<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0081.tlg006.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="16"><p>16 εἰρηκὼς δὲ κατʼ ἀρχάς, ὅτι μοι δοκοῦσιν Ἰσοκράτης
τε καὶ Πλάτων κράτιστα τῶν ἄλλων ἐπιτετηδευκέναι
<lb n="5"/> τοῦτο τὸ γένος τοῦ χαρακτῆρος καὶ προαγαγεῖν μὲν
αὐτὸ ἐπὶ μήκιστον, οὐ μὴν καὶ τελειῶσαι, ὅσα δʼ ἐνέλιπεν
ἐκείνων ἑκάτερος, ταῦτα Δημοσθένην ἐξειργασμένον
ἐπιδείξειν ὑποσχόμενος, ἐπὶ τοῦτʼ ἤδη πορεύσομαι,
τὰς ἄριστα δοκούσας ἔχειν παῤ ἑκατέρῳ τῶν
<lb n="10"/> ἀνδρῶν λέξεις προχειρισάμενος καὶ ἀντιπαραθεὶς αὐταῖς
τὰς Δημοσθένους, ὅσαι περὶ τὰς αὐτὰς συνετάχθησαν
ὑπο|θέσεις, ἵνα μᾶλλον αἱ τῶν ἀνδρῶν προαιρέσεις <milestone unit="1001"/>
τε καὶ δυνάμεις γένωνται καταφανεῖς τὴν ἀκριβεστάτην
βάσανον ἐπὶ τῶν ὁμοίων ἔργων λαβοῦσαι.</p></div><div type="textpart" subtype="chapter" n="17"><p>17 εἰσαγέσθω
<lb n="15"/> δὲ πρῶτος Ἰσοκράτης, καὶ τούτου λαμβανέσθω
λέξις ἐκ τοῦ περὶ τῆς εἰρήνης λόγου χαριέστατα δοκοῦσα
ἔχειν, ἣν αὐτὸς ἐν τῷ περὶ τῆς ἀντιδόσεως
λόγῳ προφέρεται μέγα ἐπʼ αὐτῇ φρονῶν, δι᾿ ἧς συγκρίνει
τὴν ἐπὶ τῶν προγόνων πολιτείαν τῇ τότε καθεστώσῃ
<lb n="20"/> καὶ τὰς πράξεις τὰς παλαιὰς ἀντιπαρατίθησι
ταῖς νέαις, τὰς μὲν ἀρχαίας ἐπαινῶν τὰς δʼ ἐν τῷ
καθʼ ἑαυτὸν χρόνῳ μεμφόμενος, τῆς τε μεταβολῆς τῆς
ἐπὶ τὰ χείρω τοὺς δημαγωγοὺς ἀποφαίνων αἰτίους ὡς
οὐ τὰ κράτιστα εἰσηγουμένους ἀλλὰ τὰ πρὸς ἡδονὴν
<lb n="25"/> τῷ πλήθει δημηγοροῦντας. μακροτέρας δʼ οὔσης τῆς
<note type="footnote">1 σημείωσαι mg P et 5 B 6 οὐ μὴν bis P 7 ἐξηργασμέ-
νον B ἐξειργασμένων P 9 ἑκατέρῳ Sylburgius: ἑκατέρων
10 θεὶς αὐταῖς τὰς Δημοσθένους ὅσαι παρ- B2 in mg 11 περὶ
Krüger: παρὰ 16 δὲ λέξις B sed δὲ lineola subducta deletur |
τε περὶ P 18 προφέρεται postea add M 19 καθεστώσει P
20 ἀντιπαρατίθησι—ἀρχαίας in perperam iterantur 22 χρό-
νον χρόνῳ P | μεταβοολῆς B 25 πλήθη B | δημηγοροῦντας]
δημαγωγοῦντας MBv δημαγογοῦντας P | δὲ B
</note>

<pb n="163"/>
συγκρίσενς αὐτὰ τὰ κυριώτατα ὑπʼ ἐμοῦ παρείληπται.
ἔστι δὲ ταυτί· ‘Τίς γὰρ ἂν ἄλλοθεν ἐπελθὼν καὶ μὴ |
<milestone unit="1002"/> συνδιεφθαρμένος ἡμῖν ἀλλʼ ἐξαίφνης ἐπιστὰς τοῖς
γιγνομένοις οὐκ ἂν μαίνεσθαι καὶ παραφρονεῖν ἡμᾶς
νομίσειεν; οἳ φιλοτιμούμεθα μὲν ἐπὶ τοῖς τῶν προγόνων <lb n="5"/>
ἔργοις καὶ τὴν πόλιν ἐκ τῶν τότε πραχθέντων
ἐγκωμιάζειν ἀξιοῦμεν, οὐδὲν δὲ τῶν αὐτῶν ἐκείνοις
πράττομεν ἀλλὰ πᾶν τοὐναντίον. οἳ μὲν γὰρ ὑπὲρ
τῶν Ἑλλήνων τοῖς βαρβάροις πολεμοῦντες διετέλεσαν,
ἡμεῖς δὲ τοὺς ἐκ τῆς Ἀσίας τὸν βίον ποριζομένους <lb n="10"/>
ἐκεῖθεν ἀναστήσαντες ἐπὶ τοὺς Ἕλληνας ἠγάγομεν.
