23 ἀλλὰ γάρ, ἴνα μὴ περὶ ταῦτα διατρίβων ἀναγκασθῶ παραλιπεῖν τι τῶν περιλειπομένων, Ἰσοκράτην μὲν καὶ τὸν χαρακτῆρα τῆς ἀγωγῆς ἐκείνης ἐάσω, περὶ δὲ Πλάτωνος ἤδη διαλέξομαι τά γʼ ἐμοὶ δοκοῦντα μετὰ παρρησίας, οὐθὲν οὔτε τῇ δόξη τἀνδρὸς προστιθεὶς οὕτε τῆς ἀληθείας ἀφαιρούμενος, καὶ μάλιστα ἐπεί τινες ἀξιοῦσι πάντων αὐτὸν ἀποφαίνειν φιλοσόφων τε καὶ ῥητόρων ἑρμηνεῦσοι τὰ πράγματα δαιμονιώτατον παρακελεύονταί τε ἡμῖν ὅρῳ καὶ κανόνι χρῆσθαι καθαρῶν ἅμα καὶ ἰσχυρῶν λόγων τούτῳ τῷ ἀνδρί. ἤδη δέ τινων ἥκουσα ἐγὼ λεγόντων, ὡς, εἰ καὶ παρὰ θεοῖς διάλεκτός ἐστιν, ἢ τὸ τῶν ἀνθρώπων κέχρηται γένος, οὐκ ἄλλως ὁ βασιλεύς ὢν αὐτῶν διαλέγεται θεὸς ἢ ὡς λάτων. πρὸς δὴ τοιαύτας ὑπολήψε εις καὶ τερατείας ἀνθρώπων ἡμιτελῶν περὶ λόγους, οἱ τὴν εὐγενῆ κατασκευὴν οὐκ ἴσασιν ἢ τίς ποτʼ ἐστὶν οὐδὲ δύνανται, πᾶσαν εἰρωνείαν ἀφείς, ὡς πέφυκα, διαλέξομαι. ὃν δὲ ἀξιῶ τρόπον ποιήσασθαι τὴν ἐξέτασιν αὐτοῦ, βούλομαι προειπεῖν. ἐγὼ τὴν μὲν ἐν τοῖς διαλόγοις δεινότητα τοῦ ἀνδρὸς καὶ μάλιστα ἐν οἷς ἂν φυλάττῃ τὸν Σωκρατικὸν χαρακτῆρα, ὥσπερ ἐν τῷ Φιλήβῳ, πάνυ ἄγαμαί 13 scnolion τάχα τοῦ Κικἑρωνος B cf Bruti 121 1 ἦ πον B τό τε Pv ἐπὶ τῶν] τῶν Krüdger 7 δόξει P 11 κανόνι ὡ| τατον καὶ κανόνι B καθαρὸν M 12 καὶ om P λόγων Sylburgius: ὁ λόγος 15 βασιλεὺς ὢν] βασι- λεύων? | διαλέται P 16 καί τε τερατείας MBP sed in M τε postea deletum est 18 ἔστιν B οὐδʼ 〈ἰδεῖν〉 ci Usener | δύ- ναται B 19 ante πᾶσαν spatium est in editionibus. συνιδεῖν excidisse Reiskius putauit εἰρωνίαν P ὥσπέρ φυκα B 22 φυλάττει P τε καὶ τεθαύμακα, τῆς δʼ ἀπειροκαλίας αὐτὸν οὐδεπώποτʼ ἐζήλωσα τῆς ἐν ταῖς ἐπιθέτοις κατασκευαῖς, ὥσπερ ἔφην καὶ πρότερον, καὶ πάντων ἥκιστα ἐν οἷς ἂν εἰς πολιτικὰς ὑποθέσεις συγκαθεὶς. ἐγκώμια καὶ ψόγους κατηγορίας τε καὶ ἀπολογίας ἐπιχειρῇ γράφειν. ἕτερος γάρ τις αὑτοῦ γίνεται τότε καὶ καταισχύνει τὴν φιλόσοφον ἀξίωσιν. κἀμοί γε πολλάκις ἐπῆλθεν εἰπεῖν ἐπὶ τῶν τοιούτων αὐτοῦ λόγων, ὃ πεποίηται παρʼ Ὁμήρῳ πρὸς τὴν Ἀφροδίτην ὁ Ζεὺς λέγων· Οὕ τοι, τέκνον ἐμόν, δέδοται πολεμήια ἔργα, ἀλλὰ σύ γʼ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο Σωκρατικῶν διαλόγων, ταῦτα δὲ πολιτικοῖς καὶ ῥήορσιν ἀνδράσι μελήσει. ποιοῦμαι δὲ τῆς ἐμαυτοῦ δόξης κοινούς κριτὰς τοὺς φιλολόγους ἅπαντας, ὑπεξαιρούμενος, εἴ τινές εἰσι φιλότιμοι καὶ πρὸς τὰς δόξας ἀλλὰ μὴ πρὸς τὴν ἀλήθειαν κρίνοντες τὰ πράγματα. τὸ μὲν οὖν ἐκλέγειν ἐξ ἀπάντων αὐτοῦ τῶν λόγων, εἴ τι κάκιστον εἴρηται, ὃ ποιοῦσιν ἕτεροί τινες, κἄπειτα τούτοις ἀντιπαρατιθέναι τὴν κράτιστα ἔχουσαν Δημοσθένους λέξιν οὐκ ἐδοκίμαζον, τὸ δʼ ἐκ τῶν ἀμφοτέρων μάλιστα εὐδοκιμούντων, ταῦτα παρʼ ἄλληλα θεὶς ἐξετάζειν τὰ κρείττω τοῦτʼ ἔδοξʼ εἶναι δίκαιον, καὶ ἐπʼ αὐτὸ τοδὶ τρέψομαι τὸ μέρος. δικανικὸς μὲν οὖν 10 Hom Ε 428 sq 1 δὲ B 2 ʼζηλωσα P 4 συγκαθεὶς Reiskius: συγκρα- θεὶς 5 ψόφους B 6 αὐτοῦ MBP: corr v κατασχύνει P 7 κἀμοί] καί μοί M BPv 10 τέκνων B 11 γάμοιο certatim delent, sed cf Plut de superstitione 169e 15 φιλοτότιμοι B 20 οὐ δοκιμάζον P παρʼ ἀμφοτέροις Sylburgius παρʼ ἀμ- φοτέρῳ Sadaeus 21 παράλληλα MBP 22 ἔδοξα Krüger: ἔδοξεν 23 τοδὶ] δὴ MBPv λόγος εἷς ἐστι Πλάτωνι, Σωκράτους ἀπολογία, δικαστηρίου μὲν ἢ ἀγορᾶς οὐδὲ θύρας ἰδών, κατʼ ἄλλην δέ τινα βούλησιν γεγραμμένος, οὔτʼ ἐν λόγοις τόπον ἔχων οὔτʼ ἐν διαλόγοις. τοῦτον μὲν οὖν ἐῶ. δημηγορία δὲ οὐδεμία, πλὴν εἴ τις ἄρα τὰς ἐπιστολὰς βούλεται δημηγορίας καλεῖν. ἀφείσθωσαν δὴ καὶ αὗται. ἐγκώμια δʼ ἐν τῷ συμποσίῳ πολλὰ μὲν ἔρωτος, ὧν ἔνια οὐκ ἄξια σπουδῆς, ἔν δὲ Σωκράτους ὁποῖον δή ποτε· οὐθὲν γὰρ δέομαι νῦν γε περὶ τούτου λέγειν. κράτιστος δὴ πάντων τῶν πολιτικῶν λόγων ὁ Μενέξενος, ἐν ᾧ τὸν ἐπιτάφιον διεξέρχεται λόγον, ὡς μὲν ἐμοὶ δοκεῖ, Θουκυδίδην παραμιμούμενος, ὡς δὲ αὐτός φησιν, Ἀρχίνῳ καὶ Δίωνι τοῦτον δὴ παραλήψομαι τὸν λόγον καὶ παρʼ αὐτὸν ἐξετάσω Δημοσθένους λέξεις τινάς, οὐκ ἐκ τοῦ ἐπιταφίου · τοῦτον μὲν γὰρ οὐχ ἡγοῦμαι ὑπʼ ἐκείνου τοῦ ἀνδρὸς γεγράφθαι· ἀλλʼ. ἐκ τῶν ἄλλων αὐτοῦ λόγων, ὅσοι περί τε τοῦ καλοῦ καὶ τῆς ἀρετῆς εἴρηνται, μᾶλλον δʼ ἐξ ἑνὸς ἀγῶνος· οὐ γὰρ ἔχω καιρὸν ὅσοις βούλομαι παραδείγμασι χρήσασθαι, πάντων μάλιστα βουληθεὶς ἄν. τοιοῦτος μὲν δή τις ὁ τρόπος ἔσται μοι τῆς συγκρίσεως. 13 cf Plato Menexeni 234 b 3 βάλησιν P τύπον mg M 4 τοῦτον Reiskius: τοῦτο 6 ἀφίσθωσαν P ἀφίστωσαν v αὗται Krüger; αὐταὶ 7 τῷ συμφέροντι τὸ συμποσίῳ P 8 ἓν δὲ] οὐδὲ MBPv ὁποῖόν τι δή P 9 γε Sadaeus: δὲ νῦν δʼ οὐθὲν δέομαι P v κράτιστον M1BΡ 10 δὲ δὴ Krüger 12 Θουκυδίὲων B φησι B 13 ἀρχίω P Ἀρχῖνον καὶ Δίωνα v ἢ Δίωνι Usener cl Menexeni 234b lacunam indicauit ἀγωνιζόμενος siue διαμιλλώμενος add Kiessling 15 τοῦ ἐπιταφίου· τοῦτον Cobet: τούτου· τὸν 17 λόγον P 18 δὲ B 20 τοιούτοις B δὴ Sadaeus οὖν Syl- burgius: ἂν 21 συκρίσεως B