<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0081.tlg006.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="14"><p>14 ὥστε περὶ μὲν τοῦ χαρακτῆρος . τοῦ δὲ
ῥητορικοῦ γένους τοῦ μεταξύ τῶν ἄκρων ἑκατέρων, ὃ
<lb n="15"/> ἀτελὲς παραλαβὼν ὁ Δημοσθένης παρʼ Ἰσοκράτους τε
καὶ ἔτι προτέρου Θρασυμάχου καὶ τελευταίου Πλάτωνος <milestone unit="996"/>
ἐτελείωσεν ὅσον ἦν ἀνθρωπίνη φύσει δυνατόν,
πολλὰ μὲν ἄν τις ἐκ τῶν κατὰ Φιλίππου δημηγοριῶν
πολλὰ δʼ ἐκ τῶν <add cause="omitted">ἄλλων</add> δημοσίων λόγων παραδείγματα
<lb n="20"/> λάβοι, πλεῖστα δὲ καὶ κάλλιστα ἐκ τῆς ὑπὲρ
Κτησιφῶντος ἀπολογίας· οὗτος γὰρ δή μοι δοκεῖ καλλίστη
καὶ μετριωτάτη κατασκευῇ λέξεως κεχρῆσθαι ὁ
<note type="footnote">1 δημοσθένήου P post πολὺς M repetit αὐτῆ πρόσεστιν sed
et rasura et punctis deletum est αὐτάρκις in αὐτάρκης corr P</note>
<note type="footnote">2 μετρίω ex μέτρια B2 5 αὐτὰ Reiskius τὰ ἀναγκαῖα B1</note>
<note type="footnote">7 ἐκδύνεται B 9 ῥῆσιν postea add M εἰς χρῆσιν Reiskius
εἰρήσεται Usener 10 ἐπιτά cum lac IV litt M ἐπιτάσις B1
ἀναέσεις B ἀναλόγους: να postea add M 11 ταῦ]τʼ ἢ]δη
cum ras B, in M δ postea additum est δεόμεθα M sed ἔθα
postea additum 13 χαρακτῆρος—14 τοῦ om Pv sine lacuna
post χαρακτῆρος lac VIII litt M, XIV litt B: fort τούτου ἅλις
intercidit 14 ἑκατέρων] ἑκατέρου M BP v v ὃ ἀτελὲς Sadaeus:
ὃν ἀτελῆ 16 προτέρου] πρότερον MSP v σελευτέου P
19 ἄλλων addidi 20 ὑπὲρ] περὶ MBPv 21 καλλήστη P
</note>

<pb n="159"/>
λόγος. εἰ μὲν οὖν χρόνον ἀρκοῦντα εἶχον, καὶ τὰς
λέξεις αὐτὰς ἂν παρετίθην. πολλῶν δέ μοι καὶ ἀναγκαίων
ἔτι καταλειπομένων, τοῦτο μὲν ἐάσω, δείγμασι
δὲ μόνον ἐν τῷ παρόντι χρήσομαι βραχυτάτοις ὡς ἐν
εἰδόσι λέγων. ἔστι δὴ τὰ τοιαῦτα τοῦ μέσου χαρακτῆρος <lb n="5"/>
παραδείγματα ἐκ μὲν τῆς Αἰσχίνου κατηγορίας·
‘Ἀεὶ μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, προσήκει μισεῖν
καὶ κολάζειν τοὺς προδότας καὶ δωροδόκους, μάλιστα
δὲ νῦν ἐπὶ τοῦ καιροῦ τούτου γένοιτ᾿ ἂν καὶ πάντας
ὠφελήσειεν ἀνθρώπους κοινῇ. νόσημα γάρ, ὦ ἄνδρες <lb n="10"/>
Ἀθηναῖοι, δεινὸν ἐμπέπτωκεν εἰς τὴν Ἑλλάδα καὶ χαλεπόν,