κἀκεῖνοι μὲν ἐλευθεροῦντες τὰς πόλεις τὰς Ἑλληνίδας
καὶ βοηθοῦντες αὐταῖς τῆς ἡγεμονίας ἠξιώθησαν, ἡμεῖς
δὲ καταδουλούμενοι καὶ τἀναντία τοῖς τότε πράττοντες
ἀγανακτοῦμεν. εἰ μὴ τὴν αὐτὴν τιμὴν ἐκείνοις ἑξομεν. <lb n="15"/>
οἳ τοσοῦτον ἀπολελείμμεθα καὶ τοῖς ἔργοις καὶ ταῖς
διανοίαις τῶν κατʼ ἐκεῖνον τὸν χρόνον γενομένων,
ὅσον οἳ μὲν ὑπὲρ τῆς τῶν Ἑλλήνων σωτηρίας τήν τε
<milestone unit="1003"/> πατρίδα τὴν ἑαυτῶν ἐκλιπεῖν ἐτόλμησαν καὶ | μαχόμενοι
καὶ ναυμαχοῦντες τοὺς βαρβάρους ἐνίκησαν, <lb n="20"/>
ἡμεῖς δʼ οὐδʼ ὑπὲρ τῆς ἡμετέρας πλεονεξίας κινδυνεύειν
ἀξιοῦμεν, ἀλλʼ ἄρχειν μὲν ἁπάντων ζητοῦμεν
στρατεύειν δʼ οὐκ ἐθέλομεν, καὶ πόλεμον μὲν μικροῦ
δεῖν πρὸς πάντας ἀνθρώπους ἀναιρούμεθα, πρὸς δὲ
<note type="footnote">2 Isocrates or VIII 41—50</note>
<note type="footnote">2 ἔστι δ postea add M | τίς γὰρ ἂν postea add M |
μήπω Is v 3 ἡμῖν ἀλλʼ ἐξ- postea add M 4 γινομένοις MP</note>
<note type="footnote">8 τὸ ἐναντίον B 10 ἀσίης BP, M corr in ἀσίας 12 τὰς—
βοηθοῦντες add mg B2 13 βοητοῦντες P | αὐτὰς BP
15 τὴν αὐτὴν ἐκείνοις τιμὴν ἕξομεν v ἕξομεν τιμὴν P 18 τῶν
ἄλλων Is 19 αὑτῶν Is 21 ἡμετέρας αὐτῶν Is v 22 πάν-
των B1 23 στρατεύεσθαι Is
</note>

<pb n="164"/>
τοῦτον οὐχ ἡμᾶς αὐτοὺς ἀσκοῦμεν ἀλλʼ ἀνθρώπους
τοὺς μὲν ἀπόλιδας τούς δʼ αὐτομόλους τοὺς δʼ ἐκ τῶν
ἄλλων κακουργιῶν συνερρυηκότας, οἷς ὁπόταν τινὲς
διδῶσι πλείω μισθόν, μετʼ ἐκείνων ἐφʼ ἡμᾶς ἀκολουθήσουσιν·
<lb n="5"/> ἀλλʼ ὅμως οὕτως αὐτοὺς ἀγαπῶμεν, ὥσθʼ
ὑπὲρ μὲν τῶν παίδων τῶν ἡμετέρων, εἴπερ τινὲς
ἐξαμαρτάνοιεν, οὐκ ἂν ἐθελήσαιμεν δίκας ὑποσχεῖν,
ὑπὲρ δὲ τῆς ἐκείνων ἁρπαγῆς καὶ βίας καὶ παρανομίας
μελλόντων τῶν ἐγκλημάτων ἐφʼ ἡμᾶς ἥκειν οὐχ
<lb n="10"/> ὅπως ἀγανακτοῦμεν ἀλλὰ καὶ χαίρομεν, ὅταν ἀκούσωμεν
αὐτοὺς τοιοῦτόν τι διαπεπραγμένους. εἰς τοῦτο δὲ
μωρίας ἐληλύθαμεν, ὥστʼ αὐτοὶ μὲν ἐνδεεῖς ἐσμεν <lb n="1004"/>
τῶν καθʼ ἡμέραν, ξενοτροφεῖν δὲ ἐπικεχειρήκαμεν καὶ
τοὺς συμμάχους τοὺς ἡμετέρους αὐτῶν ἰδίᾳ λυμαινόμεθα
<lb n="15"/> καὶ δασμολογοῦμεν, ἵνα τοῖς ἁπάντων κοινοῖς
ἀνθρώπων ἐχθροῖς τὸν μισθὸν ἐκπορίζωμεν. τοσούτῳ
δὲ <del>καὶ</del> χείρους ἐσμὲν τῶν προγόνων, οὐ μόνον τῶν
εὐδοκιμησάντων ἀλλὰ καὶ τῶν μισηθέντων, ὅσον ἐκεῖνοι
μὲν εἰ πολεμεῖν πρός τινας ψηφίσαιντο, μεστῆς
<lb n="20"/> οὔσης ἀργυρίου καὶ χρυσίου τῆς ἀκροπόλεως ὅμως
ὑπὲρ τῶν δοξάντων τοῖς αὑτῶν σώμασιν ᾤοντο δεῖν
κινδυνεύειν, ἡμεῖς δʼ εἰς τοσαύτην ἀπορίαν ἐληλυθότες
καὶ τοσοῦτοι τὸ πλῆθος ὄντες, ὥσπερ βασιλεὺς ὁ μέγας
μισθωτοῖς χρώμεθα τοῖς στρατοπέδοις. καὶ τότε
<lb n="25"/> μέν, εἰ τριήρεις ἐπληροῦμεν, τοὺς μὲν ξένους καὶ τοὺς
