ἔστι δὴ καὶ παρὰ τῷ Λυσίᾳ τις ὑπὲρ ἀνδρὸς ξένου δίκην φεύγοντος περὶ κλήρου ποιούμενος τὴν ἀπολογίαν. τοῦτον ἐπιγράφει τὸν λόγον Καλλίμαχος περὶ Φερενίκου ὑπὲρ τοῦ Ἀνδροκλείδου κλήρου καὶ ἔστι πολλοῖς πρότερον ἠγωνισμένος ἔτεσι θατέρου. ἐν ᾧ τὴν αἰτίαν πρώτως ἐπιδείκνυσιν ὁ περὶ τοῦ ξένου ποιούμενος τοὺς λόγους ὥσπερ ὁ τὸν μέτοικον ἐξαιρούμενος εἰς ἐλευθερίαν. ἔστι δὲ τὸ προοίμιον τοῦ λόγου τόδε· ἀναγκαῖόν μοι δοκεῖ εἶναι, ὦ ἄνδρες δικασταί, περὶ τῆς φιλίας τῆς ἐμῆς καὶ τῆς Φερενίκου πρῶτον εἰπεῖν πρὸς ὑμᾶς, ἵνα μηδεὶς ὑμῶν θαυμάσῃ, ὅτι ὑπὲρ οὐδενὸς ὑμῶν πώποτε εἰρηκὼς πρότερον ὑπὲρ τούτου νυνὶ λέγω. ἐμοὶ γάρ, ὦ ἄνδρες δικασταί, ξένος ἦν Κηφισόδοτος ὁ τούτου πατήρ, καὶ ὅτε ἐφεύγομεν, ἐν Θήβαις παρʼ ἐκείνῳ κατηγόμην καὶ ἐγὼ καὶ ἄλλος Ἀθηναίων ὁ βουλόμενος, καὶ πολλὰ καὶ ἀγαθὰ καὶ ἰδίᾳ καὶ δημοσίᾳ παθόντες ὑπʼ αὐτοῦ εἰς τὴν ἡμετέραν αὐτῶν κατήλθομεν. ἐπεὶ δʼ οὖν οὗτοι ταῖς αὐταῖς τύχαις ἐχρήσαντο καὶ φυγάδες Ἀθήναζε ἀφίκοντο, ἡγούμενος τὴν μεγίστην αὐτοῖς ὀφείλειν χάριν οὕτως οἰκείως αὐτοὺς ὑπεδεξάμην, ὥστε μηδένα γνῶναι τῶν εἰσιόντων, εἰ μή τις πρότερον ἠπίστατο, ὁπότερος ἡμῶν ἐκέκτητο τὴν οἰκίαν. οἶδε μὲν οὖν καὶ Φερένικος, ὦ ἄνδρες δικασταί, ὅτι πολλοὶ λέγειν εἰσὶν ἐμοῦ δεινότεροι καὶ μᾶλλον τοιούτων πραγμάτων ἔμπειροι, ἀλλʼ ὅμως ἡγεῖται τὴν ἐμὴν οἰκειότητα πιστοτάτην εἶναι. αἰσχρὸν οὖν μοι δοκεῖ εἶναι κελεύοντος τούτου καὶ δεομένου τὰ δίκαια αὐτῷ βοηθῆσαι περιιδεῖν αὐτόν, καθʼ ὅσον οἷός τʼ εἰμὶ ἐγώ, τῶν ὑπʼ Ἀνδροκλείδου δεδομένων στερηθῆναι. τί δὴ ταῦτα τὰ προοίμια ἀλλήλων διαφέρει; παρὰ Λυσίᾳ μὲν ἡδεῖά ἐστιν ἡ εἰσβολὴ καὶ διʼ οὐδὲν ἄλλο μᾶλλον ἢ ὅτι φυσικῶς πως εἴρηται καὶ ἀφελῶς· ἀναγκαῖόν μοι δοκεῖ εἶναι, ὦ ἄνδρες δικασταί, περὶ τῆς φιλίας τῆς ἐμῆς καὶ τῆς Φερενίκου πρῶτον εἰπεῖν πρὸς ὑμᾶς. καὶ τὸ ἐπιλεγόμενον τούτῳ ἔτι μᾶλλον ἀκατάσκευον φαίνεται εἶναι καί, ὡς ἂν ἰδιώτης τις εἰπεῖν δύναιτο, τὸ εἰρημένον· ἵνα μηδεὶς ὑμῶν θαυμάσῃ, ὅτι ὑπὲρ οὐδενὸς ὑμῶν πώποτε εἰρηκὼς πρότερον ὑπὲρ τούτου νῦν λέγω. παρὰ δὲ Ἰσαίῳ κατεσκεύασται τὸ δοκοῦν εἶναι ἀφελὲς καὶ οὐ λέληθεν, ὅτι ἐστὶ ῥητορικόν· ἐγὼ καὶ πρότερον Εὐμάθει τούτῳ ἐγενόμην χρήσιμος δικαίως καὶ νῦν, εἴ τι ἔστι κατʼ ἐμέ, πειράσομαι συσσῴζειν αὐτόν. ὑψηλότερά τε γάρ ἐστι καὶ ἧττον ἐκείνων ἀφελέστερα, καὶ ἔτι μᾶλλον τὰ ἐπιφερόμενα· μικρὰ δέ μου ἀκούσατε, ἵνα μηδεὶς ὑπολάβῃ ὑμῶν, ὡς ἐγὼ προπετείᾳ ἢ ἄλλῃ τινὶ ἀδικίᾳ πρὸς τὰ Εὐμάθους πράγματα προσῆλθον. ἥ τε γὰρ προπέτεια καὶ ἡ ἀδικία καὶ τὸ πρὸς τὰ Εὐμάθους πράγματα προσελθεῖν πεποιημένοις μᾶλλον ἔοικεν ἢ αὐτοφυέσι. καὶ αὖθίς γε παρὰ μὲν τῷ Λυσίᾳ ἡ πρόφασις λέγεται ἀνεπιτηδεύτως· ἐμοὶ γάρ, ὦ ἄνδρες δικασταί, ξένος ἦν Κηφισόδοτος ὁ τούτου πατήρ, καὶ ὅτε ἐφεύγομεν, ἐν Θήβαις παρʼ ἐκείνῳ κατηγόμην καὶ ἐγὼ καὶ ἄλλος Ἀθηναίων ὁ βουλόμενος. ἡδέως τε καὶ ἀφοριστικῶς τὰ μετὰ ταῦτα ἐπιτίθεται· καὶ πολλὰ καὶ ἀγαθὰ καὶ ἰδίᾳ καὶ δημοσίᾳ παθόντες ὑπʼ αὐτοῦ εἰς τὴν ἡμετέραν αὐτῶν κατήλθομεν. παρὰ δὲ τῷ Ἰσαίῳ πέφρασται περιεργότερον καὶ οὐ μακρὰν ἀπέχει τῆς Δημοσθένους κατασκευῆς· τριηραρχοῦντος γάρ μου ἐπὶ Κηφισοδότου ἄρχοντος καὶ λόγου ἀπαγγελθέντος πρὸς τοὺς οἰκείους, ὡς ἄρα τετελευτηκὼς εἴην ἐν τῇ ναυμαχίᾳ, οὔσης μοι παρακαταθήκης παρʼ Εὐμάθει τούτῳ. τό τε γὰρ λόγου ἀπαγγελθέντος καὶ τὸ ὡς ἄρα τετελευτηκὼς εἴην καὶ τὸ οὔσης ἐμοὶ παρακαταθήκης οὐκ ἂν φαίην ἔγωγε ἀφελῶς εἰρῆσθαι. ἐκείνως γὰρ λεγόμενα μᾶλλον ἀποίητα· ὅτε γὰρ ἐτριηράρχουν καὶ ἀπηγγέλη τοῖς ἐνθάδε, ὡς ἄρα τετελευτηκὼς εἴην, ἔχων μου παρακαταθήκην Εὐμάθης οὑτοσί. καὶ τὰ λοιπὰ δὲ τῶν προοιμίων μέρη παρʼ ᾧ μὲν ἀφελέστερον ἄν τις εὕροι λεγόμενα, παρʼ ᾧ δὲ ῥητορικώτερον. ἐν ἑτέρῳ δὲ ἀγῶνι πάλιν ὁ μὲν Ἰσαῖος ἐπιτρόπῳ τινὶ συντάξας ἀπολογίαν ὑπὸ τοῦ ἰδίου ἀδελφιδοῦ κρινομένῳ τοιαύτῃ κέχρηται τῇ ἀρχῇ· ἐβουλόμην μέν, ὦ ἄνδρες δικασταί, μὴ λίαν οὕτως Ἁγνόθεον πρὸς χρήματʼ ἔχειν αἰσχρῶς, ὥστε τοῖς ἀλλοτρίοις ἐπιβουλεύειν καὶ δίκας τοιαύτας λαγχάνειν, ἀλλʼ ὄντα γε οὖν ἀδελφιδοῦν ἐμὸν καὶ κύριον τῆς πατρῴας οὐσίας οὐ μικρᾶς ἀλλʼ ἱκανῆς ὥστε καὶ λειτουργεῖν, ὑφʼ ἡμῶν αὐτῷ παραδοθείσης, ταύτης ἐπιμελεῖσθαι, τῶν δʼ ἐμῶν μὴ ἐπιθυμεῖν· ἵνα βελτίων τʼ ἐδόκει πᾶσιν εἶναι σῴζων αὐτὴν καὶ πλείω ποιῶν χρησιμώτερον ὑμῖν πολίτην παρεῖχεν