πρώτην μὲν τοίνυν ἔφην ἀρετὴν εἶναι λόγων τὴν καθαρὰν ἑρμηνείαν, ἐν ᾗ διαλλαγὴν οὐδεμίαν εὕρισκον παρʼ οὐδετέρῳ. ἔπειτα τὴν ἀκρίβειαν τὴν διαλέκτου τῆς τότε συνήθους· καὶ ταύτην ἑώρων ὁμοίαν παρʼ ἀμφοτέροις. μετὰ ταῦτα ἐπελογιζόμην, ὅτι τοῖς κυρίοις καὶ συνήθεσι καὶ κοινοῖς ὀνόμασιν ἀμφότεροι κέχρηνται, ἡ δὲ Ἰσοκράτους λέξις προσλαβοῦσά τι τῆς τροπικῆς κατασκευῆς μέχρι τοῦ μὴ λυπῆσαι προῆλθεν. τῆς σαφηνείας καὶ τῆς ἐναργείας ἀμφοτέρους κρατεῖν ἀπεφηνάμην, ἐν δὲ τῷ συντόμως ἐκφέρειν τὰ νοήματα Λυσίαν μᾶλλον ἡγούμην ἐπιτυγχάνειν. περὶ τὰς αὐξήσεις Ἰσοκράτη κατορθοῦν ἄμεινον ἐδόκουν. ἐν τῷ συστρέφειν τὰ νοήματα καὶ στρογγύλως ἐκφέρειν ὡς πρὸς ἀληθινοὺς ἀγῶνας ἐπιτήδειον Λυσίαν ἀπεδεχόμην. ἐν ταῖς ἠθοποιίαις ἀμφοτέρους εὕρισκον δεξιούς, τῆς δὲ χάριτος καὶ τῆς ἡδονῆς ἀναμφιλόγως ἀπεδίδουν τὰ πρωτεῖα Λυσίᾳ. τὸ μεγαλοπρεπὲς ἑώρων παρʼ Ἰσοκράτει. τοῦ πιθανοῦ καὶ πρέποντος οὐδέτερον ἐδόκουν ἀπολείπεσθαι. ἐν τῇ συνθέσει τῶν ὀνομάτων Λυσίαν μὲν ἀφελέστερον ἔκρινον, Ἰσοκράτην δὲ περιεργότερον, καὶ τὸν μὲν τῆς ἀληθείας πιθανώτερον εἰκαστήν, τὸν δὲ τῆς κατασκευῆς ἀθλητὴν ἰσχυρότερον. ταῦτα ἔφην περὶ τῆς λέξεως τῆς ἑκατέρου. τῶν δὲ πραγμάτων ποιούμενος τὴν ἐξέτασιν, τὴν μὲν εὕρεσιν θαυμαστὴν παρʼ ἀμφοῖν κατελαβόμην καὶ ἔτι τὴν κρίσιν. τῇ δὲ τάξει τῶν ἐνθυμημάτων καὶ τοῖς μερισμοῖς τῶν ἐπιχειρημάτων καὶ τῇ καθʼ ἕκαστον εἶδος ἐξεργασίᾳ τοῖς τε ἄλλοις ἅπασι τοῖς ἐν τῷ πραγματικῷ τόπῳ θεωρήμασι παρὰ πολὺ προτερεῖν ἡγούμην Ἰσοκράτην Λυσίου, κατὰ δὲ τὴν λαμπρότητα τῶν ὑποθέσεων καὶ τὸ φιλόσοφον τῆς προαιρέσεως πλεῖον διαφέρειν ἢ παιδὸς ἄνδρα, ὡς ὁ Πλάτων εἴρηκεν, εἰ δὲ χρὴ τἀληθὲς εἰπεῖν, καὶ τῶν ἄλλων ἁπάντων ῥητόρων, ὅσοι φιλοσόφως τοῦ μαθήματος τούτου προέστησαν. τῆς μέντοι ἀγωγῆς τῶν περιόδων τὸ κύκλιον καὶ τῶν σχηματισμῶν τῆς λέξεως τὸ μειρακιῶδες οὐκ ἐδοκίμαζον. δουλεύει γὰρ ἡ διάνοια πολλάκις τῷ ῥυθμῷ τῆς λέξεως καὶ τοῦ κομψοῦ λείπεται τὸ ἀληθινόν. κράτιστον δὲ ἐπιτήδευμα ἐν διαλέκτῳ πολιτικῇ καὶ ἐναγωνίῳ τὸ ὁμοιότατον τῷ κατὰ φύσιν. βούλεται δὲ ἡ φύσις τοῖς νοήμασιν ἕπεσθαι τὴν λέξιν, οὐ τῇ λέξει τὰ νοήματα. συμβούλῳ δὲ δὴ περὶ πολέμου καὶ εἰρήνης λέγοντι καὶ ἰδιώτῃ τὸν περὶ ψυχῆς τρέχοντι κίνδυνον ἐν δικασταῖς τὰ κομψὰ καὶ θεατρικὰ καὶ μειρακιώδη ταῦτα οὐκ οἶδα ἥντινα δύναιτο ἂν παρασχεῖν ὠφέλειαν, μᾶλλον δὲ οἶδα ὅτι καὶ βλάβης ἂν αἴτια γένοιτο. χαριεντισμὸς γὰρ πᾶς ἐν σπουδῇ καὶ κακοῖς γινόμενος ἄωρον πρᾶγμα καὶ πολεμιώτατον ἐλέῳ. οὗτος δὲ οὐκ ἐμὸς ὁ λόγος πρώτου μὰ Δία, ἐπεὶ πολλοὶ καὶ τῶν παλαιῶν ταύτην εἶχον ὑπὲρ αὐτοῦ τὴν δόξαν. φιλόνικος μὲν γὰρ ὁ διαλεκτικὸς τὴν ἄλλην κατασκευὴν τῆς λέξεως ἐπαινῶν τἀνδρὸς μέμφεται τῆς κενότητός τʼ αὐτῆς καὶ τοῦ φορτικοῦ ἐοικέναι τέ φησιν αὐτὸν ζωγράφῳ ταῖς αὐταῖς ἐσθῆσι καὶ τοῖς αὐτοῖς σχήμασι πάσας ἐπικοσμοῦντι τὰς γραφάς· ἅπαντες γοῦν εὕρισκον τοὺς λόγους αὐτοῦ τοῖς αὐτοῖς τρόποις τῆς λέξεως κεχρημένους, ὥστʼ ἐν πολλοῖς τεχνικῶς τὰ καθʼ ἕκαστα ἐξεργαζόμενον τοῖς ὅλοις ἀπρεπῆ παντελῶς φαίνεσθαι διὰ τὸ μὴ προσηκόντως τοῖς ὑποκειμένοις τῶν ἠθῶν φράζειν . Ἱερώνυμος δὲ ὁ φιλόσοφός φησιν ἀναγνῶναι μὲν ἄν τινα δυνηθῆναι τοὺς λόγους αὐτοῦ καλῶς, δημηγορῆσαι δὲ τήν τε φωνὴν καὶ τὸν τόνον ἐπάραντα καὶ ἐν ταύτῃ τῇ κατασκευῇ μετὰ τῆς ἁρμοττούσης ὑποκρίσεως εἰπεῖν οὐ παντελῶς. τὸ γὰρ μέγιστον καὶ κινητικώτατον τῶν ὄχλων παρεῖσθαι, τὸ παθητικὸν καὶ ἔμψυχον· δουλεύειν γὰρ αὐτὸν τῇ λειότητι διαπαντός, τὸ δὲ κεκραμένον καὶ παντοδαπὸν ἐπιτάσει τε καὶ ἀνέσει καὶ τὸ ταῖς παθητικαῖς ὑπερθέσεσι διειλημμένον ἀποβεβληκέναι. καθόλου δέ φησιν αὐτὸν εἰς ἀναγνώστου παιδὸς φωνὴν καταδύντα μήτε τόνον μήτε πάθος μήτε ὑπόκρισιν δύνασθαι φέρειν. πολλοῖς δὲ καὶ ἄλλοις ταῦτα καὶ παραπλήσια τούτοις εἴρηται, περὶ ὧν οὐδὲν δέομαι γράφειν. ἐξ αὐτῆς γὰρ ἔσται τῆς Ἰσοκράτους λέξεως