2 ἡ δὲ ἑτέρα λέξις ἡ λιτὴ καὶ ἀφελὴς καὶ δοκοῦσα κατασκευήν τε καὶ ἰσχὺν τὴν πρὸς ἰδιώτην ἔχειν λόγον καὶ ὁμοιότητα πολλοὺς μὲν ἔσχε καὶ ἀγαθοὺς ἄνδρας προστάτας συγγραφεῖς τε καὶ φιλοσόφους καὶ ῥήτορας. καὶ γὰρ οἱ τὰς γενεαλογίας ἐξενέγκαντες καὶ οἱ τὰς τοπικὰς ἱστορίας πραγματευσάμενοι καὶ οἱ τὰ φυσικὰ φιλοσοφήσαντες καὶ οἱ τῶν ἠθικῶν διαλόγων ποιηταί, ὧν ἦν τὸ Σωκρατικὸν διδασκαλεῖον πᾶν ἔξω Πλάτωνος, καὶ οἱ τοὺς δημηγορικοὺς ἢ δικανικοὺς συνταττόμενοι λόγους ὀλίγου δεῖν πάντες ταύτης ἐγένοντο τῆς προαιρέσεως. ἐτελείωσε δʼ αὐτὴν καὶ εἰς ἄκρον ἤγαγε τῆς ἰδίας ἀρετῆς Λυσίας ὁ Κεφάλου, κατὰ τοὺς αὐτοὺς χρόνους ἰοργίᾳ τε καὶ Θουκυδίδῃ γενόμενος. τίς δὲ ἦν ἡ προαίρεσις αὐτοῦ καὶ τίς ἡ δύναμις, ἐν τῇ πρὸ ταύτης δεδήλωται γραφῇ καὶ οὐδὲν δεῖ νῦν πάλιν ὑπὲρ τῶν αὐτῶν λέγειν. ἀρκέσει δὲ τοσοῦτο μόνον εἰπεῖν, ὅτι τὴν διαπασῶν ἁρμονίαν οὗτοι πρὸς ἀλλήλους οἱ ἄνδρες ἡρμόσαντο, τὰς ἀκρότητας ἀμφοτέρας τῆς λέξεως, αἳ πλεῖστον ἀλλήλων ἀπέχουσι, δαιμονίᾳ σπουδῇ προελόμενοί τε καὶ τελειώσαντες. καὶ 2 ηεγκατάσκευος B ει ἐγκατάσκευος P | ἅπας B 4 οὔτʼ B (?) 5 εἰς ἄκρον Kiessling add | ἐτιμήσατο BP 6 ἡ δʼ ἕτερα P ἡ δʼ ἑτέρα B ἡ δευτέρα Sylburgius 7 iunge ἰδιώτην λόγον 9 προστάτας in ras M πρὸς τὰς B | συγγραφεῖς τε in ras M 12 οἱ] ἣ in mg rubro οἱ B 13 διδασλεῖον P 14 ἢ δικανοὺς ἢ δικανικοὺς P 16 fort προαιρέσεως ζηλωταί 17 Λυσίας] λύρας P λήρας in mg rubro λυρ B 23 οἱ ἡρμόσαντο P ὅνπερ ἡ νήτη πρὸς ὑπάτην ἐν μουσικῇ λόγον ἔχει, τοῦτον ἡ Λυσίου λέξις ἐν πολιτικῇ διαλέκτῳ πρὸς τὴν Θουκυδίδου. ἣ μὲν γὰρ καταπλήξασθαι δύναται τὴν διάνοιαν, ἣ δὲ ἡδῦναι, καὶ ἣ μὲν συστρέψαι καὶ συντεῖναι τὸν νοῦν, ἣ δὲ ἀνεῖναι καὶ μαλάξαι, καὶ εἰς πάθος ἐκείνη προαγαγεῖν, εἰς δὲ ἦθος αὕτη καταστῆσαι. πλὴν ἀλλὰ καὶ τὸ μὲν βιάσασθαι καὶ προσαναγκάσαι τι τῆς Θουκυδίδου λέξεως ἴδιον, τὸ δʼ ἀπατῆσαι καὶ κλέψαι τὰ πράγματα τῆς Λυσίου. καὶ ἡ μὲν νεωτεροποιία καὶ τὸ τολμηρὸν τῆς τοῦ συγγραφέως οἰκεῖον ἰδέας, ἡ δʼ ἀσφάλεια καὶ τὸ ἀκίνδυνον τῆς τοῦ ῥήτορος. ὅτι οὐκ ἐν ἐπιτηδεύσει φαίνεται ἀνεπιτήδευτον εἶναι θέλει. κατεσκεύασται μὲν οὖν ἑκατέρα καὶ εἰς ἄκρον γε ἥκει τῆς ἰδίας κατασκευῆς· ῥέπει δὲ ἣ μὲν ἐπὶ τὸ μᾶλλον ἢ πέφυκεν εἶναι δοκεῖν, ἣ δὲ ἐπὶ τὸ ἧττον. παραδειγμάτων δὲ καὶ ταύτης τῆς λέξεως οὐθὲν ἐν τῷ παρόντι οἶμαι δεῖν. δύο μὲν δὴ χαρακτῆρες οὗτοι λέξεως, τοσοῦτον ἀλλήλων διάφοροι κατὰ τὰς ἀγωγάς, καὶ ἄνδρες οἱ πρωτεύσαντες ἐν αὐτοῖς, πρὸς τὴν ὑπάτην exspectat Sylburgius λόγος in λόγον corr M 2 τοῦτον ex τοσοῦτον M1 τοσοῦτον B | εἰ λυσίου λέξιν B | ἐν τ πολιτικῇ sic B 5 ἡ δὲ ἡδῦναι ante ἡ δὲ ἀνεῖναι repetit B 6 δὲ om B 7 πλὴν ἀλλὰ] ἤδη τᾶλλα M ἤδη τἄλλα BP del Sylburgius τί δεῖ τἄλλα Reiskius | βιάσθαι B 8 δὲ BP 10 τὸ om P 11 ἡ δὲ B | ἀφέλεια Sylburgius | uerba ἰδέας ἡ δʼ ἀσφάλεια in M postea addita sunt | post ῥήτορος lacuna XVI litt in M, uersus paene totius in B. XVII litt et uersus totius in P 12 post φαίνεται lacuna XIX fere litt in M, dimidii uersus in B, totius uersus et XII litt in P. sententia haec fere esse debuit: ‘In In eo discrepat Lysias a Thucydide, quod uerba οὐκ ἐν ἐπιτηδεύσει composita uideri, sed dictionem ἀνεπιτήδευτον εἶναι uoluit.ʼ 14 κατεσκεύασται M, Bmg: κατεσκευάσθαι P,B in textu 15 ἑκάτερα B 16 εἶναι] δεινὴ ci Usener 20 προτεύσαντες MBP: corr v | ἐν] ἀν B οὓς διεξῆλθον, δεινοὶ μὲν ἐν τοῖς αὑτῶν ἔργοις ἀμφότεροι, καθʼ ὃ δὲ ἴσοι ἀλλήλων ἦσαν, ἀτελεῖς.