<note type="footnote">3 ποτʼ ἂν P | τις διδῷ Is 4 δίδωσι P 6 εἰ περί τινας
ἐξαμάρτοιεν Is 9 ἐκλημάτων P | ἥξειν Is 12 τῶν καθʼ ἡμέραν
ἐσμὲν Is 14 ἰδίᾳ] διʼ οἳς Is (ἰδίους Sauppius) 15 ἀνθρώπων
κοινοῖς Is 16 τοσοῦτον p 1011, τοσούτων corr in τοσοῦτον B
sed in mg τοσούτω 17 καὶ om Is ∠ p 1011 secl v 18 κεῖνοι
corr in ἐκεῖνοι B 19 τινα ∠ p 1011 21 ἑαυτῶν ∠ p 1011
αὐτῶν BP 22 τοσαύτην ἀπορίαν ἐληλυθότες καὶ om P
24 στρατοπαίδοις B 25 τριείρεις corr in τριήρεις P | πληροῖεν Is
</note>

<pb n="165"/>
δούλους ναύτας ἐνεβιβάζομεν τοὺς δὲ πολίτας μεθʼ
ὅπλων ἐξεπέμπομεν, νῦν δὲ τοῖς μὲν ξένοις ὁπλίταις
<milestone unit="1005"/> χρώμεθα τοὺς δὲ πολίτας ἐλαύ|νειν ἀναγκάζομεν,
ὥσθ᾿, ὁπόταν ἀποβαίνωσιν εἰς τὴν τῶν πολεμίων, οἱ
μὲν ἄρχειν τῶν Ἑλλήνων ἀξιοῦντες ὑπηρέσιον ἔχοντες <lb n="5"/>
ἐκβαίνουσιν, οἱ δὲ τοιοῦτοι τὰς φύσεις ὄντες, οἵους
ὀλίγῳ πρότερον διῆλθον, μεθʼ ὅπλων κινδυνεύουσιν.
ἀλλὰ γὰρ καὶ τὰ κατὰ τὴν πόλιν ἰδὼν ἄν τις καλῶς
διοικούμενα καὶ περὶ τῶν ἄλλων θαρσήσειεν; ἀλλʼ οὐκ
ἂν ἐπʼ αὐτοῖς τούτοις μάλιστʼ ἀγανακτήσειεν; οἵτινες <lb n="10"/>
αὐτόχθονες μὲν εἶναι φαμὲν καὶ τὴν πόλιν ταύτην
προτέραν οἰκισθῆναι τῶν ἄλλων, προσῆκον δʼ ἡμᾶς
εἶναι <del>τῶν ἄλλων</del> παράδειγμα τοῦ καλῶς τε καὶ τεταγμένως
πολιτεύεσθαι χεῖρον καὶ ταραχωδέστερον τὴν
ἡμετέραν αὐτῶν διοικοῦμεν τῶν ἄρτι τὰς πόλεις οἰκιζόντων. <lb n="15"/>
καὶ σεμνυνόμεθα μὲν καὶ μεγαλοφρονοῦμεν
ἐπὶ τῷ βέλτιον τῶν ἄλλων γεγονέναι, ῥᾷον δὲ μεταδίδομεν
τοῖς βουλομένοις ταύτης τῆς εὐγενείας ἢ Τριβαλλοί
τε καὶ Λευκανοὶ τῆς δυσγενείας.ʼ |</p></div><div type="textpart" subtype="chapter" n="18"><milestone unit="1006"/><p> ἡ μὲν οὖν Ἰσοκράτους λέξις ἡ κάλλιστα τῶν ἄλλων 18
δοκοῦσα ἔχειν τοιαύτη τίς ἐστι, πολλῶν μὲν ἕνεκα <lb n="21"/>
θαυμάζειν ἀξία· καθαρεύει τε γὰρ εἴ τις ἄλλη τοῖς
ὀνόμασι καὶ τὴν διάλεκτόν ἐστιν ἀκριβής, φανερά τʼ
<note type="footnote">1 εἰσεβίβαζον Is 2 ἐξέπεμπον Is 3 ἐλαύνειν ἀναγκάζο-
μεν] μεθʼ ὅπλων ἐξεπέμπομεν P 4 ἀποβαίνωσιν Δ p 1013 Is:
ἀναβαίνωσιν | εἰς τὴν—6 ἐκβαίνουσιν iterat B qui ἄρχειν omittit
et ὑπηρετέσιον exhibet 6 οἱ δὲ — κινδυνεύουσιν om P
7 διῆλθον] εἶπον Δ p 1013 8 καὶ om Is secl v | ἰδ[ὼ]ν
cum ras M ἄν τις ἰδὼν Is 9 καὶ om Is 10 μάλιστα M MBP</note>
<note type="footnote">12 οἰκισθῆσαν corr in οἰκισθῆναι B 13 τῶν ἄλλων dam-
nauit Fuhr ἡμᾶς ἅπασιν εἶναι παράδειγμα Is τε om Is
16 μέγα φρονοῦμεν Is 17 γεγονέναι τῶν ἄλλων Is 19 τε
om Is τῆς αὑτῶν Δv cum Is v 21 ἐστιν B 22 καὶ ἄλλη
Vliet 23 ὀνόμασι Krüger: νοήμασι
</note>

<pb n="166"/>
ἐστὶ καὶ κοινὴ καὶ τὰς ἄλλας ἀρετὰς ἁπάσας περιείληφεν,
ἐξ ὧν ἂν μάλιστα γένοιτο διάλεκτος σαφής.