τεθείσης καταφανὴς ὅ τε τῶν περιόδων ῥυθμὸς ἐκ παντὸς διώκων τὸ γλαφυρὸν καὶ τῶν σχημάτων τὸ μειρακιῶδες περὶ τὰς ἀντιθέσεις καὶ παρισώσεις καὶ παρομοιώσεις κατατριβόμενον. καὶ οὐ τὸ γένος μέμφομαι τῶν σχημάτων ʽπολλοὶ γὰρ αὐτοῖς ἐχρήσαντο καὶ συγγραφεῖς καὶ ῥήτορες, ἀνθίσαι βουλόμενοι τὴν λέξιν̓, ἀλλὰ τὸν πλεονασμόν. τῷ γὰρ μὴ ἐν καιρῷ γίνεσθαι μηδὲ ἐν ὥρᾳ προσίστασθαί φημι ταῖς ἀκοαῖς. ἐν γοῦν τῷ πανηγυρικῷ τῷ περιβοήτῳ λόγῳ πολύς ἐστιν ἐν τοῖς τοιούτοις· πλείστων μὲν οὖν ἀγαθῶν αἰτίους καὶ μεγίστων ἐπαίνων ἀξίους ἡγοῦμαι · ἐνταῦθα γὰρ οὐ μόνον τῷ κώλῳ τὸ κῶλον ἴσον, ἀλλὰ καὶ τὰ ὀνόματα τοῖς ὀνόμασι, τῷ μὲν πλείστων τὸ μεγίστων, τῷ δʼ ἀγαθῶν τὸ ἐπαίνων, τῷ δὲ αἰτίους τὸ ἀξίους. καὶ αὖθις· οὐδὲ ἀπέλαυον μὲν ὡς ἰδίων, ἠμέλουν δὲ ὡς ἀλλοτρίων · τό τε γὰρ κῶλον τὸ δεύτερον τῷ κώλῳ πάρισον καὶ τῶν ὀνομάτων τῷ μὲν ἀπέλαυον τὸ ἠμέλουν ἀντίθετον, τῷ δὲ ἰδίων τὸ ἀλλοτρίων. οἷς ἐπιτίθησιν· ἀλλὰ ἐκήδοντο μὲν ὡς οἰκείων, ἀπείχοντο δὲ ὥσπερ χρὴ τῶν μηδὲν προσηκόντων. ἀντίκειται γὰρ δὴ πάλιν κἀνταῦθα τῷ μὲν ἐκήδοντο τὸ ἀπείχοντο, τῷ δὲ οἰκείων τὸ μηδὲν προσηκόντων. καὶ οὔπω ταῦθʼ ἱκανά, ἀλλʼ ἐν τῇ μετὰ ταῦτα περιόδῳ πάλιν ἀντιστρέφει τῷ μὲν αὐτός τε μέλλοι μάλιστα εὐδοκιμήσειν τὸ ἐπιφερόμενον καὶ τοῖς παισὶ μεγάλην δόξαν καταλείψειν , τῷ δὲ οὐδὲ τὰς θρασύτητας τὰς ἀλλήλων ἐζήλουν τὸ συναπτόμενον αὐτῷ οὐδὲ τὰς τόλμας τὰς αὑτῶν ἤσκουν . καὶ οὐδὲ μικρὸν διαλιπὼν ἐπιφέρει τούτοις· ἀλλὰ δεινότερον μὲν ἐνόμιζον εἶναι κακῶς ὑπὸ τῶν πολιτῶν ἀκούειν ἢ καλῶς ὑπὲρ τῆς πατρίδος ἀποθνῄσκειν. οὐκοῦν καὶ δεύτερον τῷ μὲν καλῶς τὸ κακῶς ἀντίστροφον, τῷ δὲ ἀκούειν τὸ ἀποθνῄσκειν πάρισον. εἰ μέτριος εἴη μέχρι δεῦρο, ἀνεκτός, ἀλλʼ οὐκ ἀνήσει. πάλιν γοῦν ἐν τῇ μετʼ αὐτὴν περιόδῳ τίθησιν· ὅτι τοῖς ἀγαθοῖς τῶν ἀνθρώπων οὐδὲν δεήσει πολλῶν γραμμάτων ἀλλʼ ὀλίγων συνθημάτων, καὶ περὶ τῶν κοινῶν καὶ περὶ τῶν ἰδίων