ἐρῶ δὲ καὶ κεφαλαιωδῶς περὶ ταύτης τῆς ἰδέας ἣν ἐγὼ δόξαν ἔχω καὶ τίνι διαφέρειν οἴομαι τὸν Ἰσαῖον τοῦ Λυσίου. τοῦ Λυσίου μὲν δή τις ἀναγινώσκων τὰς διηγήσεις οὐδὲν ἂν ὑπολάβοι λέγεσθαι κατὰ τέχνην ἢ πονηρίαν, ἀλλʼ ὡς ἡ φύσις καὶ ἡ ἀλήθεια φέρει, αὐτὸ τοῦτο ἀγνοῶν τῆς τέχνης, ὅτι τὸ μιμήσασθαι τὴν φύσιν αὐτῆς μέγιστον ἔργον ἦν. ἐπὶ δὲ τῶν Ἰσαίου διηγημάτων τοὐναντίον ἂν πάθοι, μηδὲν ὑπολαβεῖν αὐτοφυῶς καὶ ἀπραγματεύτως λέγεσθαι μηδʼ εἴ τινα ὡς ἔτυχε γενόμενα εἴρηται, ἐκ κατασκευῆς δὲ πάντα καὶ μεμηχανημένα πρὸς ἀπάτην ἢ ἄλλην τινὰ κακουργίαν. καὶ τῷ μὲν ἂν καὶ τὰ ψευδῆ λέγοντι πιστεύσειεν ἄν, τῷ δὲ μηδʼ ἂν ἀληθεύῃ, χωρὶς ὑποψίας προσέξει. ἐν δὲ τοῖς ἀποδεικτικοῖς διαλλάττειν ἂν δόξειεν Ἰσαῖος Λυσίου τῷ τε μὴ κατʼ ἐνθύμημά τι λέγειν ἀλλὰ κατʼ ἐπιχείρημα καὶ τῷ μὴ βραχέως ἀλλὰ διεξοδικῶς μηδὲ ἁπλῶς ἀλλʼ ἀκριβῶς αὔξειν τε μᾶλλον καὶ δεινότερα ποιεῖν τὰ πράγματα καὶ τὰ πάθη ποιεῖν γεννικώτερα. ἐν γὰρ δὴ τούτοις οὐχ ἧττόν ἐστι φανερὸς τῇ Δημοσθένους τέχνῃ τὰς ἀφορμὰς δεδωκώς, ἀλλʼ οὐ τὴν Λυσίου διώκων ἀφέλειαν, ὡς ἐκ πολλῶν ἔστι λόγων, μᾶλλον δὲ ἐκ πάντων τῶν γραφέντων ὑπʼ ατοῦ τεκμήρασθαι. εἰ δέ τι δεῖ καὶ παραδείγμασι χρῆσθαι, μή τις ἀναπόδεικτα δόξῃ λέγειν ἡμᾶς, ποιήσω καὶ τοῦτο, προχειρισάμενος τὸν ὑπὲρ Εὐφιλήτου λόγον, ἐν ᾇ τὸν Ἐρχιέων δῆμον εἰς τὸ δικαστήριον προσκαλεῖταί τις τῶν ἀποψηφισθέντων ὡς ἀδίκως τῆς πολιτείας ἀπελαυνόμενος. ἐγράφη γὰρ δή τις ὑπὸ τῶν Ἀθηναίων νόμος ἐξέτασιν γενέσθαι τῶν πολιτῶν κατὰ δήμους, τὸν δὲ ἀποψηφισθέντα ὑπὸ τῶν δημοτῶν τῆς πολιτείας μὴ μετέχειν, τοῖς δὲ ἀδίκως ἀποψηφισθεῖσιν ἔφεσιν εἰς τὸ δικαστήριον εἶναι, προσκαλεσαμένοις τοὺς δημότας, καὶ ἐὰν τὸ δεύτερον ἐξελεγχθῶσι, πεπρᾶσθαι