<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0081.tlg006.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="15"><p>15 τοῦτον ἔγωγε τὸν χαρακτῆρα <gap reason="omitted"/> εἴ
<lb n="16"/> τις μὴ μάλιστα ἀποδέχοιτο τὴν αἰτίαν, διʼ ἣν οὔτε τὰ
Θουκυδίδεια ἐκεῖνα περιττὰ καὶ ἐξηλλαγμένα τοῦ συνήθους
κράτιστα ἡγοῦμαι οὔτʼ ἐν τοῖς Λυσιακοῖς τοῖς
ἰσχνοῖς καὶ συνεσπασμένοις τὴν τελείαν τῆς λέξεως
<lb n="20"/> ἀρετὴν τίθεμαι, τοῦτʼ ἂν εἴποιμι πρὸς αὐτόν· οἱ συνιόν-
τες εἰς τὰς ἐκκλησίας καὶ τὰ δικαστήρια καὶ τοὺς <milestone unit="999"/>
ἄλλους συλλόγους, ἔνθα πολιτικῶν δεῖ λόγων, οὔτε
δεινοὶ καὶ περιττοὶ πάντες εἰσὶ καὶ τὸν Θουκυδίδου
<note type="footnote">3 Demosthenes περὶ τοῦ στεφάνου or XVIII 60</note>
<note type="footnote">1 αὐτ[ὴν] cum ras M αὐτῶν BP μετὰ postea add M</note>
<note type="footnote">2 Πειραιέως ex Πειραι posthac M item ἀσθε(νοῦς) | ἡμὲν
BP | οὔσας B 3 ἐκ δὲ postea inseruit M | ὑπὲρ] περὶ MBPv</note>
<note type="footnote">4 πρὸ τοῦ postea add M | καὶ ex D add v 7 διεκώλιον P
διεκωλύθη D 8 περὶ om D uncis seclusit v 11 προδότων
B1 | φορὰν — συνέβη γενέσθαι D 12 οὐδείς πω πρότερον D</note>
<note type="footnote">15 ἔγεγε B1 | lacunae signa addidi 17 τὰ περιττὰ Reiskius</note>
<note type="footnote">18 ἐν Sadaeus: ἐπὶ 19 συνεσκευασμένοις in mg MB
21 δηκαστήρια P</note>

<pb n="161"/>
νοῦν ἔχοντες οὔθ᾿ ἅπαντες ἰδιῶται καὶ κατασκευῆς
λόγων γενναίων ἄπειροι, ἀλλʼ οἳ μὲν ἀπὸ γεωργίας οἳ
δʼ ἀπὸ θαλαττουργίας οἳ δʼ ἀπὸ τῶν βαναύσων τεχνῶν
συνερρυηκότες, οἷς ἁπλούστερον καὶ κοινότερον διαλεγόμενος
μᾶλλον ἄν τις ἀρέσαι. τὸ γὰρ ἀκριβὲς καὶ <lb n="5"/>
περιττὸν καὶ ξένον καὶ πᾶν, ὅ τι μὴ σύνηθες αὐτοῖς
ἀκούειν τε καὶ λέγειν, ὀχληρῶς διατίθησιν αὐτούς, καὶ
ὥσπέρ τι τῶν πάνυ ἀνιαρῶν ἐδεσμάτων ἢ ποτῶν ἀποστρέφει
τοὺς στομάχους, οὕτως ἐκεῖνα ὀχληρῶς διατίθησι
τὰς ἀκοάς. οἳ δὲ πολιτικοί τε καὶ ἀπʼ <lb n="10"/>
καὶ διὰ τῆς ἐγκυκλίου παιδείας ἐληλυθότες, οἷς οὐκ
ἔνι τὸν αὐτὸν ὅνπερ ἐκείνοις διαλέγεσθαι τρόπου, ἀλλὰ
δεῖ τὴν ἐγκατάσκευον καὶ περιττὴν καὶ ξένην διάλεκτον
τούτοις προσφέρειν. εἰσὶ μὲν οὖν ἴσως ἐλάττους
οἱ τοιοῦτοι τῶν ἑτέρων, μᾶλλον δὲ πολλοστὸν <lb n="15"/>
ἐκείνων μέρος, καὶ τοῦτο οὐθεὶς ἀγνοεῖ· οὐ μὴν καταφρονεῖσθαί
γε διὰ ταῦτα ἄξιοι. ὁ μὲν οὖν τῶν ὀλίγων
<milestone unit="1000"/> καὶ εὐπαιδεύτων στοχαζόμενος λόγος οὐκ ἔσται
τῷ φαύλῳ καὶ ἀμαθεῖ πλήθει πιθανός, ὁ δὲ τοῖς
πολλοῖς καὶ ἰδιώταις ἀρέσκειν ἀξιῶν καταφρονηθήσεται <lb n="20"/>
πρὸς τῶν χαριεστέρων, ὁ δʼ ἀμφότερα τἀκροατήρια
πείθειν ζητῶν ἧττον ἀποτεύξεται τοῦ τέλους. ἔστι δὲ
οὗτος ὁ μεμιγμένος ἐξ ἀμφοτέρων τῶν χαρακτήρων.
διὰ ταῦτα ἐγὼ τὴν οὕτως κατεσκευασμένην λέξιν μετριωτάτην
εἶναι τῶν ἄλλων νενόμικα καὶ τῶν λόγων <lb n="25"/>
<note type="footnote">4 οἷς] οἳ P | ἁπλούστυρον corr in ἁπλούστερον B | κοινώ-
τερον M 5 μᾶλον P 7 διατίθηκεν B corr in mg B2
9 διατίθεσι B1P 11 ἐγκλίου παιδίας P 14 ἴσως ex ἴσω M</note>
<note type="footnote">15 μἄλλον P 16 κείνων P κείνων in ἐκείνων corr BM |
μέρως P 17 ἄξιοι Sylburgius: ἀξιοῖ 21 τἀκροατήρια
Reiskius: τὰ κριτήρια 22 πείθεῖν P | τέλος B corr B1
24 κατασκευασμένην corr in κατεσκευασμένην M
</note>

<pb n="162"/>
τούτους μάλιστα ἀποδέχομαι τοὺς πεφευγότας ἑκατέρου
τῶν χαρακτήρων τὰς ὑπερβολάς.</p></div></div></body></text></TEI>