ὃ πολλῆς τινος εὐτυχίας καὶ παῤ ὑμῶν ἐπιμελείας
<milestone unit="997"/> δεόμε|νον’ καὶ <add cause="omitted">τὰ</add> ἑόμενα τούτοις. ἐκ δὲ τῆς
Ἀριστοκράτους κατηγορίας· ‘Πολλὰ μὲν δὴ παῤ ἡμῖν
ἐστι τοιαῦτα, οἷα οὐχ ἑτέρωθι, ἓν δʼ οὖν ἰδιώτατον <lb n="15"/>
πάντων καὶ σεμνότατον τὸ ἐν Ἀρείῳ πάγῳ δικαστήριον,
περὶ οὗ τοσαῦτά ἐστι καλὰ παραδεδομένα καὶ μυθώδη
καὶ ὧν αὐτοὶ μάρτυρες ἐσμέν, ὅσα περὶ οὐδενὸς ἄλλου
δικαστηρίου’ καὶ τὰ ἑξῆς. ἐκ δὲ τοῦ περὶ τῶν ἀτελειῶν
λόγου· ‘Πρῶτον μὲν τοίνυν Κόνωνα σκοπεῖτε, εἰ <lb n="20"/>
ἄρα ἄξιον καταμεμψαμένους ἢ τὸν ἄνδρα ἢ τὰ πεπραγμένα
ἄκυρόν τι ποιῆσαι τῶν ἐκείνῳ δοθέντων. οὗτος
γάρ, ὡς ὑμῶν τινῶν ἔστιν ἀκοῦσαι τῶν κατὰ τὴν
<note type="footnote">7 Demosthenes de falsa legatione or XIX 258 14 De-
mosthenes κατʼ Ἀριστοκράτους or XXIII 65 20 Demosthenes
πρὸς Λεπτίνην or XX 68</note>
<note type="footnote">3 τοῦτο postea add M 4 βραχυτούτοις P ἐνειδόσι P 5 ἔστω
Krüger 6 αἰσχ[ί]νου cum ras M 7 [ἄν]δρες cum ras M 9 ἐπὶ
καιροῦ τοῦτο D 12 ὃ καὶ D | εὐτυχίας D: συντυχίας MBPv
13 τὰ add Sylburgius 15 οἷα οἷα P οἵα οἵα B 17 ὑπὲρ D |
ἐστιν εἰπεῖν καλὰ v ex D | μυθώδε P 20 κόνωνʼ ἀσκοπεῖτε P</note>
<note type="footnote">21 μέμψασθαι μεμψαμένους μεμψαμένους B | αὐτῷ post
πεπραγμένα v 22 ἐκείνων P 23 ἀνὴρ post γὰρ v | ἔστι BP
</note>

<pb n="160"/>
αὐτὴν ἡλικίαν ὄντων, μετὰ τὴν τοῦ δήμου κάθοδον
τὴν ἐκ Πειραιέως ἀσθενοῦς ἡμῶν τῆς πόλεως οὔσης’
καὶ τὰ ἀκόλουθα. ἐκ δὲ τῆς ὑπὲρ Κτησιφῶντος ἀπολογίας·
‘ Ἃ μὲν οὖν πρὸ τοῦ πολιτεύεσθαι <add cause="omitted">καὶ</add> δημηγορεῖν 
<lb n="5"/> ἐμὲ προὔλαβε καὶ κατέσχε Φίλιππος, ἐάσω· |
οὐδὲν γὰρ ἡγοῦμαι τούτων εἶναι πρὸς ἐμέ· ἃ δὲ ἀφʼ <milestone unit="998"/>
ἧς ἡμέρας ἐπὶ ταῦτα ἐπέστην ἐγώ, διεκώλυον λαβεῖν,
ταῦτα ἀναμνήσω καὶ περὶ τούτων ὑφέξω λόγον, τοσοῦτον
ὑπειπών· πλεονέκτημα, ὦ ἄνδρες Ἀθηναῖοι, μέγα
<lb n="10"/> ὑπῆρξε Φιλίππῳ. παρὰ γὰρ τοῖς Ἕλλησιν οὐ τισὶν
ἀλλὰ πᾶσιν ὁμοίως φορὰ προδοτῶν καὶ δωροδόκων
καὶ θεοῖς ἐχθρῶν ἀνθρώπων συνέβη, ὅσην οὐδεὶς τὸ
πρότερον μέμνηται γεγονυῖανʼ καὶ τὰ συναπτόμενα
τούτοις.</p></div></div></body></text></TEI>