<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0081.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0081.tlg005.perseus-grc2" n="11"><p rend="align(indent)">τίς ἂν οὖν οὐκ ἂν ὁμολογήσειε τὸν μὲν Λυσίου νέον καὶ ἰδιώτην καὶ ἀπράγμονα ἀρχέτυπόν τινα εἶναι τῆς ἀληθείας διαφέροντα ἐκείνης οὐδʼ ὁτιοῦν, τὸν ἕτερον δὲ ἀπόγραφόν τινα καὶ οὐ λανθάνοντα ὅτι πέπλασται ῥητορικῇ τέχνῃ; καὶ γὰρ αἱ λέξεις καὶ τὰ νοήματα παρʼ ἐκείνῳ μὲν τὸ αὐτοφυές, παρὰ δὲ τούτῳ τὸ κατασκευαστὸν ἀποφαίνουσιν. ὃ μέν γε ἀρχῇ κέχρηται, ὅτι νέος τε καὶ ἄπειρος εἴη πραγμάτων καὶ οὐδὲν δεόμενος εἰς δικαστήριον εἰσιέναι. καὶ ἐπιφέρει πάνυ ἠθικῶς· <q rend="single">ἐγὼ οὖν σε ἀξιῶ μὴ εὕρεμα ἡγεῖσθαι τὴν ἡλικίαν τὴν ἐμήν.</q> καὶ τὸ μετὰ τοῦτο, ὡς φύσιν εἶχε γενέσθαι τε καὶ ῥηθῆναι, λέγει· ὡς ἐπὶ διαιτητὰς <milestone unit="reiskpage" n="605"/> ἠξίουν <add>τοὺς</add> κοινοὺς ἐλθεῖν φίλους <q rend="single">κἄν δόξῃς ἀληθῆ λέγειν ἐκείνοις, οὐδέν σοι δεήσει πραγμάτων, ἀλλὰ λαβὼν ἄπει τὰ σαυτοῦ.</q> καὶ τὰ λοιπὰ ἐν ἤθει χρηστᾷ διεξελθὼν τελευτῶν ἐπιτίθησι· <q rend="single">ταῦτʼ ἐμοῦ προκαλουμένου οὐδεπώποτε ἠθέλησε συνελθεῖν.</q> ὁ δὲ Ἰσαῖος τουτὶ μὲν τὸ μέρος τὸ· <q rend="single">παρὰ τὴν ἑαυτοῦ γνώμην ἠναγκάσθαι λέγειν ἐν δικαστηρίῳ νέον ὄντα</q> ἐπὶ τελευτῇ τοῦ προοιμίου τίθησιν. ἄρχεται δὲ ἀπὸ διανοίας οὐ φαύλης μὰ Δία οὐδὲ ἰδιωτικῆς, ἀνιαρότερον εἶναι <pb n="p.107"/> λέγων πρὸς τοιούτους ἀπέχθεσθαι, μεθʼ ὧν ἀνάγκην εἶναι τῶν τιμιωτάτων κοινωνεῖν. ἔπειτα ἀπολύεταί τι τῶν μελλόντων αὐτὸν λυπεῖν, τὸ δὴ πολλοὺς ὄντας τοὺς δημότας πρὸς αὐτὸν ἀντιδικεῖν. συντίθησί τε τὰ ὀνόματα οὐ φαύλως μὰ Δία οὐδʼ ὡς ἄν ἰδιώτης· <milestone unit="reiskpage" n="606"/> <q rend="single">ἀδικοῦμαι γὰρ ὑπὸ τῶν δημοτῶν</q>, φησίν, <q rend="single">οὓς περιορᾶν μὲν οὐ ῥᾴδιον ἀποστεροῦντας, ἀπέχθεσθαι δʼ ἀηδές, μεθʼ ὧν ἀνάγκη καὶ <add>συνθύειν καὶ</add> συνουσίας κοινὰς ποιεῖσθαι.</q> ἡ γὰρ ἀηδὴς ἀπέχθεια καὶ αἱ κοιναὶ συνουσίαι τεχνικώτερον σύγκεινται μᾶλλον ἤ ἀφελέστερον, καὶ ἔτι τὸ <q rend="single">πολλῶν μοι καὶ δυσκόλων συμπιπτόντων οὐχ ἡγούμην δεῖν κατοκνῆσαι διʼ ὑμῶν πειρᾶσθαι τυγχάνειν τῶν δικαίων.