πολλοὺς δὲ καὶ τῶν ἐπιθέτων κόσμων ἔχει· καὶ γὰρ
ὑψηλὴ καὶ σεμνὴ καὶ ἀξιωματικὴ καλλιρρήμων τε καὶ
<lb n="5"/> ἡδεῖα καὶ εὔμορφος ἀποχρώντως ἐστίν, οὐ μὴν τελεία
γε κατὰ τοῦτο τὸ μέρος, ἀλλʼ ἔστιν ὧν ἂν τις αὐτὴν
ὡς ἐλλειπόντων μέμψαιτο καὶ οὐ μὰ Δία τῶν φαυλοτάτων.
πρῶτον μὲν τῆς συντομίας· στοχαζομένη γὰρ
τοῦ σαφοῦς ὀλιγωρεῖ πολλάκις τοῦ μετρίου. ἐχρῆν δὲ
<lb n="10"/> ὁμοίως προνοεῖν ἀμφοτέρων. μετὰ τοῦτο τῆς συστροφῆς·
ὑπτία γάρ ἐστι καὶ ὑπαγωγικὴ καὶ περιρρέουσα
τοῖς νοήμασιν, ὥσπερ εἰσὶν αἱ τῶν ἱστορικῶν, ἡ δʼ <lb n="1007"/>
ἐναγώνιος στρογγύλη τε εἶναι βούλεται καὶ συγκεκροτημένη
καὶ μηδὲν ἔχουσα κολπῶδες. ἔτι πρὸς τούτοις
<lb n="15"/> κἀκεῖνα πρόσεστι τῷ ἀνδρί. ἄτολμός ἐστι περὶ τὰς
τροπικὰς κατασκευὰς καὶ ψοφοδεὴς καὶ οὐκ εἰσφέρεται
τόνους κραταιούς. καίτοι γε τοῖς ἀθληταῖς τῆς ἀληθινῆς
λέξεως ἰσχυρὰς τὰς ἁφὰς προσεῖναι δεῖ καὶ
ἀφύκτους τὰς λαβάς. παθαίνειν τε οὐ δύναται τοὺς
<lb n="20"/> ἀκροωμένους, ὁπόσα βούλεται, τὰ πολλὰ δὲ οὐδὲ βούλεται,
πείθεται δὲ ἀποχρῆν τῷ πολιτικῷ διάνοιαν
ἀποδείξασθαι σπουδαίαν καὶ ἦθος ἐπιεικές. καὶ τυγχάνει
μέντοι γε τούτων ἑκατέρου· δεῖ γὰρ τἀληθῆ
μαρτυρεῖν. ἦν δὲ ἄρα πάντων ἰσχυρότατον τῷ μέλλοντι
<lb n="25"/> πείθειν δῆμον ἢ δικαστήριον, ἐπὶ τὰ πάθη τοὺς
ἀκροατὰς ἀγαγεῖν. οὐδὲ δὴ τοῦ πρέποντος ἐν ἅπασιν
ἐπιτυγχάνει, ἀνθηρὰν δὲ καὶ θεατρικὴν ἐκ παντὸς
<note type="footnote">4 καλλιρήμων MBP: corr v 5 μὲν B 7 ἐλλιπόντων MBP v</note>
<note type="footnote">10 συτροφῆς B 11 ὑπαγωγικὴ Ernestius: ἐπαγωγικὴ MP
ἐπαγωσικὴ corr in ἐπαγωγικὴ B 13 τʼ Bv | συγκεκρομένη P</note>
<note type="footnote">15 τῶν ἀνδρί P 16 ψοφοδέης M</note>

<pb n="167"/>
ἀξιῶν εἶναι τὴν διάλεκτον, ὡς τῆς ἡδονῆς ἅπαν ἐχούσης
ἐν λόγοις τὸ κράτος, ἀπολείπεταί ποτε τοῦ πρέποντος.
οὐχ ἅπαντα δέ γε τὰ πράγματα τὴν αὐτὴν
<milestone unit="1008"/> ἀπαιτεῖ διάλεκτον, ἀλλʼ ἔστιν ὥσπερ σώμασι πρέ-
πουσά τις ἐσθής, οὕτως καὶ νοήμασιν ἁρμόττουσά τις <lb n="5"/>
ὀνομασία. τὸ δʼ ἐκ παντὸς ἡδύνειν τὰς ἀκοὰς εὐφώνων
τε καὶ μαλακῶν ὀνομάτων ἐκλογῇ καὶ πάντα
ἀξιοῦν εἰς εὐρύθμους κατακλείειν περιόδων ἁρμονίας
καὶ διὰ τῶν θεατρικῶν σχημάτων καλλωπίζειν τὸν
λόγον οὐκ ἦν πανταχῇ χρήσιμον. ἀλλὰ τοῦτό γε διδάσκουσιν <lb n="10"/>
ἡμᾶς καὶ οἱ τὰ ἔπη καὶ οἱ τὰς τραγῳδίας
καὶ οἱ τὰ μέλη τὰ σπουδαῖα γράψαντες, οὐ τοσαύτην
ποιούμενοι τῆς ἡδονῆς δόσιν, ὅσην τῆς ἀληθείας.</p></div><div type="textpart" subtype="chapter" n="19"><p>19 εἰ δὲ ὀρθῶς ἐπιλογίζομαι ταῦτʼ ἐγὼ καὶ ἔστιν ἐν
ταύταις ταῖς ἀρεταῖς ἐνδεέστερος ὁ ἀνήρ, πάρεστι τῷ <lb n="15"/>
βουλομένῳ σκοπεῖν ἐπὶ τῆς ἀρτίως παρατεθείσης λέξεως
ποιουμένῳ τὴν ἐξέτασιν. εὐθέως γοῦν τὴν πρώτην
διάνοιαν ὀλίγοις ὀνόμασιν ἐξενεχθῆναι δυναμένην μακρὰν
ποιεῖ κυκλογραφῶν καὶ δὶς ἢ τρὶς τὰ αὐτὰ λέγων.
<milestone unit="1009"/> ἐνῆν | μὲν οὖν ἐν τῷ πρώτῳ κώλῳ τῷ ‘τίς γὰρ ἂν <lb n="20"/>
ἄλλοθεν ἐπελθών’ τὸ ‘καὶ μὴ συνδιεφθαρμένος ἡμῖν,
ἀλλʼ ἐξαίφνης ἐπιστὰς τοῖς γινομένοις·’ δυνάμει γὰρ
ἄμφω ταὐτά. καὶ ἐν τῷ ‘οἳ φιλοτιμούμεθα μὲν ἐπὶ
τοῖς τῶν προγόνων ἔργοις’ τὸ ‘καὶ τὴν πόλιν ἐκ τῶν
τότε πραχθέντων ἐγκωμιάζειν ἀξιοῦμεν’· τὸ γὰρ αὐτὸ <lb n="25"/>
<note type="footnote">2 κρούτος P 5 ἑσθὴς MB | τις ὀνομασία Sylburgius: τοῖς
ὀνόμασι 7 μαλακῶν Sadaeus: ἐκλεκτῶν | ἐκλογὴ Pv 13 δόσιν
multos offendit cf p 1103. 1112 15 ἐνδεέτερος P 16 τοῖς
BP | ἀρτ[ί]ως comm ras M 17 οὖν Sylburgius 18 ὀλίγοις
τοῖς Sadaeus 20 τῷ alterum suppleuit B² 23 καὶ] ἐστιν
P | οἱ P</note>

<pb n="168"/>
φιλοτιμεῖσθαί τε καὶ ἐπαινεῖν. καὶ ἐν τῷ ‘οὐδὲν δὲ
τῶν αὐτῶν ἐκείνοις πράττομεν’ τὸ ‘ἀλλὰ πᾶν τοὐναντίον’·
ἤρκει γὰρ αὐτῶν εἰρῆσθαι θάτερον. ἐξῆν δέ γε
μίαν ἐκ τοῖν δυοῖν ποιῆσαι περίοδον καὶ συντομωτέραν
<lb n="5"/> καὶ χαριεστέραν· ‘τίς γὰρ ἂν ἄλλοθεν ἐπελθὼν οὐκ
ἂν μαίνεσθαι νομίσειεν ἡμᾶς, οἳ φιλοτιμούμεθα μὲν
ἐπὶ τοῖς τῶν προγόνων ἔργοις, οὐδὲν δὲ τῶν αὐτῶν
ἐκείνοις πράττομεν’; πολλὰ τοιαῦτά ἐστι παραπληρώματα