ἑαυτόν. ἐπεὶ δὲ τὴν μὲν ἀνῄρηκε καὶ πέπρακε καὶ αἰσχρῶς καὶ κακῶς διολώλεκεν, ὡς οὐκ ἂν ἐβουλόμην, πιστεύων δʼ ἑταιρίαις καὶ λόγων παρασκευαῖς ἐπὶ τὴν ἐμὴν ἐλήλυθεν, ἀνάγκη, ὡς ἔοικε, συμφορὰν μὲν εἶναι νομίζειν, ὅτι τοιοῦτός ἐστιν οἰκεῖος ὤν, ἀπολογεῖσθαι δὲ περὶ ὧν ἐγκέκληκε καὶ ἔξω με τοῦ πράγματος διαβέβληκεν ὡς ἂν οὖν δυνώμεθα προθυμότατα πρὸς ὑμᾶς. ὁ δὲ Λυσίας ἀνδρὶ ὑπὸ τῶν ἀδελφῶν τῆς ἑαυτοῦ γυναικὸς ἐγκαλουμένῳ κακῆς ἐπιτροπῆς συγγράψας λόγον τοιούτῳ κέχρηται τῷ προοιμίῳ· οὐχ ἱκανόν, ὦ ἄνδρες δικασταί, τοῖς ἐπιτρόποις, ὅσα πράγματα διὰ τὴν ἐπιτροπείαν ἔχουσιν, ἀλλὰ καὶ διασῴζοντες τὰς τῶν φίλων οὐσίας συκοφαντοῦνται ὑπὸ τῶν ὀρφανῶν πολλοί. ὅπερ κἀμοὶ νῦν συμβέβηκεν. ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, καταλειφθεὶς ἐπίτροπος τῶν Ἱπποκράτους χρημάτων καὶ διαχειρίσας ὀρθῶς καὶ δικαίως τὴν οὐσίαν καὶ παραδοὺς τοῖς υἱοῖς δοκιμασθεῖσι τὰ χρήματα, ὧν ἐπίτροπος κατελείφθην, συκοφαντοῦμαι νῦν ὑπʼ αὐτῶν ἀδίκως. οὐ πολλῶν οἶμαι δεῖν λόγων, ὅτι τοῦτο μὲν ἀφελῶς καὶ ἡδέως εἴρηται ἦθός τε οὐ πεπλασμένον ἀλλὰ φυσικὸν ἐπιφαίνει. τὸ γάρ· οὐχ ἱκανόν, ὦ ἄνδρες δικασταί, τοῖς ἐπιτρόποις, ὅσα πράγματα διὰ τὴν ἐπιτροπείαν ἔχουσιν οὐδεὶς ἂν εἴποι ῥήτορος εἶναι, ἀλλὰ παντὸς ἰδιώτου καταστάντος εἰς ἀγῶνα ἄδικον. τὸ δʼ Ἰσαίου πεποιῆσθαι ῥητορικῶς καὶ κεκαλλιλογῆσθαι σεμνότερον ἅπαντες ἂν φήσειαν, τὸ γάρ· ἐβουλόμην μέν, ὦ ἄνδρες δικασταί, μὴ λίαν οὕτως Ἁγνόθεον πρὸς χρήματα ἔχειν αἰσχρῶς, ὥστε τοῖς ἀλλοτρίοις ἐπιβουλεύειν. καὶ ἔτι μᾶλλον παρὰ Λυσίᾳ μὲν χαριέντως πάνυ καὶ ἀφελῶς εἰρῆσθαι τὸ· ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, καταλειφθεὶς ἐπίτροπος τῶν Ἱπποκράτους χρημάτων καὶ διαχειρίσας ὀρθῶς καὶ δικαίως τὴν οὐσίαν καὶ παραδοὺς τοῖς υἱοῖς δοκιμασθεῖσι τὰ χρήματα. θάτερον δὲ τρανότερον καὶ οὐχ ὡς ἂν ἰδιώτης συνέθηκεν· ἀλλʼ ὄντα γε οὖν ἀδελφιδοῦν ἐμὸν καὶ κύριον τῆς πατρῴας οὐσίας οὐ μικρᾶς ἀλλʼ ἱκανῆς, ὥστε καὶ λειτουργεῖν, ὑφʼ ἡμῶν αὐτῷ παραδοθείσης, ταύτης ἐπιμελεῖσθαι. ἑνὸς δʼ ἔτι μνησθήσομαι γένους, ἐξ οὗ μάλιστα ἡ διαφορὰ τῶν ἀνδρῶν ἔσται καταφανής. ὑποτίθεται δὲ ἑκάτερος ἰδιώτην ἄνδρα καὶ ἀπράγμονα καὶ νέον παρὰ τὴν ἑαυτοῦ προαίρεσίν τε καὶ φύσιν ἠναγκασμένον ἐν δικαστηρίῳ λέγειν, ὁ μὲν Λυσίας ἐν τῷ πρὸς Ἀρχεβιάδην λόγῳ τὸν τρόπον τοῦτον· ἐπειδὴ τάχιστα ἔλαχέ μοι ταύτην τὴν δίκην Ἀρχεβιάδης, ὦ ἄνδρες δικασταί, προσῆλθον αὐτῷ λέγων, ὅτι νέος καὶ ἄπειρος εἴην πραγμάτων καὶ οὐδὲν δεόμενος εἰσιέναι εἰς δικαστήριον. ἐγὼ οὖν σε ἀξιῶ μὴ εὕρεμα ἡγεῖσθαι τὴν ἡλικίαν τὴν ἐμήν, ἀλλὰ παραλαβόντα τοὺς ἐμοὺς φίλους καὶ τοὺς σαυτοῦ διηγήσασθαι περὶ τοῦ χρέως, ὅθεν γεγένηται. κἂν δόξῃς ἀληθῆ λέγειν ἐκείνοις, οὐδέν σοι δεήσει πραγμάτων, ἀλλὰ λαβὼν ἄπει τὰ σαυτοῦ. δίκαιος δὲ εἶ μηδὲν παραλιπεῖν, ἀλλʼ εἰπεῖν ἅπαντα, ἐπειδὴ νεώτερός εἰμι τοῦ συμβολαίου, ἵνα ἀκούσαντες, περὶ ὧν οὐκ ἴσμεν, βουλευσώμεθα περὶ ὧν σὺ λέγεις· ἐάν πως φανερὸν γένηται, πότερον ἀδίκως τῶν ἐμῶν ἐφίεσαι ἢ δικαίως τὰ σεαυτοῦ ζητεῖς κομίσασθαι. ταῦτʼ ἐμοῦ προκαλουμένου οὐδεπώποτʼ ἠθέλησε συνελθεῖν οὐδὲ λόγον περὶ ὧν ἐνεκάλει ποιήσασθαι οὐδὲ δίαιταν ἐπιτρέψαι, ἕως ὑμεῖς τὸν νόμον τὸν περὶ τῶν διαιτητῶν ἔθεσθε. ὁ δὲ Ἰσαῖος ἐν ἀμφισβητήσει χωρίου τοῦ ὑπὸ τῶν δημοτῶν κατεσχημένου, οἷς τὸ χωρίον ὑπέκειτο, ταύτῃ χρώμενον εἰσάγει τῇ ἀρχῇ· μάλιστα μὲν ἐβουλόμην, ὦ ἄνδρες δικασταί, μηδʼ ὑφʼ ἑνὸς ἀδικεῖσθαι τῶν πολιτῶν, εἰ δὲ μή, τοιούτων ἀντιδίκων τυχεῖν, πρὸς οὓς οὐδὲν ἂν ἐφρόντιζον διαφερόμενος. νῦν δέ μοι πάντων πραγμάτων λυπηρότατον συμβέβηκεν. ἀδικοῦμαι γὰρ ὑπὸ τῶν δημοτῶν, οὓς περιορᾶν μὲν ἀποστεροῦντας οὐ ῥᾴδιον, ἀπέχθεσθαι δὲ ἀηδές, μεθʼ ὧν ἀνάγκη καὶ συνθύειν καὶ συνουσίας κοινὰς ποιεῖσθαι. πρὸς μὲν οὖν πολλοὺς χαλεπὸν ἀντιδικεῖν· μέγα γὰρ μέρος συμβάλλεται τὸ πλῆθος αὐτοῖς πρὸς τὸ δοκεῖν ἀληθῆ λέγειν· ὅμως δὲ διὰ τὸ πιστεύειν τοῖς πράγμασι, πολλῶν μοι καὶ δυσκόλων συμπιπτόντων οὐχ ἡγούμην δεῖν κατοκνῆσαι διʼ ὑμῶν πειρᾶσθαι τυγχάνειν τῶν δικαίων. δέομαι οὖν ὑμῶν συγγνώμην ἔχειν, εἰ καὶ νεώτερος ὢν λέγειν ἐπὶ δικαστηρίου τετόλμηκα· διὰ γὰρ τοὺς ἀδικοῦντας ἀναγκάζομαι παρὰ τὸν ἐμαυτοῦ τρόπον τοιοῦτόν τι ποιεῖν. πειράσομαι δʼ ὑμῖν ἐξ ἀρχῆς, ὡς ἂν δύνωμαι, διὰ βραχυτάτων εἰπεῖν περὶ τοῦ πράγματος.