</q> ἥκιστα γὰρ ἰδιώτης ἂν οὕτως· <q rend="single">οὐχ ἡγούμην δεῖν κατοκνῆσαι</q> οὐδέ γε τὸ <q rend="single">δι’ ὑμῶν πειρᾶσθαι τυγχάνειν τῶν δικαίων</q>, ἀλλʼ ἐκείνως πως μᾶλλον· <q rend="single">τοσούτων γέ μοι συμπιπτόντων δυσκόλων ἐφʼ ὑμᾶς ἠνάγκασμαι καταφυγεῖν, ἵνα τῶν δικαίων τύχω διʼ ὑμῶν.</q> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0081.tlg005.perseus-grc2" n="12"><p rend="align(indent)">οἶμαι μὲν οὖν καὶ ἐκ τούτων οὐκ ἄδηλον εἶναι τὴν τῶν ἀνδρῶν διαφοράν. οὐ μὴν ἀλλὰ καὶ ἐκ τῶν μελλόντων λέγεσθαι μᾶλλον ἔσται καταφανὴς καὶ μάλιστα ἐκ τῶν ἀποδεικτικῶν καὶ παθητικῶν λόγων, ἐν οἷς ὁ μὲν <milestone unit="reiskpage" n="607"/> Λυσίας ἁπλούστερός τίς ἐστι καὶ κατὰ τὴν σύνθεσιν τῶν ὀνομάτων καὶ κατὰ τὴν κοινότητα <pb n="p.108"/> τῶν σχημάτων, οὑτοσὶ δὲ ποικιλώτερος. πολλὰ γὰρ ἄν τις ἰδὼν εὕροι παρʼ αὐτῷ <gap reason="lost" rend=" . . . . "/> ὡς ἐν τούτῳ· <q rend="single">πόθεν χρὴ πιστεύεσθαι τὰ εἰρημένα πρὸς θεῶν; οὐκ ἐκ τῶν μαρτύρων; οἴομαί γε. πόθεν δὲ τοὺς μάρτυρας; οὐκ ἐκ τῶν βασάνων; εἰκός γε. πόθεν δέ γε ἀπιστεῖσθαι τοὺς λόγους τοὺς τούτων; οὐκ ἐκ τοῦ φεύγειν τοὺς ἐλέγχους; ἀνάγκη μεγάλη. φαίνομαι τοίνυν ἐγὼ μὲν διώκων ταῦτα καὶ τὰ πράγματα εἰς βασάνους ἄγων, οὗτος δὲ ἐπὶ διαβολὰς καὶ λόγους καθιστάς, ὅπερ ἄν τις πλεονεκτεῖν βουλόμενος ποιήσειεν. ἐχρῆν δὲ αὐτόν, εἴπερ τι δίκαιον ἐφρόνει καὶ μὴ παρακρούσασθαι τὰς ὑμετέρας γνώμας ἐζήτει, μὴ μὰ Δία ταῦτα ποιεῖν, ἀλλʼ ἐπὶ τὸν λογισμὸν μετὰ μαρτύρων ἐλθεῖν καὶ ἐξετάζειν ἕκαστα τῶν ἐν τῷ λόγῳ τοῦτον τὸν τρόπον παρʼ ἐμοῦ πυνθανόμενον· εἰσφορὰς λογίζῃ πόσας; τόσας· κατὰ <milestone unit="reiskpage" n="608"/> πόσον ἀργύριον εἰσενηνεγμένας; κατὰ τόσον καὶ τόσον· κατὰ ποῖα ψηφίσματα; ταυτί· ταύτας εἰλήφασι τίνες; οἵδε· καὶ ταῦτα μαρτυρόμενον σκέψασθαι τὰ ψηφίσματα, τὸ πλῆθος τῶν εἰσφορῶν, τὰ εἰσενηνεγμένα, τοὺς <pb n="p.109"/> λαβόντας, καὶ εἰ μὲν εὐτε <gap reason="lost" rend=" . . . . "/>, τῷ λόγῳ πιστεύειν, εἰ δὲ μή, νῦν παρασχέσθαι μάρτυρας, εἴ τι ψεῦδος ἦν ὧν ἐλογισάμην αὐτοῖς.</q> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0081.tlg005.perseus-grc2" n="13"><p rend="align(indent)">ταυτὶ μὲν διαλελυμένα καὶ ἐξ ἐπερωτήσεως. οἷς ὁ Λυσίας μὲν ἥκιστα κέχρηται, Δημοσθένης δὲ ὁ παρὰ τουτουὶ τὰς ἀφορμὰς λαβὼν ἀφειδέστερον, οἷον· <q rend="single">οὐκ οὖν σὺ μισθοφορὰν λέγεις; φήσει τις. καὶ παραχρῆμά γε τὴν αὐτὴν σύνταξιν ἁπάντων, ὦ <add>ἄνδρες</add> Ἀθηναῖοι, ἵνα τῶν κοινῶν τὸ μέρος λαμβάνων ἕκαστος, ὅτου δέοιτο <milestone unit="reiskpage" n="609"/> ἡ πόλις, τοῦτο παρέχοι. ἔξεστιν ἄγειν ἡσυχίαν· οἴκοι μένων βελτίων εἶ, τοῦ διʼ ἔνδειαν ἀνάγκῃ τι ποιεῖν αἰσχρὸν ἀπηλλαγμένος. συμβαίνει τι τοιοῦτον, οἷα καὶ τὰ νῦν· στρατιώτης αὐτὸς ὑπάρχων ἀπὸ τῶν αὐτῶν τούτων λημμάτων, ὥσπερ ἐστὶ δίκαιον ὑπὲρ τῆς πατρίδος. ἔστι τις ἔξω τῆς ἡλικίας ἡμῶν· ὅσα οὗτος ἀτάκτως νῦν λαμβάνων οὐκ ὠφελεῖ, ταῦτα ἐν ἴσῃ τάξει παραλαμβάνων πάντʼ ἐφορῶν καὶ διοικῶν, ἃ χρὴ πράττεσθαι. ὅλως δὲ οὔτε ἀφελὼν οὔτε προσθεὶς πλήν τι μικρῷ τὴν ἀταξίαν ἀνελών, εἰς τάξιν ἤγαγον τὴν πόλιν, τὴν αὐτὴν τοῦ λαβεῖν, τοῦ στρατεύεσθαι, τοῦ <pb n="p.110"/> δικάζειν, τοῦ ποιεῖν τοῦθʼ, ὅ τι καθʼ ἡλικίαν ἕκαστος ἔχοι καὶ ὅτου καιρὸς εἴη, τάξιν ποιήσας.</q> ἐκεῖνα δὲ κατὰ συστροφὴν καὶ παρακεκινδυνευμένα τῷ τε βραχέως καὶ ἀγκύλως καὶ ἐκ παραδόξου συντίθεσθαι, καὶ οὐχ ἅπασιν οὐδὲ ἐκ προχείρου γνωριζόμενα· <q rend="single">καὶ οὗτος ὁ πάντων ἀνθρώπων σχετλιώτατος, οὐ παρεχομένων <milestone unit="reiskpage" n="610"/> αὐτῶν μάρτυρας <del>δοῦναι</del>, ὧν ἐναντίον ἡμῖν ἀποδοῦναι φασίν, <del>ὡς</del> ἐκείνοις πιστεύειν προσποιεῖται μᾶλλον, ὡς ἀποδεδώκασιν ἡμῖν, ἢ <add>ἡμῖν</add>, ὡς οὐκ ἀπειλήφαμεν. καίτοι πᾶσι φανερόν, ὡς ἔοικεν, <add>οἳ καὶ</add> τὸν τούτου πατέρα ἀπεστέρουν ὄντα ἐπίτιμον, ὅτι ἡμῖν ἑκόντες οὐκ ἂν ἀπέδοσαν, εἰσπράξασθαι <add>δὲ</add> οὕτως ἔχοντες οὐκ ἂν ἐδυνήθημεν.</q> καὶ γὰρ τοῦτό ἐστι τὸ σχῆμα, ᾧ πολλάκις Δημοσθένης κέχρηται· <q rend="single">εἶτʼ οἴεσθε, οἳ μὲν αὐτὸν οὐδὲν <add>ἂν</add> ἠδυνήθησαν ποιῆσαι κακόν, αὐτοὶ δὲ μὴ παθεῖν ἐφυλάξαντʼ ἂν ἴσως, τούτους μὲν ἐξαπατᾶν αἱρεῖσθαι μᾶλλον ἤ προλέγοντα βιάζεσθαι, ὑμῖν δὲ ἐκ προρρήσεως πολεμῆσαι;</q> καὶ ἔτι γε τὰ τοιαῦτα· <q rend="single">ᾧ γάρ, ἃ μὲν ὑπῆρχεν ἔξω τῶν ἀποτιμηθέντων, <pb n="p.111"/> κατελελειτούργητο, δανειζομένῳ δʼ οὐδεὶς ἂν ἔδωκεν ἐπʼ αὐτοῖς ἔτι πλέον οὐδέν, ἀποδεδωκότι τὰς μισθώσεις ἔχειν ἐμοὶ προσῆκον ἀναμφισβητήτως, οὗτοι τηλικαύτην δίκην λαχόντες καὶ σφέτερα <milestone unit="reiskpage" n="611"/> αὐτῶν εἶναι φάσκοντες ἐκώλυσάν μʼ ἐξ αὐτῶν ποιήσασθαι τὴν ἐπισκευήν.