ὁμονοήσουσιν. οὐκοῦν τὸ γραμμάτων καὶ συνθημάτων πάρισον καὶ τὸ πολλῶν καὶ ὀλίγων καὶ κοινῶν καὶ ἰδίων ἀντίθετα. ἔπειθʼ ὥσπερ οὐδὲν εἰρηκὼς τοιοῦτον ἀθρόαις ἐπικλύσει ταῖς παρισώσεσιν, ἐπιφέρων ταυτί· καὶ τὰ τῶν ἄλλων διῴκουν θεραπεύοντες ἀλλʼ οὐχ ὑβρίζοντες τοὺς Ἕλληνας καὶ στρατηγεῖν οἰόμενοι δεῖν αὐτῶν ἀλλὰ μὴ τυραννεῖν αὐτῶν καὶ μᾶλλον ἐπιθυμοῦντες ἡγεμόνες ἢ δεσπόται προσαγορεύεσθαι καὶ σωτῆρες ἀλλὰ μὴ λυμεῶνες ἀποκαλεῖσθαι, τῷ ποιεῖν εὖ προσαγόμενοι τὰς πόλεις ἀλλʼ οὐ βίᾳ καταστρεφόμενοι, πιστοτέροις μὲν τοῖς λόγοις ἢ νῦν τοῖς ὅρκοις χρώμενοι, ταῖς δὲ συνθήκαις ὥσπερ ἀνάγκαις ἐμμένειν ἀξιοῦντες. καὶ τί δεῖ τὰ καθʼ ἕκαστα διεξιόντα μηκύνειν; ὀλίγου γὰρ ἅπας ὁ λόγος ὑπὸ τῶν τοιούτων αὐτῷ κεκόμψευται σχημάτων. οἱ μέντοι γε ἐπὶ τελευτῇ τοῦ βίου γραφέντες λόγοι ἧττόν εἰσι μειρακιώδεις, ὡς ἂν οἶμαι τελείαν ἀπειληφότες τὴν φρόνησιν παρὰ τοῦ χρόνου. καὶ περὶ μὲν τούτων ἱκανὰ ταῦτα. ὥρα δὲ ἂν εἴη καὶ τῶν παραδειγμάτων ἅψασθαι καὶ δεῖξαι τούτοις τίς ἐστιν ἡ τοῦ ῥήτορος ἰσχύς. ἅπαντα μὲν οὖν τὰ γένη τῶν προβλημάτων καὶ πάσας τὰς ἰδέας τῶν λόγων ἀμήχανον ἐν ὀλίγῳ δηλῶσαι, ἀρκεῖ δὲ μία τε δημηγορία παραληφθεῖσα καὶ λόγος εἷς ἐκ τῶν δικανικῶν. ὁ μὲν οὖν συμβουλευτικὸς λόγος ἔστω, ἐν ᾧ παρακαλεῖ τοὺς Ἀθηναίους διαλύσασθαι μὲν τὸν συμμαχικὸν κληθέντα πόλεμον, ὃν ἐπολέμουν πρὸς αὐτοὺς Χῖοί τε καὶ Ῥόδιοι καὶ οἱ τούτων σύμμαχοι, παύσασθαι δὲ πλεονεκτοῦντας καὶ τῆς κατὰ γῆν καὶ κατὰ θάλατταν ἐπιθυμοῦντας ἀρχῆς· διδάσκων ὡς ἔστιν οὐ μόνον κρείττων ἡ δικαιοσύνη τῆς ἀδικίας ἀλλὰ καὶ ὠφελιμωτέρα. τὸ μὲν οὖν ὕπτιον καὶ ἀναβεβλημένον τῆς ἀγωγῆς καὶ τῶν περιόδων ὁ χαριεντισμὸς ἔνεστι κἀν τούτοις, τὰ δὲ θεατρικὰ τῶν σχημάτων τεταμιευμένως παρείληπται. ταῦτα μὲν δὴ παρορᾶν δεῖ τοὺς ἀναγιγνώσκοντας καὶ μὴ ἄξια ἡγεῖσθαι σπουδῆς, ὥσπερ καὶ κατʼ ἀρχὰς ἔφην, τοῖς δὲ ἄλλοις πάνυ προσέχειν τὸν νοῦν. ἄρχεται δὲ ὁ λόγος ἐντεῦθεν·