14 ὥστε περὶ μὲν τοῦ χαρακτῆρος . τοῦ δὲ ῥητορικοῦ γένους τοῦ μεταξύ τῶν ἄκρων ἑκατέρων, ὃ ἀτελὲς παραλαβὼν ὁ Δημοσθένης παρʼ Ἰσοκράτους τε καὶ ἔτι προτέρου Θρασυμάχου καὶ τελευταίου Πλάτωνος ἐτελείωσεν ὅσον ἦν ἀνθρωπίνη φύσει δυνατόν, πολλὰ μὲν ἄν τις ἐκ τῶν κατὰ Φιλίππου δημηγοριῶν πολλὰ δʼ ἐκ τῶν ἄλλων δημοσίων λόγων παραδείγματα λάβοι, πλεῖστα δὲ καὶ κάλλιστα ἐκ τῆς ὑπὲρ Κτησιφῶντος ἀπολογίας· οὗτος γὰρ δή μοι δοκεῖ καλλίστη καὶ μετριωτάτη κατασκευῇ λέξεως κεχρῆσθαι ὁ 1 δημοσθένήου P post πολὺς M repetit αὐτῆ πρόσεστιν sed et rasura et punctis deletum est αὐτάρκις in αὐτάρκης corr P 2 μετρίω ex μέτρια B2 5 αὐτὰ Reiskius τὰ ἀναγκαῖα B1 7 ἐκδύνεται B 9 ῥῆσιν postea add M εἰς χρῆσιν Reiskius εἰρήσεται Usener 10 ἐπιτά cum lac IV litt M ἐπιτάσις B1 ἀναέσεις B ἀναλόγους: να postea add M 11 ταῦ]τʼ ἢ]δη cum ras B, in M δ postea additum est δεόμεθα M sed ἔθα postea additum 13 χαρακτῆρος—14 τοῦ om Pv sine lacuna post χαρακτῆρος lac VIII litt M, XIV litt B: fort τούτου ἅλις intercidit 14 ἑκατέρων] ἑκατέρου M BP v v ὃ ἀτελὲς Sadaeus: ὃν ἀτελῆ 16 προτέρου] πρότερον MSP v σελευτέου P 19 ἄλλων addidi 20 ὑπὲρ] περὶ MBPv 21 καλλήστη P λόγος. εἰ μὲν οὖν χρόνον ἀρκοῦντα εἶχον, καὶ τὰς λέξεις αὐτὰς ἂν παρετίθην. πολλῶν δέ μοι καὶ ἀναγκαίων ἔτι καταλειπομένων, τοῦτο μὲν ἐάσω, δείγμασι δὲ μόνον ἐν τῷ παρόντι χρήσομαι βραχυτάτοις ὡς ἐν εἰδόσι λέγων. ἔστι δὴ τὰ τοιαῦτα τοῦ μέσου χαρακτῆρος παραδείγματα ἐκ μὲν τῆς Αἰσχίνου κατηγορίας· ‘Ἀεὶ μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, προσήκει μισεῖν καὶ κολάζειν τοὺς προδότας καὶ δωροδόκους, μάλιστα δὲ νῦν ἐπὶ τοῦ καιροῦ τούτου γένοιτ᾿ ἂν καὶ πάντας ὠφελήσειεν ἀνθρώπους κοινῇ. νόσημα γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, δεινὸν ἐμπέπτωκεν εἰς τὴν Ἑλλάδα καὶ χαλεπόν, ὃ πολλῆς τινος εὐτυχίας καὶ παῤ ὑμῶν ἐπιμελείας δεόμε|νον’ καὶ τὰ ἑόμενα τούτοις. ἐκ δὲ τῆς Ἀριστοκράτους κατηγορίας· ‘Πολλὰ μὲν δὴ παῤ ἡμῖν ἐστι τοιαῦτα, οἷα οὐχ ἑτέρωθι, ἓν δʼ οὖν ἰδιώτατον πάντων καὶ σεμνότατον τὸ ἐν Ἀρείῳ πάγῳ δικαστήριον, περὶ οὗ τοσαῦτά ἐστι καλὰ παραδεδομένα καὶ μυθώδη καὶ ὧν αὐτοὶ μάρτυρες ἐσμέν, ὅσα περὶ οὐδενὸς ἄλλου δικαστηρίου’ καὶ τὰ ἑξῆς. ἐκ δὲ τοῦ περὶ τῶν ἀτελειῶν λόγου· ‘Πρῶτον μὲν τοίνυν Κόνωνα σκοπεῖτε, εἰ ἄρα ἄξιον καταμεμψαμένους ἢ τὸν ἄνδρα