<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0081.tlg006.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="22"><p>22 ὅταν μέν τινα τῶν Ἰσοκράτους ἀναγινώσκω λόγων,
<lb n="11"/> εἴτε τῶν πρὸς τὰ δικαστήρια καὶ τὰς ἐκκλησίας γεγραμμένων
ἢ τῶν <gap reason="omitted"/> ἐν ἤθει σπουδαῖος γίνομαι καὶ πολὺ
τὸ εὐσταθὲς ἔχω τῆς γνώμης, ὥσπερ οἱ τῶν σπονδείων
αὐλημάτων ἢ τῶν Δωρίων τε κἀναρμονίων μελῶν
<lb n="15"/> ἀκροώμενοι. ὅταν δὲ <add cause="omitted">τῶν</add> Δημοσθένους τινὰ λάβω
λόγων, ἐνθουσιῶ τε καὶ δεῦρο κἀκεῖσε ἄγομαι, <milestone unit="1022"/>
πάθος ἕτερον ἐξ ἑτέρου μεταλαμβάνων, ἀπιστῶν, ἀγωνιῶν,
δεδιώς, καταφρονῶν, μισῶν, ἐλεῶν, εὐνοῶν,
ὀργιζόμενος, φθονῶν, ἅπαντα τὰ πάθη μεταλαμβάνων,
<lb n="20"/> ὅσα κρατεῖν πέφυκεν ἀνθρωπίνης γνώμης· διαφέρειν
τε οὐδὲν ἐμαυτῷ δοκῶ τῶν τὰ μητρῷα καὶ τὰ κορυβαντικὰ
καὶ ὅσα τούτοις παραπλήσιά ἐστι, τελουμένων,
εἴτε ὀσμαῖς ἐκεῖνοί γε <gap reason="omitted"/> εἴτε ἤχοις εἴτε τῶν δαιμό-
νων πνεύματι αὐτῶν κινούμενοι τὰς πολλὰς καὶ ποικίλας
<note type="footnote">1 περιτετόρευται P v 2 ὀνόμασιν Pv 3 κέχρηται M, B mg:
χρῆται P, B in textu | τόνος B 5 πέρα M: πέρα καὶ B παρὰ P</note>
<note type="footnote">8 λέξις BP 9 μόνον Pv 12 hiatum notauit Sylburgius
ἔθει v | σημείωσαι P mg 14 κἀναρμονίων] καὶ ἐναρμονίων M
καὶ ἁρμονίων BPv μερῶν BPv 15 τῶν add Krüger
16 λόγον Sylburgius κἀκεῖσαι P 18 ἐλέων P 20 πέφυκεν
om Pv 23 hiatum indicaui, desideratur εἴτʼ ὄψεσιν | εἴτε
τῶν δαιμόνων bis B | τῶν] τῷ Sadaeus 24 αὐτῶν] αὐτῷ
MBPv</note>

<pb n="177"/>
ἐκεῖνοι λαμβάνουσι φαντασίας. καὶ δή ποτε καὶ
ἐνεθυμήθην, τί ποτε τοὺς τότε ἀνθρώπους ἀκούοντας
αὐτοῦ λέγοντος ταῦτα πάσχειν εἰκὸς ἦν. ὅπου γὰρ
ἡμεῖς οἱ τοσοῦτον ἀπηρτημένοι τοῖς χρόνοις καὶ οὐθὲν
πρὸς τὰ πράγματα πεπονθότες οὕτως ὑπαγόμεθα καὶ <lb n="5"/>
κρατούμεθα καί, ὅποι ποτʼ ἂν ἡμᾶς ὁ λόγος ἄγῃ, πορευόμεθα,
πῶς τότε Ἀθηναῖοί τε καὶ οἱ ἄλλοι Ἕλληνες
<milestone unit="1023"/> ἤγοντο ὑπὸ τοῦ ἀνδρὸς ἐπὶ τῶν ἀληθινῶν | τε
καὶ ἰδίων ἀγώνων, αὐτοῦ λέγοντος ἐκείνου τὰ ἑαυτοῦ
μετὰ τῆς ἀξιώσεως, ἧς εἶχε, τὴν αὐτοπάθειαν καὶ τὸ <lb n="10"/>
παράστημα τῆς ψυχῆς ἀποδεικνυμένου, κοσμοῦντος
ἅπαντα καὶ χρωματίζοντος τῇ πρεπούσῃ ὑποκρίσει, ἧς
δεινότατος ἀσκητὴς ἐγένετο, ὡς ἅπαντές τε ὁμολογοῦσι
καὶ ἐξ αὐτῶν ἰδεῖν ἔστι τῶν λόγων, ὧν ἄρτι προηνεγκάμην,
οὓς οὐκ ἔνι τῷ βουλομένῳ ἐν ἡδονῇ ὡς ἀνάγνωσμα <lb n="15"/>
διελθεῖν, ἀλλʼ αὐτοὶ διδάσκουσι, πῶς αὐτοὺς
ὑποκρίνεσθαι δεῖ, νῦν μὲν εἰρωνευόμενον, νῦν δὲ
ἀγανακτοῦντα, νῦν δὲ νεμεσῶντα, δεδιττόμενόν τε αὖ
καὶ θεραπεύοντα καὶ νουθετοῦντα καὶ παρορμῶντα
καὶ πάνθʼ, ἃ βούλεται ποιεῖν ἡ λέξις, ἀποδεικνύμενον <lb n="20"/>
ἐπὶ τῆς προφορᾶς. εἰ δὴ τὸ διὰ τοσούτων <add cause="omitted">ἐτῶν</add>
ἐγκαταμισγόμενον τοῖς βυβλίοις πνεῦμα τοσαύτην
ἰσχὺν ἔχει καὶ οὕτως ἀγωγόν ἐστι τῶν ἀνθρώπων,
<note type="footnote">1 ἐκεῖνοι uacat 2 τότʼ v M (?) 3 ταῦτα] τὰ τοιαῦτα
Krüger 4 ἡμ[εῖς] M cum ras 5 ὑπαγόμεθα cum lac IX
litt om M 8 ἤγοντο] ἔχοντο B 11 τῆς ψυχροῦ τῆς ψυχῆς B |
ἀποδειγνυμένου BP 12 χρηματίζοντος v 13 ἀσκητὴς] ἀθλη-
τὴς Kiessling 14 προνεγκάμην P 15 ἔνι] ἐν M | ἡδονῆς B |
ἀνάγνωμα Pv 18 νεμεσοῦντα B et corr in νεμεσωντα P | τε αὖ
καὶ M: μὲν δὴ (δὲ ?) τη (τε ?) καὶ αὐ καὶ B αὖ καὶ Pv 20 παν
ἢ B in textu, πάνθʼ ἃ B1 mg 21 ἐτῶν add Cobet 22 ἐγκατα-
μισγόμενον Sylburgius: ἐγκαταμιγόμενον MBP ἐγκαταμιγνύμε-
νον v | βιβλίοις M 23 ἀγωγόν ἐστι τῶν ἀνθρώπων] ἄγον ἐπὶ
τῶν αὐτῶν MBP ἄγων ἐπὶ τῶν αὐτῶν v
</note>

<pb n="178"/>
ἦ που τότε ὑπερφυές τι καὶ δεινὸν χρῆμα ἦν ἐπὶ τῶν
ἐκείνου λόγων.</p></div></div></body></text></TEI>