αὐτοὺς καὶ τὰ χρήματα εἶναι δημόσια. κατὰ τοῦτον τὸν νόμον ὁ Εὐφίλητος προσκαλεσάμενος τοὺς Ἐρχιέας ὡς ἀδίκως καταψηφισαμένους αὐτοῦ τὸν ἀγῶνα τόνδε διατίθεται. προείρηται μὲν δὴ τὰ πράγματα ταῦτʼ ἀκριβῶς καὶ πεπίστωται διὰ τῶν μαρτύρων, οἷς δὲ βεβαίας βούλεται ποιῆσαι τὰς μαρτυρίας, τάδε ἐστίν, ὡς μὲν ἐγὼ δόξης ἔχω, πάντʼ ἀκριβῶς ἐξειργασμένα. κρινέτω δὲ ὁ βουλόμενος, εἰ τὰ προσήκοντα ἔγνωκα περὶ αὐτῶν· ὅτι μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, ἀδελφὸς ἡμῖν ἐστιν οὑτοσὶ Εὐφίλητος, οὐ μόνον ἡμῶν ἀλλὰ καὶ τῶν συγγενῶν ἁπάντων ἀκηκόατε μαρτυρούντων. σκέψασθε δὲ πρῶτον τὸν πατέρα ἡμῶν, τίνος ἕνεκεν ἂν ψεύδοιτο καὶ τοῦτον μὴ ὄντα αὐτοῦ υἱὸν εἰσεποιεῖτο. πάντας γὰρ εὑρήσετε τοὺς τὰ τοιαῦτα πράττοντας ἢ οὐκ ὄντων αὐτοῖς γνησίων παίδων ἢ διὰ πενίαν ἀναγκαζομένους ξένους ἀνθρώπους εἰσποιεῖσθαι, ὅπως ὠφελῶνταί τι ἀπʼ αὐτῶν διʼ αὐτοὺς Ἀθηναίων γεγονότων. τῷ τοίνυν πατρὶ τούτων οὐδέτερον ὑπάρχει. γνήσιοι μὲν γὰρ αὐτῷ ἡμεῖς δύο υἱεῖς ἐσμεν· ὥστε οὐκ ἄν γε διʼ ἐρημίαν τοῦτον εἰσεποιεῖτο. ἀλλὰ μὴν οὐδὲ τροφῆς τε καὶ εὐπορίας τῆς παρὰ τούτου δεόμενος. ἔστι γὰρ αὐτῷ βίος ἱκανὸς καὶ χωρὶς τούτου μεμαρτύρηται ὑμῖν τοῦτον ἐκ παίδων τρέφων καὶ ἀσκῶν καὶ εἰς τοὺς φράτερας εἰσάγων· καὶ ταῦτα οὐ μικρὰ δαπανήματά ἐστιν. ὥστε τόν τε πατέρα ἡμῶν οὐκ εἰκός ἐστιν, ὦ ἄνδρες δικασταί, μηδὲν ὠφελούμενον οὕτως ἀδίκῳ πράγματι ἐπιχειρῆσαι. ἀλλὰ μὴν οὐδʼ ἐμέ γε οὐθεὶς ἀνθρώπων οὕτως τελέως ἂν ἄφρονα ὑπολάβοι, ὥστε τούτῳ μαρτυρεῖν τὰ ψευδῆ, ὅπως τὰ πατρῷα διὰ πλειόνων διανείμωμαι. καὶ γὰρ οὐδʼ ἀμφισβητῆσαί μοι ἐξουσία γένοιτʼ ἂν ὕστερον, ὡς οὐκ ἔστιν ἀδελφὸς οὗτος. ἐμοῦ γὰρ οὐθεὶς ἂν ὑμῶν τὴν φωνὴν ἀνάσχοιτʼ ἂν ἀκούων, εἰ νῦν μὲν ὑπόδικον ἐμαυτὸν καθιστὰς μαρτυρῶ, ὡς ἔστιν ἀδελφὸς ἡμέτερος, ὕστερον δὲ φαινοίμην τούτοις ἀντιλέγων. οὐ μόνον τοίνυν ἡμᾶς, ὦ ἄνδρες δικασταί, εἰκός ἐστι τἀληθῆ μεμαρτυρηκέναι ἀλλὰ καὶ τοὺς ἄλλους συγγενεῖς. ἐνθυμήθητε γὰρ πρῶτον μέν, ὅτι οἱ τὰς ἀδελφὰς ἡμῶν ἔχοντες οὐκ ἄν ποτε ἐμαρτύρουν περὶ τούτου τὰ ψευδῆ. μητρυιὰ γὰρ ἡ τούτου μήτηρ ἐγεγένητο ταῖς ἡμετέραις ἀδελφαῖς. εἰώθασι δέ πως ὡς ἐπὶ τὸ πολὺ διαφέρεσθαι ἀλλήλαις αἵ τε μητρυιαὶ καὶ αἱ πρόγονοι. ὥστε εἰ οὗτος ἐξ ἄλλου τινὸς ἀνδρὸς ἦν τῇ μητρυιᾷ καὶ οὐκ ἐκ τοῦ ἡμετέρου πατρός, οὐκ ἄν ποτε, ὦ ἄνδρες δικασταί, τοὺς ἑαυτῶν ἄνδρας αἱ ἀδελφαὶ μαρτυρεῖν ἐπέτρεψαν. καὶ μὴν οὐδʼ ἂν ὁ θεῖος πρὸς μητρὸς ἡμῖν ὤν, τούτῳ δὲ οὐδὲν προσήκων δήπου τῇ τούτου μητρὶ ἠθέλησεν ἄν, ὦ ἄνδρες δικασταί, μαρτυρῆσαι ψευδῆ μαρτυρίαν, διʼ ἣν ἡμῖν γίνεται βλάβη περιφανής, εἴπερ ξένον ὄντα τοῦτον εἰσποιοῦμεν ἀδελφὸν ἡμῖν αὐτοῖς. ἔτι τοίνυν, ὦ ἄνδρες δικασταί, πρὸς τούτοις πῶς ἄν τις ὑμῶν καταγνοίη ψευδομαρτυριῶν Δημαράτου τουτουὶ καὶ Ἡγήμονος καὶ Νικοστράτου; οἳ πρῶτον μὲν οὐδὲν αἰσχρὸν οὐδέποτε φανήσονται ἐπιτηδεύσαντες, εἶτα δʼ οἰκεῖοι ὄντες ἡμῖν καὶ εἰδότες ἡμᾶς ἅπαντας μεμαρτυρήκασιν Εὐφιλήτῳ τούτῳ τὴν αὑτοῦ συγγένειαν ἕκαστος. ὥστε ἡδέως κἂν τῶν ἀντιδικούντων ἡμῖν τοῦ σεμνοτάτου πυθοίμην, εἰ ἄλλοθέν ποθεν ἔχοι ἂν ἐπιδεῖξαι αὑτὸν Ἀθηναῖον ἢ ἐκ τούτων, ὧν καὶ ἡμεῖς Εὐφίλητον ἐπιδείκνυμεν. ἐγὼ μὲν γὰρ οὐκ οἶμαι ἄλλο τι ἂν αὐτὸν εἰπεῖν ἢ ὅτι ἡ μήτηρ ἀστή τέ ἐστι καὶ γαμετὴ καὶ ἀστὸς ὁ πατήρ· καὶ ὡς ταῦτʼ ἀληθῆ λέγει, παρέχοιτʼ ἂν αὑτῷ τοὺς συγγενεῖς μάρτυρας· εἶτα, ὦ ἄνδρες δικασταί, εἰ μὲν οὗτοι ἐκινδύνευον, ἠξίουν ἂν τοῖς αὑτῶν οἰκείοις ὑμᾶς πιστεύειν μαρτυροῦσι μᾶλλον