<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0081.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0081.tlg005.perseus-grc2" n="1"><p rend="align(indent)"><milestone unit="reiskpage" n="586"/>Ἰσαῖος δὲ ὁ Δημοσθένους καθηγησάμενος καὶ διὰ τοῦτο μάλιστα γενόμενος περιφανής, ὡς μέν τινες ἱστοροῦσιν, Ἀθηναῖος ἦν τὸ γένος, ὡς δʼ ἕτεροι γράφουσι, Χαλκιδεύς. ἤκμασε δὲ μετὰ τὸν Πελοποννησιακὸν πόλεμον, ὡς ἐκ λόγων αὐτοῦ τεκμαίρομαι, καὶ μέχρι τῆς Φιλίππου <milestone unit="reiskpage" n="587"/> δυναστείας παρεξέτεινε. γενέσεως δὲ καὶ τελευτῆς τοῦ ῥήτορος ἀκριβῆ χρόνον εἰπεῖν οὐκ ἔχω οὐδὲ δὴ περὶ τοῦ βίου τἀνδρός, οἷός τις ἦν, οὐδὲ περὶ τῆς προαιρέσεως τῶν πολιτευμάτων οὐδέν, ἀρχὴν εἰ προείλετό τινα ἢ πολιτείαν, οὐδʼ <milestone unit="reiskpage" n="588"/> ὅλως περὶ τῶν τοιούτων οὐδενὸς διὰ τὸ μηδεμιᾷ τοιαύτῃ περιτυγχάνειν ἱστορίᾳ. οὐδὲ γὰρ ὁ τοὺς Ἰσοκράτους μαθητὰς ἀναγράψας Ἕρμιππος, ἀκριβὴς ἐν τοῖς ἄλλοις γενόμενος, ὑπὲρ τοῦδε τοῦ ῥήτορος οὐδὲν εἴρηκεν ἔξω δυεῖν τούτων, ὅτι διήκουσε μὲν Ἰσοκράτους καθηγήσατο δὲ <pb n="p.94"/> Δημοσθένους. <del>συνεγένετο δὲ τοῖς ἀρίστοις τῶν φιλοσόφων.</del> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0081.tlg005.perseus-grc2" n="2"><p rend="align(indent)">λείπεται δὴ περὶ τῆς προαιρέσεως καὶ δυνάμεως αὐτοῦ καὶ τίνι κέχρηται χαρακτῆρι λέγειν. γένους μὲν δὴ λόγων ἑνὸς ἀσκητὴς ἐγένετο τοῦ δικανικοῦ καὶ περὶ τοῦτο μάλιστα ἐσπούδασε. χαρακτῆρα δὲ τὸν Λυσίου κατὰ τὸ πλεῖστον ἐζήλωσε καὶ εἰ μή τις ἔμπειρος πάνυ τῶν ἀνδρῶν εἴη καὶ τριβὰς ἀξιολόγους ἀμφοῖν ἔχων, οὐκ ἂν διαγνοίη ῥᾳδίως πολλοὺς τῶν λόγων, ὁποτέρου τῶν ῥητόρων εἰσίν, ἀλλὰ παρακρούσεται <milestone unit="reiskpage" n="589"/> ταῖς ἐπιγραφαῖς <add>οὐχ</add> οὕτως ἀκριβῶς ἐχούσαις, ὡς διὰ μιᾶς δηλοῦταί μοι γραφῆς. οὐ μὴν ἀπαράλλακτός γέ ἐστιν ἡ τοῦ χαρακτῆρος ὁμοιότης, ἀλλὰ ἔχουσα διαφοράς τινας οὐ μικρὰς οὐδὲ ὀλίγας καὶ κατὰ τὴν ἑρμηνείαν καὶ κατὰ τὰ πράγματα, περὶ ὧν καιρὸς ἂν εἴη λέγειν, ὡς ἡμεῖς ὑπειλήφαμεν. ἐπειδὴ δὲ κατὰ τὴν λέξιν μᾶλλον ἔοικε τῷ Λυσίᾳ, τὴν ἀρχὴν ἀπὸ ταύτης ποιησάμενος τὰς ὁμοιότητάς τε καὶ τὰς διαφοράς, ἃς ἔχει πρὸς ἐκείνην, ἐρῶ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0081.tlg005.perseus-grc2" n="3"><p rend="align(indent)">καθαρὰ μὲν καὶ ἀκριβὴς καὶ σαφὴς κυρία τε καὶ ἐναργὴς καὶ σύντομος, πρὸς δὲ τούτοις πιθανή τε καὶ <pb n="p.95"/> πρέπουσα τοῖς ὑποκειμένοις στρογγύλη τε καὶ δικανικὴ οὐχ ἧττόν ἐστιν ἡ Ἰσαίου λέξις τῆς Λυσίου, καὶ κατὰ μὲν ταῦτα οὐκ ἄν τις αὐτὴν διαγνοίη. διαφέρειν δὲ ἐκείνης δόξειεν ἂν ἐν τοῖσδε· ἣ μὲν γὰρ ἀφελής τε καὶ ἠθικὴ μᾶλλόν ἐστι σύγκειταί τε φυσικώτερον καὶ ἐσχημάτισται ἁπλούστερον <milestone unit="reiskpage" n="590"/> ἡδονῇ τε καὶ χάριτι πολλῇ κεχορήγηται. ἡ δὲ Ἰσαίου τεχνικωτέρα δόξειεν ἂν εἶναι καὶ ἀκριβεστέρα τῆς Λυσίου τήν τε σύνθεσιν περιεργοτέρα τις καὶ σχηματισμοῖς διειλημμένη ποικίλοις, ὅσον τε ἀπολείπεται τῆς χάριτος ἐκείνης, τοσοῦτον ὑπερέχει τῇ δεινότητι τῆς κατασκευῆς καὶ πηγή τις ὄντως ἐστὶ τῆς Δημοσθένους δυνάμεως. τὴν μὲν οὖν λέξιν οὕτως ἄν τις διαγνοίη, ἐν δὲ τοῖς πράγμασι τοιαύτας τινὰς εὑρήσει διαφοράς. παρὰ Λυσίᾳ μὲν οὐ πολλὴν τὴν ἐπιτέχνησιν οὔτʼ ἐν <add>τοῖς</add> μερισμοῖς τῶν πραγμάτων οὔτʼ ἐν τῇ τάξει τῶν ἐνθυμημάτων οὔτʼ ἐν ταῖς ἐξεργασίαις αὐτῶν ὄψεται· ἁπλοῦς γὰρ ὁ ἀνήρ. παρʼ Ἰσαίῳ δὲ <add>ἀκριβέστερον</add> καὶ τεχνικώτερον ἤδη γινόμενα ταῦτα εὑρήσει. καὶ γὰρ ἐφόδοις χρῆται καὶ προκατασκευαῖς καὶ μερισμοῖς τεχνικωτέροις καὶ τίθησιν ἐν οἷς δίδωσι χρῆσιν ἕκαστον καὶ μέχρι πολλοῦ προάγει τὰς τῶν ἐπιχειρημάτων ἐξεργασίας σχημάτων τε μεταβολαῖς <pb n="p.96"/> ἐναγωνίων καὶ παθητικῶν ποικίλλει τοὺς λόγους. καὶ πρὸς μὲν τὸν ἀντίδικον διαπονηρεύεται, τοὺς δὲ δικαστὰς καταστρατηγεῖ, τοῖς δὲ πράγμασιν, ὑπὲρ ὧν <milestone unit="reiskpage" n="591"/> ὁ λόγος, ἐκ παντὸς πειρᾶται βοηθεῖν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0081.tlg005.perseus-grc2" n="4"><p rend="align(indent)">ἵνα δὲ μᾶλλον ἡ διαφορὰ τῶν ἀνδρῶν γένηται καταφανής, εἰκόνι χρήσομαι τῶν ὁρατῶν τινι. εἰσὶ δή τινες ἀρχαῖαι γραφαί, χρώμασι μὲν εἰργασμέναι ἁπλῶς καὶ οὐδεμίαν ἐν τοῖς μίγμασιν ἔχουσαι ποικιλίαν, ἀκριβεῖς δὲ ταῖς γραμμαῖς καὶ πολὺ τὸ χαρίεν ἐν ταύταις ἔχουσαι. αἱ δὲ μετʼ ἐκείνας εὔγραμμοι μὲν ἧττον, ἐξειργασμέναι δὲ μᾶλλον, σκιᾷ τε καὶ φωτὶ ποικιλλόμεναι καὶ ἐν τῷ πλήθει τῶν μιγμάτων τὴν ἰσχὺν ἔχουσαι. τούτων μὲν δὴ ταῖς ἀρχαιοτέραις ἔοικεν ὁ Λυσίας κατὰ τὴν ἁπλότητα καὶ τὴν χάριν, ταῖς δὲ ἐκπεπονημέναις τε καὶ τεχνικωτέραις ὁ Ἰσαῖος. ἦν δὲ περὶ αὐτοῦ δόξα παρὰ τοῖς τότε γοητείας καὶ ἀπάτης, ὡς δεινὸς ἁνὴρ τεχνιτεῦσαι λόγους ἐπὶ τὰ πονηρότερα, καὶ εἰς τοῦτο διεβάλλετο. δηλοῖ δὲ τοῦτο τῶν ἀρχαίων τις ῥητόρων ἐν τῇ Δημοσθένους <milestone