ἢ τὰ πεπραγμένα ἄκυρόν τι ποιῆσαι τῶν ἐκείνῳ δοθέντων. οὗτος γάρ, ὡς ὑμῶν τινῶν ἔστιν ἀκοῦσαι τῶν κατὰ τὴν 7 Demosthenes de falsa legatione or XIX 258 14 De- mosthenes κατʼ Ἀριστοκράτους or XXIII 65 20 Demosthenes πρὸς Λεπτίνην or XX 68 3 τοῦτο postea add M 4 βραχυτούτοις P ἐνειδόσι P 5 ἔστω Krüger 6 αἰσχ[ί]νου cum ras M 7 [ἄν]δρες cum ras M 9 ἐπὶ καιροῦ τοῦτο D 12 ὃ καὶ D | εὐτυχίας D: συντυχίας MBPv 13 τὰ add Sylburgius 15 οἷα οἷα P οἵα οἵα B 17 ὑπὲρ D | ἐστιν εἰπεῖν καλὰ v ex D | μυθώδε P 20 κόνωνʼ ἀσκοπεῖτε P 21 μέμψασθαι μεμψαμένους μεμψαμένους B | αὐτῷ post πεπραγμένα v 22 ἐκείνων P 23 ἀνὴρ post γὰρ v | ἔστι BP αὐτὴν ἡλικίαν ὄντων, μετὰ τὴν τοῦ δήμου κάθοδον τὴν ἐκ Πειραιέως ἀσθενοῦς ἡμῶν τῆς πόλεως οὔσης’ καὶ τὰ ἀκόλουθα. ἐκ δὲ τῆς ὑπὲρ Κτησιφῶντος ἀπολογίας· ‘ Ἃ μὲν οὖν πρὸ τοῦ πολιτεύεσθαι καὶ δημηγορεῖν ἐμὲ προὔλαβε καὶ κατέσχε Φίλιππος, ἐάσω· | οὐδὲν γὰρ ἡγοῦμαι τούτων εἶναι πρὸς ἐμέ· ἃ δὲ ἀφʼ ἧς ἡμέρας ἐπὶ ταῦτα ἐπέστην ἐγώ, διεκώλυον λαβεῖν, ταῦτα ἀναμνήσω καὶ περὶ τούτων ὑφέξω λόγον, τοσοῦτον ὑπειπών· πλεονέκτημα, ὦ ἄνδρες Ἀθηναῖοι, μέγα ὑπῆρξε Φιλίππῳ. παρὰ γὰρ τοῖς Ἕλλησιν οὐ τισὶν ἀλλὰ πᾶσιν ὁμοίως φορὰ προδοτῶν καὶ δωροδόκων καὶ θεοῖς ἐχθρῶν ἀνθρώπων συνέβη, ὅσην οὐδεὶς τὸ πρότερον μέμνηται γεγονυῖανʼ καὶ τὰ συναπτόμενα τούτοις. 15 τοῦτον ἔγωγε τὸν χαρακτῆρα εἴ τις μὴ μάλιστα ἀποδέχοιτο τὴν αἰτίαν, διʼ ἣν οὔτε τὰ Θουκυδίδεια ἐκεῖνα περιττὰ καὶ ἐξηλλαγμένα τοῦ συνήθους κράτιστα ἡγοῦμαι οὔτʼ ἐν τοῖς Λυσιακοῖς τοῖς ἰσχνοῖς καὶ συνεσπασμένοις τὴν τελείαν τῆς λέξεως ἀρετὴν τίθεμαι, τοῦτʼ ἂν εἴποιμι πρὸς αὐτόν· οἱ συνιόν- τες εἰς τὰς ἐκκλησίας καὶ τὰ δικαστήρια καὶ τοὺς ἄλλους συλλόγους, ἔνθα πολιτικῶν δεῖ λόγων, οὔτε δεινοὶ καὶ περιττοὶ πάντες εἰσὶ καὶ τὸν Θουκυδίδου 3 Demosthenes περὶ τοῦ στεφάνου or XVIII 60 1 αὐτ[ὴν] cum ras M αὐτῶν BP μετὰ postea add M 2 Πειραιέως ex Πειραι posthac M item ἀσθε(νοῦς) | ἡμὲν BP | οὔσας B 3 ἐκ δὲ postea inseruit M | ὑπὲρ] περὶ MBPv 4 πρὸ τοῦ postea add M | καὶ ex D add v 7 διεκώλιον P διεκωλύθη D 8 περὶ om D uncis seclusit v 11 προδότων B1 | φορὰν — συνέβη γενέσθαι D 12 οὐδείς πω πρότερον D 15 ἔγεγε B1 | lacunae signa addidi 17 τὰ περιττὰ Reiskius 18 ἐν Sadaeus: ἐπὶ 19 συνεσκευασμένοις in mg MB 21 δηκαστήρια P νοῦν ἔχοντες οὔθ᾿ ἅπαντες ἰδιῶται καὶ κατασκευῆς λόγων γενναίων ἄπειροι, ἀλλʼ οἳ μὲν ἀπὸ γεωργίας οἳ δʼ ἀπὸ θαλαττουργίας οἳ δʼ ἀπὸ τῶν βαναύσων τεχνῶν συνερρυηκότες, οἷς ἁπλούστερον καὶ κοινότερον διαλεγόμενος μᾶλλον ἄν τις ἀρέσαι. τὸ γὰρ ἀκριβὲς καὶ περιττὸν καὶ ξένον καὶ πᾶν, ὅ τι μὴ σύνηθες αὐτοῖς ἀκούειν τε καὶ λέγειν, ὀχληρῶς διατίθησιν αὐτούς, καὶ ὥσπέρ τι τῶν πάνυ ἀνιαρῶν ἐδεσμάτων ἢ ποτῶν ἀποστρέφει τοὺς στομάχους, οὕτως ἐκεῖνα ὀχληρῶς διατίθησι τὰς ἀκοάς. οἳ δὲ πολιτικοί τε καὶ ἀπʼ καὶ διὰ τῆς ἐγκυκλίου παιδείας ἐληλυθότες, οἷς οὐκ ἔνι τὸν αὐτὸν ὅνπερ ἐκείνοις διαλέγεσθαι τρόπου, ἀλλὰ δεῖ τὴν ἐγκατάσκευον καὶ περιττὴν καὶ ξένην διάλεκτον τούτοις προσφέρειν. εἰσὶ μὲν οὖν ἴσως ἐλάττους οἱ τοιοῦτοι τῶν ἑτέρων, μᾶλλον δὲ πολλοστὸν ἐκείνων μέρος, καὶ τοῦτο οὐθεὶς ἀγνοεῖ· οὐ μὴν καταφρονεῖσθαί γε διὰ ταῦτα ἄξιοι. ὁ μὲν οὖν τῶν ὀλίγων καὶ εὐπαιδεύτων στοχαζόμενος λόγος οὐκ ἔσται τῷ φαύλῳ καὶ ἀμαθεῖ πλήθει πιθανός, ὁ δὲ τοῖς πολλοῖς καὶ ἰδιώταις ἀρέσκειν ἀξιῶν καταφρονηθήσεται πρὸς τῶν χαριεστέρων, ὁ δʼ ἀμφότερα τἀκροατήρια πείθειν ζητῶν ἧττον ἀποτεύξεται τοῦ τέλους. ἔστι δὲ οὗτος ὁ μεμιγμένος ἐξ ἀμφοτέρων τῶν χαρακτήρων. διὰ ταῦτα ἐγὼ τὴν οὕτως κατεσκευασμένην λέξιν μετριωτάτην εἶναι τῶν ἄλλων νενόμικα καὶ τῶν λόγων 4 οἷς] οἳ P | ἁπλούστυρον corr in ἁπλούστερον B | κοινώ- τερον M 5 μᾶλον P 7 διατίθηκεν B corr in mg B2 9 διατίθεσι B1P 11 ἐγκλίου παιδίας P 14 ἴσως ex ἴσω M 15 μἄλλον P 16 κείνων P κείνων in ἐκείνων corr BM | μέρως P 17 ἄξιοι Sylburgius: ἀξιοῖ 21 τἀκροατήρια Reiskius: τὰ κριτήρια 22 πείθεῖν P | τέλος B corr B1 24 κατασκευασμένην corr in κατεσκευασμένην M τούτους μάλιστα ἀποδέχομαι τοὺς πεφευγότας ἑκατέρου τῶν χαρακτήρων τὰς ὑπερβολάς. 16 εἰρηκὼς δὲ κατʼ ἀρχάς, ὅτι μοι δοκοῦσιν Ἰσοκράτης τε καὶ Πλάτων κράτιστα τῶν ἄλλων ἐπιτετηδευκέναι τοῦτο τὸ γένος τοῦ χαρακτῆρος καὶ προαγαγεῖν μὲν αὐτὸ ἐπὶ μήκιστον, οὐ μὴν καὶ τελειῶσαι, ὅσα δʼ ἐνέλιπεν ἐκείνων ἑκάτερος, ταῦτα Δημοσθένην ἐξειργασμένον ἐπιδείξειν ὑποσχόμενος, ἐπὶ τοῦτʼ ἤδη πορεύσομαι, τὰς ἄριστα δοκούσας ἔχειν παῤ ἑκατέρῳ τῶν ἀνδρῶν λέξεις προχειρισάμενος καὶ ἀντιπαραθεὶς αὐταῖς τὰς Δημοσθένους, ὅσαι περὶ τὰς αὐτὰς συνετάχθησαν ὑπο|θέσεις, ἵνα μᾶλλον αἱ τῶν ἀνδρῶν προαιρέσεις τε καὶ δυνάμεις γένωνται καταφανεῖς τὴν ἀκριβεστάτην βάσανον ἐπὶ τῶν ὁμοίων ἔργων λαβοῦσαι.