ἢ τοῖς κατηγόροις. νυνὶ δὲ ἡμῶν πάντα ταῦτα παρεχομένων ἀξιώσουσιν ὑμᾶς τοῖς αὑτῶν πείθεσθαι λόγοις μᾶλλον ἢ τῷ πατρὶ τῷ Εὐφιλήτου καὶ ἐμοὶ καὶ τῷ ἀδελφῷ καὶ τοῖς φράτορσι καὶ πάσῃ τῇ ἡμετέρᾳ συγγενείᾳ; καὶ μὴν οὗτοι μὲν οὐδὲν οὐδενὶ κινδυνεύοντες ἰδίας ἔχθρας ἕνεκα ταῦτα ποιοῦσιν, ἡμεῖς δὲ πάντας ὑποδίκους ἡμᾶς αὐτοὺς καθιστάντες μαρτυροῦμεν. καὶ πρὸς ταῖς μαρτυρίαις, ὦ ἄνδρες δικασταί, πρῶτον μὲν ἡ τοῦ Εὐφιλήτου μήτηρ, ἣν οὗτοι ὁμολογοῦσιν ἀστὴν εἶναι, ὅρκον ὀμόσαι ἐπὶ τοῦ διαιτητοῦ ἐβούλετο ἐπὶ Δελφινίῳ, ἦ μὴν τουτονὶ Εὐφίλητον εἶναι ἐξ αὑτῆς καὶ τοῦ ἡμετέρου πατρός. καίτοι τίνα προσῆκε μᾶλλον αὐτῆς ἐκείνης τοῦτʼ εἰδέναι; ἔπειτα, ὦ ἄνδρες δικασταί, ὁ πατὴρ ὁ ἡμέτερος, ὃν εἰκός ἐστι μετὰ τὴν τούτου μητέρα ἄριστα τὸν αὑτοῦ υἱὸν γινώσκειν, οὗτος καὶ τότε καὶ νυνὶ βούλεται ὀμόσαι, ἦ μὴν Εὐφίλητον τοῦτον υἱὸν εἶναι αὑτοῦ ἐξ ἀστῆς καὶ γαμετῆς γυναικός. πρὸς τούτοις τοίνυν, ὦ ἄνδρες δικασταί, ἐγὼ ἐτύγχανον μὲν τρισκαιδεκαετὴς ὤν, ὥσπερ καὶ πρότερον εἶπον, ὅτε οὗτος ἐγένετο, ἕτοιμος δέ εἰμι ὀμόσαι, ἦ μὴν Εὐφίλητον τουτονὶ ἀδελφὸν εἶναι ἐμαυτοῦ ὁμοπάτριον. ὥστε, ὦ ἄνδρες δικασταί, δικαίως ἂν καὶ τοὺς ἡμετέρους ὅρκους πιστοτέρους νομίζοιτε ἢ τοὺς τούτων λόγους. ἡμεῖς μὲν γὰρ ἀκριβῶς εἰδότες ὀμόσαι περὶ αὐτοῦ θέλομεν, οὗτοι δὲ ταῦτα ἀκηκοότες παρὰ τῶν τούτου διαφόρων ἢ αὐτοὶ πλάττοντες λέγουσι. πρὸς δὲ τούτοις, ὦ ἄνδρες δικασταί, ἡμεῖς μὲν τοὺς συγγενεῖς μάρτυρας καὶ ἐπὶ τῶν διαιτητῶν καὶ ἐφʼ ὑμῶν παρεχόμεθα, οἷς οὐκ ἄξιον ἀπιστεῖν, οὗτοι δέ, ἐπειδὴ ἔλαχεν Εὐφίλητος τὴν δίκην τὴν προτέραν τῷ κοινῷ τῶν δημοτῶν καὶ τῷ τότε δημαρχοῦντι, ὃς νῦν τετελεύτηκε, δύο ἔτη τοῦ διαιτητοῦ τὴν δίαιταν ἔχοντος οὐκ ἠδυνήθησαν