καθʼ ἑκάστην ὀλίγου δεῖν περίοδον οὐκ ἀναγκαίαν
<lb n="10"/> ἔχοντα χώραν, ἃ ποιεῖ τὴν ἑρμηνείαν ἀμετροτέραν,
τὴν δὲ περίοδον κομψοτέραν. μακρὰ μὲν οὖν ἡ λέξις
οὕτως ἐστὶν αὐτῷ, πλα|τεῖα δὲ καὶ ἀσυγκρότητος <milestone unit="1010"/>
πῶς; ‘κἀκεῖνοι μὲν ἐλευθεροῦντες τὰς πόλεις τὰς
Ἑλληνίδας καὶ βοηθοῦντες αὐταῖς τῆς ἡγεμονίας ἠξιώθησαν,
<lb n="15"/> ἡμεῖς δὲ <del>καὶ</del> καταδουλούμενοι καὶ τἀναντία
τοῖς τότε πράττοντες ἀγανακτοῦμεν, εἰ μὴ τὴν αὐτὴν
τιμὴν ἐκείνοις ἕξομεν’, ταῦτα κεκολπωμένα σφίγξαι
μᾶλλον ἐνῆν καὶ στρογγυλώτερα ὧδέ πως ποιῆσαι·
‘κἀκεῖνοι μὲν ἐλευθεροῦντες τὴν Ἑλλάδα καὶ σῴζοντες
<lb n="20"/> ἐπὶ τὴν ἡγεμονίαν προῆλθον, ἡμεῖς δὲ καταδουλούμενοι
καὶ διολλύντες ἀγανακτοῦμεν, εἰ μὴ τῶν ἴσων
<note type="footnote">10 scholion μακροτέρα ἡ λέξις γίνεται ταῖς ἀναδιπλώσεσι
τῶν κώλων, πλατεῖα δὲ ταῖς περιττολογίαις τῶν λέξεων καὶ τῇ
ἐπισωρεύσει τῶν ὀνομάτων mg M</note>
<note type="footnote">3 δέ γε Sadaeus: τε γὰρ 4 τοῖν] τῶν MBPv | δυεῖν v</note>
<note type="footnote">6 οἱ P 9 οὐκ ἀναγκαίαν—περίοδον in mg suppleuit M2</note>
<note type="footnote">11 κομψοτέραν ex τέραν postea effecit M 12 ante πλατεῖα
fenestra III litt in B τεῖα cum lacuna XII fere litt M | καὶ
om P 13 κἀκεῖνο BP | μὲν ἐλευ postea add M 14 βοη-
θοῦντας M ita ut θοῦντας postea insertum sit | αὐτὰς BP
15 καὶ deest p 1002 17 ἐκείνοις τιμὴν v 18 στρογγυλώτερα
Sylburgius: στρογγυλότερα 19 μὴν B 21 διολύντες BP
</note>

<pb n="169"/>
τευξόμεθα’. καὶ ἡ μετὰ ταῦτα διάνοια πλατέως τε
εἴρηται καὶ ἀσυγκρότητός ἐστιν· ‘οἳ τοσοῦτον ἀπολελείμμεθα
καὶ ταῖς διανοίαις καὶ τοῖς ἔργοις τῶν κατ᾿
ἐκεῖνον τὸν χρόνον γενομένων, ὅσον οἳ μὲν ὑπὲρ τῆς
τῶν Ἑλλήνων ἐλευθερίας τήν τε πατρίδα τὴν ἑαυτῶν <lb n="5"/>
ἐκλιπεῖν ἐτόλμησαν καὶ μαχόμενοι καὶ ναυμαχοῦντες
<milestone unit="1011"/> τοὺς βαρβάρους ἐνίκησαν’. ἐξῆν δέ γε αὐτῆς ἐπιστρέψαι
τὸ πλάτος οὕτως ἐξενέγκαντα· ‘οἳ τοσούτῳ
χείρους ἐσμὲν τῶν προγόνων, ὅσον οἳ μὲν ὑπὲρ τοῦ
σῶσαι τοὺς Ἕλληνας τήν τε πατρίδα τὴν ἑαυτῶν ἐξέλιπον <lb n="10"/>
καὶ μαχόμενοι πρὸς τοὺς βαρβάρους ἐνίκησαν’.
μυρία καὶ ταύτης ἐστὶ λαβεῖν τῆς ἀσθενείας δείγματα.