</q> καὶ τί δεῖ τὰ πλείω παρατιθέντα μηκύνειν; πολλὰ γὰρ ἄν τις εὕροι τῶν Ἰσαίου <add>καὶ</add> κατὰ τὴν σύνθεσιν καὶ κατὰ τοὺς σχηματισμοὺς ἐξηλλαγμένα μὲν τῆς Λυσίου λέξεως, ἐοικότα δὲ τῇ Δημοσθένους δεινότητι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0081.tlg005.perseus-grc2" n="14"><p rend="align(indent)">εἰρηκὼς δὲ καὶ περὶ τῶν πραγμάτων ὅτι δεινότερός ἐστιν οἰκονομῆσαι Λυσίου καὶ ὅλους τοὺς λόγους καὶ τὰ μέρη αὐτῶν καὶ οὐδὲν ἔξω ποιῶν τῆς τέχνης, ᾗ μετὰ ταῦτα πολλῇ ὁ Δημοσθένης ἐχρήσατο, βούλομαι καὶ τὰς ὑπὲρ τούτων παρασχέσθαι πίστεις. ἔσται δὲ κεφαλαιώδης τε καὶ ὡς πρὸς ἀνεγνωκότας τὸν ἄνδρα ὁ λόγος· οὐ γὰρ ἐγχωρεῖ παραδείγματα πάντων τιθέναι. αὐτίκα τὰς διηγήσεις τότε μὲν ἀπροκατασκευάστους καὶ συντόμους καὶ οὐδὲν προκαταλαμβανούσας τῶν ἀποδεικτικῶν ἐν τῇ προσηκούσῃ τίθησι χώρᾳ, καθάπερ ἐν τῷ πρὸς Μέδοντα ποιεῖ λόγῳ καὶ ἐν τῷ πρὸς Ἁγνόθεον καὶ ἐν <milestone unit="reiskpage" n="612"/> τῇ πρὸς τοὺς δημότας ἀμφισβητήσει περὶ τοῦ χωρίου καὶ ἐν ἄλλοις συχνοῖς. τότε δὲ μερίσας αὐτὰς <pb n="p.112"/> κατὰ κεφάλαια καὶ παρʼ ἕκαστον αὐτῶν τὰς πίστεις παρατιθεὶς ἐκμηκύνει τε μᾶλλον καὶ ἐκβαίνει τὸ τῆς διηγήσεως σχῆμα, τῷ συμφέροντι χρώμενος. ταύτης ἐστὶ τῆς ἰδέας ἥ τε πρὸς Ἕρμωνα ὑπὲρ τῆς ἐγγύης ἀπολογία καὶ ἡ πρὸς Εὐκλείδην ἀμφισβήτησις ὑπὲρ τῆς τοῦ χωρίου λύσεως καὶ ἡ ὑπὲρ Εὐφιλήτου πρὸς τὸν Ἐρχιέων δῆμον ἔφεσις. ἐν γὰρ δὴ τοῖς λόγοις τούτοις μακροτέρας τὰς διηγήσεις οὔσας οὐχ ἅμα τίθησιν ὅλας, ἀλλὰ κατὰ μέρη διαλαμβάνων ἐφʼ ἑκάστῳ κεφαλαίῳ τούς τε μάρτυρας ἐπάγεται καὶ τὰς ἄλλας παρέχεται πίστεις, δεδοικώς, παρʼ ὅσα γοῦν ἐμοὶ δοκεῖ, μὴ δυσπαρακολούθητος γένηται διὰ τὸ πλῆθος τῶν κεφαλαίων ὁ λόγος καὶ πελαγίσῃ, αἵ τε πίστεις εἰς <milestone unit="reiskpage" n="613"/> ἓν χωρίον ἅπασαι συναχθεῖσαι, πολλαὶ καὶ περὶ πολλῶν οὖσαι πραγμάτων, μὴ συνταράξωσι τὴν σαφήνειαν. τοιγάρτοι μετὰ τὰς διηγήσεις τὰς οὕτως ᾠκονομημένας οὐκ ἔτι τὰς προηγουμένας ἀποδείξεις πολλοῖς βεβαιοῦται λόγοις οὐδʼ ἔστιν ὅμοιος τοῖς