οὐδεμίαν μαρτυρίαν εὑρεῖν, ὡς οὑτοσὶ ἄλλου τινὸς πατρός ἐστιν ἢ τοῦ ἡμετέρου. τοῖς δὲ διαιτῶσι μέγιστα ταῦτα σημεῖα ἦν τοῦ ψεύδεσθαι τούτους καὶ κατεδιῄτησαν αὐτῶν ἀμφότεροι. καί μοι λαβὲ τῆς προτέρας διαίτης τὴν μαρτυρίαν. — Μαρτυρία. — ὡς μὲν τοίνυν καὶ τότε ὦφλον τὴν δίαιταν, ἀκηκόατε. ἀξιῶ δέ, ὦ ἄνδρες δικασταί, ὥσπερ οὗτοι μέγα τοῦτʼ ἂν ἔφασαν εἶναι σημεῖον, ὡς οὐκ ἔστιν Ἡγησίππου, εἰ οἱ διαιτηταὶ αὐτῶν ἀπεδιῄτησαν, οὕτω τὸ νῦν ἡμῖν τοιοῦτον εἶναι μαρτύριον ὅτι ἀληθῆ λέγομεν, ἐπεὶ ἔδοξαν αὐτοὶ ἀδικεῖν τοῦτον Ἀθηναῖον ὄντα καὶ κυρίως πρῶτον ἐγγραφέντα ὕστερον ἐξαλείψαντες. ὅτι μὲν οὖν ἀδελφὸς ἡμῶν ἐστιν οὑτοσὶ Εὐφίλητος καὶ πολίτης ὑμέτερος καὶ ἀδίκως ὑβρίσθη ὑπὸ τῶν ἐν τῷ δήμῳ συστάντων, ἱκανῶς οἴομαι ὑμᾶς, ὦ ἄνδρες δικασταί, ἀκηκοέναι. οὗτος ὁ χαρακτὴρ τῶν Ἰσαίου λόγων καὶ ταῦτα τὰ διαλλάττοντα παρὰ τὴν Λυσίου ἀγωγήν. οὐθὲν δὲ κωλύει καὶ κεφαλαιωδῶς περιλαβόντα διʼ ἐλαχίστης δηλώσεως τὰ φανερώτατα εἰπεῖν, ὅτι μοι δοκεῖ Λυσίας μὲν τὴν ἀλήθειαν διώκειν μᾶλλον, Ἰσαῖος δὲ τὴν τέχνην, καὶ ὃ μὲν στοχάζεσθαι τοῦ χαριέντως, ὃ δὲ τοῦ δεινῶς. εἰ δέ τις παραθεωροίη ταῦτα ὡς μικρὰ καὶ φαῦλα, οὐκ ἂν ἔτι γένοιτο ἱκανὸς αὐτῶν κριτής. ἀλλὰ γὰρ αἱ ὁμοιότητες συνταράξουσιν αὐτοῦ τὴν γνώμην, ὥστε μὴ διαγνῶναι· τὸν ἴδιον ἑκατέρου χαρακτῆρα. καὶ περὶ μὲν τούτων ὡς ἔχω δόξης δεδήλωταί μοι. βούλομαι δὲ ἤδη καὶ περὶ τῶν ἄλλων ῥητόρων ἀποδοῦναι τὸν λόγον, ἵνα μή τις ἀγνοίᾳ με δόξῃ παραλιπεῖν αὐτοὺς ἐπιφανεῖς ὄντας καὶ ὀνόματος ἠξιωμένους οὐ μετρίου ἢ φυγῇ τοῦ πόνου τὸ ῥᾷστον αἱρούμενον τῶν ἔργων τὴν περὶ αὐτῶν ἀφεικέναι σκέψιν. ἐγὼ γὰρ οὔτε ἠγνόουν, οὓς ἅπαντες ἴσασιν, οὔτε ὤκνουν ἂν ὑπὲρ αὐτῶν γράφειν, εἴ τι χρήσιμον ἔμελλεν