ἔξω γὰρ ὀλίγων τινῶν, οἷς οὐκ ἐκ προνοίας μᾶλλον ἢ
κατ᾿ αὐτοματισμὸν συμβέβηκε τὸ συνεστράφθαι, τἆλλα
ἐν πλάτει λέγεται. </p><lb n="15"/></div><div type="textpart" subtype="chapter" n="20"><p>ἄτονος δὲ δὴ καὶ λαβὰς οὐ κραταιὰς ἔχουσα πῶς
ἐστιν ἡ λέξις; τῷ ἐπιφέρειν τινὰ τοῖς εἰρημένοις διάνοιαν
τοιαύτην· ‘τοσοῦτον δὲ χείρους ἐσμὲν τῶν προγόνων
οὐ μόνον τῶν εὐδοκιμησάντων ἀλλὰ καὶ τῶν
μισηθέντων, ὅσον ἐκεῖνοι μὲν εἰ πολεμεῖν πρός τινα <lb n="20"/>
ψηφίσαιντο, μεστῆς οὔσης ἀργυρίου καὶ χρυσίου τῆς
ἀκροπόλεως ὅμως ὑπὲρ τῶν δοξάντων τοῖς ἑαυτῶν
σώμασιν ᾤοντο δεῖν κινδυνεύειν, ἡμεῖς δʼ εἰς τοσαύτην
<milestone unit="1012"/> ἀπορίαν ἐληλυθότες καὶ τοσοῦτοι τὸ πλῆ|θος
ὄντες, ὥσπερ βασιλεὺς ὁ μέγας μισθωτοῖς χρώμεθα <lb n="25"/>
<note type="footnote">2 οἱ P 6 -χοῦντες — δέ γε desunt in P sine lacunae
indicio ἐμμαχοῦντες B ut uidetur, deinde inserit ἐκλʼ ἐξέλι-
πον: deleuit B2 7 ἐξῆν δέ γε om v cum lacuna | συστρέψαι
Sylburgius 8 ἐξενεγκᾶνα P ἐξενέγκᾶνα B ἐξενέγκασθαι B2
in mg 16 ἔχουσά πως ἐστὶν ἡ λέξις τῷ MBP: corr Sylburgius</note>
<note type="footnote">18 τοιαύτην Krüger: ταύτην τοσούτω B² mg cf p 1004</note>
<note type="footnote">23 δὲ v</note>

<pb n="170"/>
τοῖς στρατοπέδοις’. φέρε δὲ πῶς ἐνῆν αὐτὴν εἰπεῖν
στρογγυλωτέραν; ‘ἀλλὰ ταῦτα μὲν ἴσως χείρους ἐσμὲν
τῶν προγόνων, τὰ δʼ ἄλλα βελτίους, οὐ λέγω τῶν
εὐδοκιμησάντων, πόθεν γάρ; ἀλλὰ τῶν μισηθέντων.
<lb n="5"/> καὶ τίς οὐκ οἶδεν, ὅτι ἐκεῖνοι μὲν πλείστων ποτὲ
πληρώσαντες χρημάτων τὴν ἀκρόπολιν οὐ κατεμισθοφόρουν
τὸν κοινὸν πλοῦτον εἰς τοὺς πολεμίους, ἀλλὰ
ἀπὸ τῶν ἰδίων εἰσφέροντες ἔστιν ὅτε καὶ τοῖς ἑαυτῶν
σώμασι κινδυνεύειν ἠξίουν; ἡμεῖς δὲ οὕτως ὄντες
<lb n="10"/> ἄποροι καὶ τοσοῦτοι τὸ πλῆθος μισθοφόροις τοῖς στρατεύμασι
πολεμοῦμεν ὥσπερ καὶ βασιλεὺς ὁ μέγας’.
ἀλλὰ μὴν ὅτι γε ἄψυχός ἐστιν ἡ διάλεκτος αὐτοῦ καὶ
οὐ παθητικὴ πνεύματός τε, οὗ μάλιστα δεῖ τοῖς ἐναγωνίοις
λόγοις, ἐλαχίστην ἔχουσα μοῖραν, οἴομαι μὲν
<lb n="15"/> ἔγωγε καὶ χωρὶς ὑπομνήσεως ἅπασιν εἶναι φανερόν.
εἰ δὲ ἄρα καὶ παραδειγμάτων δεῖ, πολλῶν ὄντων, ἅ
τις ἂν εἰπεῖν ἔχοι, μιᾷ διανοίᾳ χρησάμενος ἀρκεσθήσομαι.
