<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0081.tlg006.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="19"><p>19 εἰ δὲ ὀρθῶς ἐπιλογίζομαι ταῦτʼ ἐγὼ καὶ ἔστιν ἐν
ταύταις ταῖς ἀρεταῖς ἐνδεέστερος ὁ ἀνήρ, πάρεστι τῷ <lb n="15"/>
βουλομένῳ σκοπεῖν ἐπὶ τῆς ἀρτίως παρατεθείσης λέξεως
ποιουμένῳ τὴν ἐξέτασιν. εὐθέως γοῦν τὴν πρώτην
διάνοιαν ὀλίγοις ὀνόμασιν ἐξενεχθῆναι δυναμένην μακρὰν
ποιεῖ κυκλογραφῶν καὶ δὶς ἢ τρὶς τὰ αὐτὰ λέγων.
<milestone unit="1009"/> ἐνῆν | μὲν οὖν ἐν τῷ πρώτῳ κώλῳ τῷ ‘τίς γὰρ ἂν <lb n="20"/>
ἄλλοθεν ἐπελθών’ τὸ ‘καὶ μὴ συνδιεφθαρμένος ἡμῖν,
ἀλλʼ ἐξαίφνης ἐπιστὰς τοῖς γινομένοις·’ δυνάμει γὰρ
ἄμφω ταὐτά. καὶ ἐν τῷ ‘οἳ φιλοτιμούμεθα μὲν ἐπὶ
τοῖς τῶν προγόνων ἔργοις’ τὸ ‘καὶ τὴν πόλιν ἐκ τῶν
τότε πραχθέντων ἐγκωμιάζειν ἀξιοῦμεν’· τὸ γὰρ αὐτὸ <lb n="25"/>
<note type="footnote">2 κρούτος P 5 ἑσθὴς MB | τις ὀνομασία Sylburgius: τοῖς
ὀνόμασι 7 μαλακῶν Sadaeus: ἐκλεκτῶν | ἐκλογὴ Pv 13 δόσιν
multos offendit cf p 1103. 1112 15 ἐνδεέτερος P 16 τοῖς
BP | ἀρτ[ί]ως comm ras M 17 οὖν Sylburgius 18 ὀλίγοις
τοῖς Sadaeus 20 τῷ alterum suppleuit B² 23 καὶ] ἐστιν
P | οἱ P</note>

<pb n="168"/>
φιλοτιμεῖσθαί τε καὶ ἐπαινεῖν. καὶ ἐν τῷ ‘οὐδὲν δὲ
τῶν αὐτῶν ἐκείνοις πράττομεν’ τὸ ‘ἀλλὰ πᾶν τοὐναντίον’·
ἤρκει γὰρ αὐτῶν εἰρῆσθαι θάτερον. ἐξῆν δέ γε
μίαν ἐκ τοῖν δυοῖν ποιῆσαι περίοδον καὶ συντομωτέραν
<lb n="5"/> καὶ χαριεστέραν· ‘τίς γὰρ ἂν ἄλλοθεν ἐπελθὼν οὐκ
ἂν μαίνεσθαι νομίσειεν ἡμᾶς, οἳ φιλοτιμούμεθα μὲν
ἐπὶ τοῖς τῶν προγόνων ἔργοις, οὐδὲν δὲ τῶν αὐτῶν
ἐκείνοις πράττομεν’; πολλὰ τοιαῦτά ἐστι παραπληρώματα
καθʼ ἑκάστην ὀλίγου δεῖν περίοδον οὐκ ἀναγκαίαν
<lb n="10"/> ἔχοντα χώραν, ἃ ποιεῖ τὴν ἑρμηνείαν ἀμετροτέραν,
τὴν δὲ περίοδον κομψοτέραν. μακρὰ μὲν οὖν ἡ λέξις
οὕτως ἐστὶν αὐτῷ, πλα|τεῖα δὲ καὶ ἀσυγκρότητος <milestone unit="1010"/>
πῶς; ‘κἀκεῖνοι μὲν ἐλευθεροῦντες τὰς πόλεις τὰς
Ἑλληνίδας καὶ βοηθοῦντες αὐταῖς τῆς ἡγεμονίας ἠξιώθησαν,