ἐξοίσειν ἡ γραφή. ἐνθυμούμενος δέ, ὅτι τὴν μὲν ποιητικὴν κατασκευὴν καὶ τὸ μετέωρον δὴ τοῦτο καὶ πομπικὸν εἰρημένον οὐδεὶς Ἰσοκράτους ἀμείνων ἐγένετο, παρέλιπον ἑκών, οὓς ᾔδειν ἧττον ἐν ταῖς ἰδέαις ταύταις κατορθοῦντας, Γοργίαν μὲν τὸν Λεοντῖνον ἐκπίπτοντα τοῦ μετρίου καὶ πολλαχοῦ παιδαριώδη γιγνόμενον ὁρῶν, Ἀλκιδάμαντα δὲ τὸν ἀκουστὴν αὐτοῦ παχύτερον ὄντα τὴν λέξιν καὶ κενότερον, Θεόδωρον δὲ τὸν Βυζάντιον ἀρχαῖόν τινα καὶ οὔτε ἐν ταῖς τέχναις ἀκριβῆ οὔτε ἐξέτασιν ἱκανὴν ἐν τοῖς ἐναγωνίοις δεδωκότα λόγοις, Ἀναξιμένην δὲ τὸν Λαμψακηνὸν ἐν ἁπάσαις μὲν ταῖς ἰδέαις τῶν λόγων τετράγωνόν τινα εἶναι βουλόμενον (καὶ γὰρ ἱστορίας γέγραφε καὶ περὶ τοῦ ποιητοῦ συντάξεις καταλέλοιπε καὶ τέχνας ἐξενήνοχεν, ἧπται δὲ καὶ συμβουλευτικῶν καὶ δικανικῶν ἀγώνων), οὐ μέντοι τέλειόν γε ἐν οὐδεμιᾷ τούτων τῶν ἰδεῶν ἀλλʼ ἀσθενῆ καὶ ἀπίθανον ὄντα ἐν ἁπάσαις θεωρῶν. οὐ δὴ δεῖν ᾠόμην Ἰσοκράτους ἐν ἅπασι πάντων τούτων ὑπερέχοντος λόγον τινὰ ποιεῖσθαι περὶ ἐκείνων οὐδέ γε περὶ τῶν συμβιωσάντων Ἰσοκράτει καὶ τὸν χαρακτῆρα τῆς ἑρμηνείας ἐκείνου ἐκμιμησαμένων οὐθενός, Θεοδέκτου λέγω καὶ Θεοπόμπου καὶ Ναυκράτους Ἐφόρου τε καὶ Φιλίσκου καὶ Κηφισοδώρου καὶ ἄλλων συχνῶν. οὐδὲ γὰρ ἐκεῖνοι κρίνεσθαι πρὸς τὴν Ἰσοκράτους δύναμίν εἰσιν ἐπιτήδειοι. τῶν μὲν δὴ κατὰ ταύτην τὴν ἀγωγὴν κοσμουμένων ἐκεῖνον τὸν ἄνδρα διαφορώτατον ἡγησάμενος, οὐκ ἔτι περὶ τῶν ἄλλων ἠξίωσα μακρολογεῖν καὶ δαπανᾶν εἰς οὐδὲν ἀναγκαῖον τὸν χρόνον. τῶν δὲ τοὺς ἀκριβεῖς προαιρουμένων λόγους καὶ πρὸς τὴν ἐναγώνιον ἀσκούντων ῥητορικήν, ὧν ἐγένετο Ἀντιφῶν τε ὁ Ῥαμνούσιος καὶ Θρασύμαχος ὁ Καλχηδόνιος καὶ Πολυκράτης ὁ Ἀθηναῖος Κριτίας τε ὁ τῶν τριάκοντα ἄρξας καὶ Ζωΐλος ὁ τὰς καθʼ Ὁμήρου