διαδέ|χεται δὴ τὴν ὀλίγῳ πρότερον ἐξετασθεῖσαν<milestone unit="1013"/>
ἀντίθεσιν ἑτέρα τοιαύτη τις ἀντίθεσις· ‘καὶ τότε
<lb n="20"/> μέν, εἰ τριήρεις ἐπληροῦμεν, τοὺς μὲν ξένους καὶ
δούλους ναύτας ἐνεβιβάζομεν τοὺς δὲ πολίτας μεθ᾿
ὅπλων ἐξεπέμπομεν, νῦν δὲ τοῖς μὲν ξένοις ὁπλίταις
χρώμεθα τοὺς δὲ πολίτας ἐλαύνειν ἀναγκάζομεν, ὥσθʼ
ὁπόταν ἀποβαίνωσιν εἰς τὴν τῶν πολεμίων, οἱ μὲν
<lb n="25"/> ἄρχειν τῶν Ἑλλήνων ἀξιοῦντες ὑπηρέσιον ἔχοντες ἐκβαίνουσιν,
οἱ δὲ τοιοῦτοι τὰς φύσεις ὄντες, οἵους
<note type="footnote">1 φέρε δὴ Sadaeus | εἰπεῖν] an ποιεῖν? 5 πλεῖστον P
7 πολέμους Sylburgius | ἀλλʼ v 10 τοσοῦτο MB | μισθοφό-
ροι P 11 καὶ fort tollendum est 14 μοίρα οἰόμαι P
17 ἔχ[οι] cum ras M 19 ἀντίθεσις delet Vliet 20 τοῦ μὲν P</note>
<note type="footnote">22 ὁπλήταις P</note>

<pb n="171"/>
ὀλίγῳ πρότερον εἶπον, μεθʼ ὅπλων κινδυνεύουσιν’. ἐν
τούτοις οὐ μέμφομαι τὸν ἄνδρα τοῦ λήματος (γενναία
γὰρ ἡ διάνοια καὶ δυναμένη κινῆσαι πάθος), τὸ δὲ τῆς
λέξεως λεῖον καὶ μαλακὸν αἰτιῶμαι. τραχεῖαν γὰρ ἔδει
καὶ πικρὰν εἶναι καὶ πληγῇ τι παραπλήσιον ποιεῖν· ἣ <lb n="5"/>
δʼ ἔστιν ὑγρὰ καὶ ὁμαλὴ καὶ ὥσπερ ἔλαιον ἀψοφητὶ
διὰ τῆς ἀκοῆς ῥέουσα, θέλγειν γέ τοι καὶ ἡδύνειν
ζητοῦσα τὴν ἀκοήν. ἀλλʼ εὖ τοῖς σχήμασιν ἔχει πρὸς
<milestone unit="1014"/> ἀγῶνας πολλοῖς οὖσι καὶ | ποικίλοις καὶ διὰ τούτων
παθαίνει τοὺς ἀκούοντας; πολλοῦ γε καὶ δεῖ. τὰ γὰρ <lb n="10"/>
ἐκλύοντα μάλιστα τὴν δύναμιν αὐτῆς καὶ ἀποστρέφοντα
τὴν ἀκοὴν ταῦτʼ ἔστι τὰ μειρακιώδη πάρισα καὶ
τὰ ψυχρὰ ἀντίθετα καὶ τὰ παραπλήσια τούτοις. αὐτίκα
ἐν αὐτῇ ταύτῃ τῇ λέξει, περὶ ἧς ὁ λόγος, τό τε πρᾶγμα
ὅλον ἐστὶν ἀντίθεσις καὶ τὰ κατὰ μέρος αὐτοῦ <lb n="15"/>
νοήματα ἓν πρὸς ἓν ἀντίκειται καὶ τῶν περιόδων
ἑκάστη διʼ ἀντιθέτων κατεσκεύασται, ὥστʼ ἀποκναίειν
τοὺς ἀκούοντας ἀηδίᾳ καὶ κόρῳ. ὅ δὲ λέγω, τοιοῦτόν
ἐστι. πάσης διανοίας καὶ περιόδου καὶ λήμματος αἵ
τε ἀρχαὶ καὶ αἱ ἐπιφοραὶ τοιαῦταί εἰσιν· οἳ μὲν γὰρ <lb n="20"/>
ἡμεῖς δέ, <add cause="omitted">καί·</add> κἀκεῖνοι <add cause="omitted">μὲν ἡμεῖς δέ,</add> καί· τότε
μὲν νῦν δέ, καί· ὅσον οἳ μὲν ἡμεῖς δέ, καί· τοῦτο
μὲν τοῦτο δέ. ταῦτʼ ἀπὸ τῆς ἀρχῆς ἕως τελευτῆς
<note type="footnote">1 ἐν] ἐκ P 2 λήματος Sylburgius: λήμματος 4 ἔνδει
siue ἔοδει P 8 εὖ] ἐν MBP v | πρὸς] τοὺς MBPv 10 πα-
θαίνει om M cum lac XI litt 11 ἐκλύον postea inseruit M |
αὐτοῖς Pv | ἀποστρ[έφ]οντα cum ras M 12 ταῦτʼ Krüger:
τοῦτʼ 15 ἀντίθεσις— πρὸς ἓν om Pv | αὖ τοῦ νοήματος
Vliet (νοήματος B sec Capperonerium) 17 ἀντιθέντων P |
κατασκεύασται M1 19 πάσις P 20 οἱ Sadaeus: ἐκεῖνος MB
ἐκεῖνοι P v 21 καί add Sadaeus | κἀκεῖνοι καὶ· τότε μὲν,
νῦν δὲ καὶ· ὅσον ὁ μὲν, ἡμεῖς δὲ M, om BP v: corr Sadaeus
23 ἐκεῖνος ταῦτʼ B sed ἐκεῖνος lineola subducta deletur
</note>

<pb n="172"/>
κεκύκλωκε. τροπαὶ δὲ καὶ μεταβολαὶ καὶ ποικιλίαι
σχημά|των, ἃ πέφυκε λύειν τὸν τῆς διανοίας κόπον, <lb n="1015"/>
οὐδαμοῦ. πολλὰ ἄν τις ἔχοι τοιαῦτα ἐπιτιμᾶν Ἰσοκράτει
τῶν περὶ τὴν διάλεκτον ἐλλειμμάτων, ἀλλὰ καὶ
<lb n="5"/> ταῦθʼ ἱκανά.</p></div></div></body></text></TEI>