<lb n="15"/> ἡμεῖς δὲ <del>καὶ</del> καταδουλούμενοι καὶ τἀναντία
τοῖς τότε πράττοντες ἀγανακτοῦμεν, εἰ μὴ τὴν αὐτὴν
τιμὴν ἐκείνοις ἕξομεν’, ταῦτα κεκολπωμένα σφίγξαι
μᾶλλον ἐνῆν καὶ στρογγυλώτερα ὧδέ πως ποιῆσαι·
‘κἀκεῖνοι μὲν ἐλευθεροῦντες τὴν Ἑλλάδα καὶ σῴζοντες
<lb n="20"/> ἐπὶ τὴν ἡγεμονίαν προῆλθον, ἡμεῖς δὲ καταδουλούμενοι
καὶ διολλύντες ἀγανακτοῦμεν, εἰ μὴ τῶν ἴσων
<note type="footnote">10 scholion μακροτέρα ἡ λέξις γίνεται ταῖς ἀναδιπλώσεσι
τῶν κώλων, πλατεῖα δὲ ταῖς περιττολογίαις τῶν λέξεων καὶ τῇ
ἐπισωρεύσει τῶν ὀνομάτων mg M</note>
<note type="footnote">3 δέ γε Sadaeus: τε γὰρ 4 τοῖν] τῶν MBPv | δυεῖν v</note>
<note type="footnote">6 οἱ P 9 οὐκ ἀναγκαίαν—περίοδον in mg suppleuit M2</note>
<note type="footnote">11 κομψοτέραν ex τέραν postea effecit M 12 ante πλατεῖα
fenestra III litt in B τεῖα cum lacuna XII fere litt M | καὶ
om P 13 κἀκεῖνο BP | μὲν ἐλευ postea add M 14 βοη-
θοῦντας M ita ut θοῦντας postea insertum sit | αὐτὰς BP
15 καὶ deest p 1002 17 ἐκείνοις τιμὴν v 18 στρογγυλώτερα
Sylburgius: στρογγυλότερα 19 μὴν B 21 διολύντες BP
</note>

<pb n="169"/>
τευξόμεθα’. καὶ ἡ μετὰ ταῦτα διάνοια πλατέως τε
εἴρηται καὶ ἀσυγκρότητός ἐστιν· ‘οἳ τοσοῦτον ἀπολελείμμεθα
καὶ ταῖς διανοίαις καὶ τοῖς ἔργοις τῶν κατ᾿
ἐκεῖνον τὸν χρόνον γενομένων, ὅσον οἳ μὲν ὑπὲρ τῆς
τῶν Ἑλλήνων ἐλευθερίας τήν τε πατρίδα τὴν ἑαυτῶν <lb n="5"/>
ἐκλιπεῖν ἐτόλμησαν καὶ μαχόμενοι καὶ ναυμαχοῦντες
<milestone unit="1011"/> τοὺς βαρβάρους ἐνίκησαν’. ἐξῆν δέ γε αὐτῆς ἐπιστρέψαι
τὸ πλάτος οὕτως ἐξενέγκαντα· ‘οἳ τοσούτῳ
χείρους ἐσμὲν τῶν προγόνων, ὅσον οἳ μὲν ὑπὲρ τοῦ
σῶσαι τοὺς Ἕλληνας τήν τε πατρίδα τὴν ἑαυτῶν ἐξέλιπον <lb n="10"/>
καὶ μαχόμενοι πρὸς τοὺς βαρβάρους ἐνίκησαν’.
μυρία καὶ ταύτης ἐστὶ λαβεῖν τῆς ἀσθενείας δείγματα.
ἔξω γὰρ ὀλίγων τινῶν, οἷς οὐκ ἐκ προνοίας μᾶλλον ἢ
κατ᾿ αὐτοματισμὸν συμβέβηκε τὸ συνεστράφθαι, τἆλλα
ἐν πλάτει λέγεται. </p><lb n="15"/></div></div></body></text></TEI>