συντάξεις καταλιπὼν καὶ ἄλλοι τοιοῦτοί τινες, οὐδένα ἡγούμενος οὔτε ἀκριβέστερον οὔτε χαριέστερον γεγονέναι Λυσίου· Ἀντιφῶν γε μὴν τὸ αὐστηρὸν ἔχει μόνον καὶ ἀρχαῖον, ἀγωνιστὴς δὲ λόγων οὔτε συμβουλευτικῶν οὔτε δικανικῶν ἐστι, Πολυκράτης δὲ κενὸς μὲν ἐν τοῖς ἀληθινοῖς, ψυχρὸς δὲ καὶ φορτικὸς ἐν τοῖς ἐπιδεικτικοῖς, ἄχαρις δὲ ἐν τοῖς χαριεντισμοῦ δεομένοις ἐστί, Θρασύμαχος δὲ καθαρὸς μὲν καὶ λεπτὸς καὶ δεινὸς εὑρεῖν τε καὶ εἰπεῖν στρογγύλως καὶ περιττῶς, ὃ βούλεται, πᾶς δέ ἐστιν ἐν τοῖς τεχνογραφικοῖς καὶ ἐπιδεικτικοῖς, δικανικοὺς δὲ ἢ συμβουλευτικοὺς οὐκ ἀπολέλοιπε λόγους, τὰ δὲ αὐτὰ καὶ περὶ Κριτίου καὶ περὶ Ζωΐλου τις ἂν εἰπεῖν ἔχοι πλὴν ὅσον τοῖς χαρακτῆρσι Ζῆς ἑρμηνείας διαλλάττουσιν ἀλλήλων· τούτων δή, φημί, τῶν ἀνδρῶν καὶ τῶν παραπλησίων τούτοις διαφέρειν οἰόμενος Λυσίαν καὶ ὥσπερ ἀρχέτυπον ἀπογράφων ὑπερέχειν, ἐκεῖνον τὸν ἄνδρα ταύτης τῆς προαιρέσεως τῶν λόγων ἐποιησάμην κανόνα. τὸν δὲ δὴ τρίτον Ἰσαῖον εἴ τις ἔροιτό με τίνος ἕνεκα προσεθέμην, Λυσίου δὴ ζηλωτὴν ὄντα, ταύτην ἂν αὐτῷ φαίην τὴν αἰτίαν, ὅτι μοι δοκεῖ τῆς Δημοσθένους δεινότητος, ἣν οὐθείς ἐστιν ὃς οὐ τελειοτάτην ἁπασῶν οἴεται γενέσθαι, τὰ σπέρματα καὶ τὰς ἀρχὰς οὗτος ὁ ἀνὴρ παρασχεῖν. διὰ μὲν δὴ ταύτας τὰς αἰτίας τούσδε τοὺς ἄνδρας μόνους παρέλαβον. εἰ δὲ περὶ πάντων ἠξίουν γράφειν, εἰς κενότητας ἄν μοι ὁ λόγος ἐξέπιπτε καὶ πρὸς τῷ μηθὲν ἢ μὴ πολὺ τὸ χρήσιμον ἔχειν εἰς ἀπέραντόν τινα καὶ οὐ σύμμετρον ἐξεμηκύνθη γραφήν. καὶ περὶ τούτων μὲν ἅλις. ἑτέραν δὲ ἀρχὴν ποιήσομαι τοῦ λόγου περί τε Δημοσθένους καὶ Ὑπερείδου καὶ τρίτου λέγων Αἰσχίνου. ἡ γὰρ δὴ τελειοτάτη ῥητορικὴ καὶ τὸ κράτος τῶν ἐναγωνίων λόγων ἐν τούτοις τοῖς ἀνδράσιν ἔοικεν εἶναι.