<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0081.tlg006.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="16"><p>16 εἰρηκὼς δὲ κατʼ ἀρχάς, ὅτι μοι δοκοῦσιν Ἰσοκράτης
τε καὶ Πλάτων κράτιστα τῶν ἄλλων ἐπιτετηδευκέναι
<lb n="5"/> τοῦτο τὸ γένος τοῦ χαρακτῆρος καὶ προαγαγεῖν μὲν
αὐτὸ ἐπὶ μήκιστον, οὐ μὴν καὶ τελειῶσαι, ὅσα δʼ ἐνέλιπεν
ἐκείνων ἑκάτερος, ταῦτα Δημοσθένην ἐξειργασμένον
ἐπιδείξειν ὑποσχόμενος, ἐπὶ τοῦτʼ ἤδη πορεύσομαι,
τὰς ἄριστα δοκούσας ἔχειν παῤ ἑκατέρῳ τῶν
<lb n="10"/> ἀνδρῶν λέξεις προχειρισάμενος καὶ ἀντιπαραθεὶς αὐταῖς
τὰς Δημοσθένους, ὅσαι περὶ τὰς αὐτὰς συνετάχθησαν
ὑπο|θέσεις, ἵνα μᾶλλον αἱ τῶν ἀνδρῶν προαιρέσεις <milestone unit="1001"/>
τε καὶ δυνάμεις γένωνται καταφανεῖς τὴν ἀκριβεστάτην
βάσανον ἐπὶ τῶν ὁμοίων ἔργων λαβοῦσαι.</p></div></div></body></text></TEI>