νέοις τεχνογράφοις, ἀλλὰ τὰς τῶν ἀντιδίκων πίστεις ἀναιρεῖν οἴεται δεῖν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0081.tlg005.perseus-grc2" n="15"><p rend="align(indent)">τότε δὲ προκατασκευάζεταί τινα πρὸ τῶν διηγήσεων πράγματα καὶ προλαμβάνει τὰ μέλλοντα πιστοτέρας αὐτὰς ἢ κατʼ ἄλλο τι χρησιμωτέρας ποιήσειν <del>οἰόμενος</del>, ὡς ἐν τῇ λήξει τῇ πρὸς Ἀριστογείτονα καὶ Ἄρχιππον εὑρίσκεται πεποιηκώς, ἐν ᾗ κλήρου τις ἀμφισβητῶν, ἀδελφὸς ὢν τοῦ τελευτήσαντος, προκαλεῖται τὸν ἔχοντα <pb n="p.113"/> τἀφανῆ χρήματα εἰς ἐμφανῶν κατάστασιν, ὁ δὲ τοῦ κλήρου κρατῶν παραγράφεται τὴν κλῆσιν, δεδόσθαι λέγων ἑαυτῷ τὰ χρήματα κατὰ διαθήκας. διττῆς δὲ τῆς ἀμφισβητήσεως ὑπαρχούσης, <milestone unit="reiskpage" n="614"/> τῆς μὲν περὶ τοῦ γεγονέναι τὰς διαθήκας ἢ μή, τῆς δέ, τῶν διαθηκῶν ἀμφισβητουμένων ἤδη, τίνα δεῖ τοῦ κλήρου κρατεῖν, πρῶτον ἀποδοὺς τὸν ὑπὲρ τῶν νόμων λόγον καὶ <add>κατὰ</add> τοῦτο ἀποδείξας τὸ μέρος, ὡς οὐ δεῖ τὸν ἐπίδικον κρατεῖσθαι κλῆρον πρὸ δίκης, οὕτως ἐπὶ τὴν διήγησιν ἔρχεται, διʼ ἧς ἀποδείκνυσιν οὐδὲ γεγενημένας ὑπὸ τοῦ τετελευτηκότος τὰς διαθήκας. καὶ οὐδὲ ταύτην τὴν διήγησιν ἁπλῶς πως συστρέψας καὶ ἀκατασκευάστως τίθησιν, ἀλλὰ καὶ ταύτην μακροτέραν οὖσαν ἀποτομαῖς τισι διαλαμβάνει καὶ καθʼ ἕκαστον εἶδος μάρτυρας ἀναβιβάζεται καὶ προκλήσεις ἀναγινώσκει καὶ συνθήκας παρέχεται τεκμηρίοις τε καὶ σημείοις καὶ τοῖς ἐκ τῶν εἰκότων ἐλέγχοις ἅπασι χρῆται. πολλὰς δʼ ἂν ἔχοιμι καὶ ἄλλας παρασχέσθαι διηγήσεις, πρὸς τὸ συμφέρον ᾠκονομημένας ὑπὸ τοῦ ῥήτορος προκατασκευαῖς, παρασκευαῖς, μερισμοῖς, χωρίων ἀλλαγαῖς, πραγμάτων μεταγωγαῖς, τῷ τὰ κεφάλαια ἀνεστράφθαι, τῷ <milestone unit="reiskpage" n="615"/> μὴ κατὰ τοὺς χρόνους τὰ πραχθέντα εἰρῆσθαι, τῷ <del>ὡς</del> μὴ πάντα μηδʼ ἅμʼ ὡς φύσιν εἶχε πραχθῆναι μηδʼ ὡς ἂν ἰδιώτης τις εἴποι λέγεσθαι, μυρίοις ἄλλοις τοιούτοις <pb n="p.114"/> τρόποις. ἀλλʼ οὔτε χρόνον ἱκανὸν ἔχω περὶ πασῶν λέγειν, ἐκδιηγούμενος εὐθὺς ἐφʼ ἑκάστης τὴν τέχνην, ὡς ἐβουλόμην ἄν, οὔθʼ ὁ πρὸς τοὺς ἐπισταμένους τὰ πράγματα λόγος ἐν τῷ πλήθει τῶν παραδειγμάτων τὸ πιστὸν ἔχει ἀλλʼ ἀρκεῖ τοῖς τοιούτοις καὶ ἡ βραχεῖα δήλωσις. </p></div></div></body></text></TEI>