ἡ μὲν οὖν Ἰσοκράτους λέξις ἡ κάλλιστα τῶν ἄλλων 18 δοκοῦσα ἔχειν τοιαύτη τίς ἐστι, πολλῶν μὲν ἕνεκα θαυμάζειν ἀξία· καθαρεύει τε γὰρ εἴ τις ἄλλη τοῖς ὀνόμασι καὶ τὴν διάλεκτόν ἐστιν ἀκριβής, φανερά τʼ 1 εἰσεβίβαζον Is 2 ἐξέπεμπον Is 3 ἐλαύνειν ἀναγκάζο- μεν] μεθʼ ὅπλων ἐξεπέμπομεν P 4 ἀποβαίνωσιν Δ p 1013 Is: ἀναβαίνωσιν | εἰς τὴν—6 ἐκβαίνουσιν iterat B qui ἄρχειν omittit et ὑπηρετέσιον exhibet 6 οἱ δὲ — κινδυνεύουσιν om P 7 διῆλθον] εἶπον Δ p 1013 8 καὶ om Is secl v | ἰδ[ὼ]ν cum ras M ἄν τις ἰδὼν Is 9 καὶ om Is 10 μάλιστα M MBP 12 οἰκισθῆσαν corr in οἰκισθῆναι B 13 τῶν ἄλλων dam- nauit Fuhr ἡμᾶς ἅπασιν εἶναι παράδειγμα Is τε om Is 16 μέγα φρονοῦμεν Is 17 γεγονέναι τῶν ἄλλων Is 19 τε om Is τῆς αὑτῶν Δv cum Is v 21 ἐστιν B 22 καὶ ἄλλη Vliet 23 ὀνόμασι Krüger: νοήμασι ἐστὶ καὶ κοινὴ καὶ τὰς ἄλλας ἀρετὰς ἁπάσας περιείληφεν, ἐξ ὧν ἂν μάλιστα γένοιτο διάλεκτος σαφής. πολλοὺς δὲ καὶ τῶν ἐπιθέτων κόσμων ἔχει· καὶ γὰρ ὑψηλὴ καὶ σεμνὴ καὶ ἀξιωματικὴ καλλιρρήμων τε καὶ ἡδεῖα καὶ εὔμορφος ἀποχρώντως ἐστίν, οὐ μὴν τελεία γε κατὰ τοῦτο τὸ μέρος, ἀλλʼ ἔστιν ὧν ἂν τις αὐτὴν ὡς ἐλλειπόντων μέμψαιτο καὶ οὐ μὰ Δία τῶν φαυλοτάτων. πρῶτον μὲν τῆς συντομίας· στοχαζομένη γὰρ τοῦ σαφοῦς ὀλιγωρεῖ πολλάκις τοῦ μετρίου. ἐχρῆν δὲ ὁμοίως προνοεῖν ἀμφοτέρων. μετὰ τοῦτο τῆς συστροφῆς· ὑπτία γάρ ἐστι καὶ ὑπαγωγικὴ καὶ περιρρέουσα τοῖς νοήμασιν, ὥσπερ εἰσὶν αἱ τῶν ἱστορικῶν, ἡ δʼ ἐναγώνιος στρογγύλη τε εἶναι βούλεται καὶ συγκεκροτημένη καὶ μηδὲν ἔχουσα κολπῶδες. ἔτι πρὸς τούτοις κἀκεῖνα πρόσεστι τῷ ἀνδρί. ἄτολμός ἐστι περὶ τὰς τροπικὰς κατασκευὰς καὶ ψοφοδεὴς καὶ οὐκ εἰσφέρεται τόνους κραταιούς. καίτοι γε τοῖς ἀθληταῖς τῆς ἀληθινῆς λέξεως ἰσχυρὰς τὰς ἁφὰς προσεῖναι δεῖ καὶ ἀφύκτους τὰς λαβάς. παθαίνειν τε οὐ δύναται τοὺς ἀκροωμένους, ὁπόσα βούλεται, τὰ πολλὰ δὲ οὐδὲ βούλεται, πείθεται δὲ ἀποχρῆν τῷ πολιτικῷ διάνοιαν ἀποδείξασθαι σπουδαίαν καὶ ἦθος ἐπιεικές. καὶ τυγχάνει μέντοι γε τούτων ἑκατέρου· δεῖ γὰρ τἀληθῆ μαρτυρεῖν. ἦν δὲ ἄρα πάντων ἰσχυρότατον τῷ μέλλοντι πείθειν δῆμον ἢ δικαστήριον, ἐπὶ τὰ πάθη τοὺς ἀκροατὰς ἀγαγεῖν. οὐδὲ δὴ τοῦ πρέποντος ἐν ἅπασιν ἐπιτυγχάνει, ἀνθηρὰν δὲ καὶ θεατρικὴν ἐκ παντὸς 4 καλλιρήμων MBP: corr v 5 μὲν B 7 ἐλλιπόντων MBP v 10 συτροφῆς B 11 ὑπαγωγικὴ Ernestius: ἐπαγωγικὴ MP ἐπαγωσικὴ corr in ἐπαγωγικὴ B 13 τʼ Bv | συγκεκρομένη P 15 τῶν ἀνδρί P 16 ψοφοδέης M ἀξιῶν εἶναι τὴν διάλεκτον, ὡς τῆς ἡδονῆς ἅπαν ἐχούσης ἐν λόγοις τὸ κράτος, ἀπολείπεταί ποτε τοῦ πρέποντος. οὐχ ἅπαντα δέ γε τὰ πράγματα τὴν αὐτὴν ἀπαιτεῖ διάλεκτον, ἀλλʼ ἔστιν ὥσπερ σώμασι πρέ- πουσά τις ἐσθής, οὕτως καὶ νοήμασιν ἁρμόττουσά τις ὀνομασία. τὸ δʼ ἐκ παντὸς ἡδύνειν τὰς ἀκοὰς εὐφώνων τε καὶ μαλακῶν ὀνομάτων ἐκλογῇ καὶ πάντα ἀξιοῦν εἰς εὐρύθμους κατακλείειν περιόδων ἁρμονίας καὶ διὰ τῶν θεατρικῶν σχημάτων καλλωπίζειν τὸν λόγον οὐκ ἦν πανταχῇ χρήσιμον. ἀλλὰ τοῦτό γε διδάσκουσιν ἡμᾶς καὶ οἱ τὰ ἔπη καὶ οἱ τὰς τραγῳδίας καὶ οἱ τὰ μέλη τὰ σπουδαῖα γράψαντες, οὐ τοσαύτην ποιούμενοι τῆς ἡδονῆς δόσιν, ὅσην τῆς ἀληθείας.