unit="reiskpage" n="592"/> κατηγορίᾳ Πυθέας, ὡς ἐμοὶ δοκεῖ. πονηρίαν γὰρ τῷ Δημοσθένει καὶ κακίαν τὴν ἐξ ἀνθρώπων πᾶσαν ἐνοικεῖν φήσας, κατὰ τόδε τὸ μέρος οἷον εἰς διαβολὴν ἐπιτίθησιν, ὅτι τὸν Ἰσαῖον ὅλον καὶ τὰς τῶν λόγων ἐκείνου τέχνας σεσίτισται. <pb n="p.97"/> καὶ μὰ Δία οὐκ ἄπο σκοποῦ τὴν διαβολὴν ταύτην εἶχεν ἑκάτερος. ἐμοὶ γοῦν οἱ μὲν Ἰσαίου τε καὶ Δημοσθένους λόγοι, κἂν περὶ ἀληθεῖς καὶ δικαίας συνταχθῶσιν ὑποθέσεις, ὕποπτοι δοκοῦσιν εἶναι τῆς πολλῆς ἐπιτεχνήσεως ἕνεκα, οἱ δὲ Ἰσοκράτους καὶ Λυσίου παντὸς μάλιστα δίκαιοί τε καὶ ἀληθεῖς, κἂν μὴ τοιαῦτα τὰ πράγματα ἐν αὐτοῖς, ὅτι κακοῦργον οὐδὲν ἐπιφαίνουσιν ἐπὶ τῆς κατασκευῆς, ἀλλʼ εἰσὶν ἐλεύθεροί τινες καὶ ἀφελεῖς.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0081.tlg005.perseus-grc2" n="5"><p rend="align(indent)"> ταυτί μοι τὰ διαλλάττοντα ἔδοξεν εἶναι, ἐξ ὧν ἄν τις οὐ χαλεπῶς διαγνῶναι τοὺς Λυσίου τε καὶ Ἰσαίου λόγους δυνηθείη. εἰ δὲ ὀρθῶς ὑπείληφα, ἐξέσται τῷ βουλομένῳ σκοπεῖν <add>ἐπʼ αὐτῶν τῶν παραδειγμάτων ποιουμένῳ</add> τὴν ἐξέτασιν. ἄρξομαι δὲ ἀπὸ τῶν περὶ τὴν λέξιν θεωρημάτων. ἔστι δή τις Ἰσαίου λόγος <milestone unit="reiskpage" n="593"/>ὑπὲρ Εὐμάθους, μετοίκου τινὸς τῶν τραπεζιτευόντων Ἀθήνησιν, ὃν εἰς δουλείαν ἀγόμενον ὑπὸ τοῦ κληρονομήσαντος τὸν ἀπηλευθερωκότα τῶν ἀστῶν τις ἀφαιρεῖται καὶ τὴν ἀπολογίαν ποιεῖται περὶ αὐτοῦ. τὸ προοίμιον δέ ἐστι τοῦ λόγου τοιόνδε· <q rend="single">ἄνδρες δικασταί, <pb n="p.98"/> ἐγὼ καὶ πρότερον Εὐμάθει τούτῳ ἐγενόμην χρήσιμος δικαίως καὶ νῦν, εἴ τι ἔστι κατʼ ἐμέ, πειράσομαι συσσῴζειν αὐτὸν μεθʼ ὑμῶν. μικρὰ δέ μου ἀκούσατε, ἵνα μηδεὶς ὑπολάβῃ ὑμῶν, ὡς ἐγὼ προπετείᾳ ἢ ἄλλῃ τινὶ ἀδικίᾳ πρὸς τὰ Εὐμάθους πράγματα προσῆλθον. τριηραρχοῦντος γάρ μου ἐπὶ Κηφισοδότου ἄρχοντος καὶ λόγου ἀπαγγελθέντος πρὸς τοὺς οἰκείους, ὡς ἄρα τετελευτηκὼς εἴην ἐν τῇ ναυμαχίᾳ, οὔσης μοι παρακαταθήκης παρʼ Εὐμάθει τούτῳ, μεταπεμψάμενος τοὺς οἰκείους καὶ φίλους τοὺς ἐμοὺς Εὐμάθης ἐνεφάνισε τὰ χρήματα, ἃ ἦν μοι παρʼ αὐτῷ, καὶ ἀπέδωκε πάντα ὀρθῶς καὶ δικαίως. ἀνθʼ ὧν ἐγὼ σωθεὶς ἐχρώμην τε αὐτῷ ἔτι μᾶλλον καὶ κατασκευαζομένῳ τὴν τράπεζαν εἰσευπόρησα ἀργυρίου. καὶ μετὰ ταῦτα ἄγοντος αὐτὸν <milestone unit="reiskpage" n="594"/> Διονυσίου ἐξειλόμην εἰς ἐλευθερίαν εἰδὼς ἀφειμένον ἐν τῷ δικαστηρίῳ ὑπὸ Ἐπιγένους. ἀλλὰ περὶ μὲν τούτων ἐπισχήσω.</q> </p></div></div></body></text></TEI>