὀνομάσειεν εἰ μὴ τοῦθʼ 1 πατέρας — παιδεύεσθαι τοὺς om Pv ἀχρὶ M 2 προ- πέμεθαι P 4 Πάτων uocatiuum interpunctione saepsi: Πλά- τωνι BP v ἥδε ἡ] ἢ P 5 κάλους BP 7 πρὸς γὰρ— 9 σύν- θεσιν om Pv 8 lacunam detexit et suppleuit Sadaeus 10 αὐτοῦ Sylburgius: αὐτῆς MP αὐτὴν B 11 εὐφρώνιαν B 13 καὶ bis P 14 τὸ om Pv 15 ἱστοριστικὸν B 16 τοῦτο τί B] τουτὶ τὸ ? 18 οὔτε Sadaeus: οὐ καθʼ ἑαυτὸ γενόμενον seclusit idem 19 οὔτ᾿ Pv οὔτʼ Pv 22 περὶ ταῦτα] περιαιρεῖται frustra Kiessling καὶ ἀν B] κἀν? 23 τίς ἂν] τί ἄν τις Kiessling ὅπερ ἐστὶν ἀληθῶς, ἀκαιρίαν. τούτοις ἐκεῖνα ἐπιτίθησιν ὁ ἀνήρ· ῾Λόγῳ δὲ δὴ τὸν λειπόμενον κόσμον ὅ τε νόμος προστάττει τούτοις ἀποδοῦναι. τοῖς ἀνδράσι καὶ χρή.ʼ τὸ καὶ χρὴ πάλιν ἐνταῦθαγ κείμενον ἐπὶ τελευτῆς τίνος ἕνεκα παρείληπται καὶ διὰ τί; πότερα σαφεστέραν ποιῆσαι τὴν λέξιν; ἀλλὰ καὶ χωρὶς τῆς προσθέσεως ταύτης ἐστὶ σαφής. εἴ γε οὖν οὕτως εἶχε· ῾Λόγῳ δὲ δὴ τὸν λειπόμενον κόσμον ὁ νόμος ἀποδοῦναι προστάττει τοῖς ἀνδράσι,ʼ τίς ἂν ταύτην ἐμέμψατο ὡς οὐ σαφῆ; ἀλλὰ τοῦτο ἥδιον ἀκουσθῆναι καὶ μεγαλοπρεπέστερον; πᾶν μὲν οὖν τοὐναντίον ἠφάνικεν αὐτῆς τὸ σεμνὸν καὶ λελύμανται. καὶ τοῦτο οὐ λόγῳ δεῖ μαθεῖν ἕκαστον, ἀλλʼ ἐκ τῶν ἑαυτοῦ γνῶναι παθῶν. ταῖς γὰρ ἀλόγοις αἰσθήσεσιν ἅπαντα τὰ ὀχληρὰ καὶ ἡδέα κρίνεται, καὶ οὐθὲν δεῖ ταύταις οὕτε διδαχῆς οὔτε παραμυθίας.