Ἰσοκράτης Ἀθηναῖος ἐγεννήθη μὲν ἐπὶ τῆς ὀγδοηκοστῆς καὶ ἕκτης Ὀλυμπιάδος ἄρχοντος Ἀθήνησι Λυσιμάχου πέμπτῳ πρότερον ἔτει τοῦ Πελοποννησιακοῦ πολέμου, δυσὶ καὶ εἴκοσιν ἔτεσι νεώτερος Λυσίου, πατρὸς δὲ ἦν Θεοδώρου, τινὸς τῶν μετρίων πολιτῶν, θεράποντας αὐλοποιοὺς κεκτημένου καὶ τὸν βίον ἀπὸ ταύτης ἔχοντος τῆς ἐργασίας. ἀγωγῆς δὲ τυχὼν εὐσχήμονος καὶ παιδευθεὶς οὐδενὸς Ἀθηναίων χεῖρον, ἐπειδὴ τάχιστα ἀνὴρ ἐγένετο, φιλοσοφίας ἐπεθύμησε. γενόμενος δὲ ἀκουστὴς Προδίκου τε τοῦ Κείου καὶ Γοργίου τοῦ Λεοντίνου καὶ Τισίου τοῦ Συρακουσίου, τῶν τότε μέγιστον ὄνομα ἐν τοῖς Ἕλλησιν ἐχόντων ἐπὶ σοφίᾳ, ὡς δέ τινες ἱστοροῦσι, καὶ Θηραμένους τοῦ ῥήτορος, ὃν οἱ τριάκοντα ἀπέκτειναν δημοτικὸν εἶναι δοκοῦντα, σπουδὴν μὲν ἐποιεῖτο πράττειν τε καὶ λέγειν τὰ πολιτικά, ὡς δὲ ἡ φύσις ἠναντιοῦτο, τὰ πρῶτα καὶ κυριώτατα τοῦ ῥήτορος ἀφελομένη, τόλμαν τε καὶ φωνῆς μέγεθος, ὧν χωρὶς οὐχ οἷόν τε ἦν ἐν ὄχλῳ λέγειν, ταύτης μὲν ἀπέστη τῆς προαιρέσεως· ἐπιθυμῶν δὲ δόξης καὶ τοῦ πρωτεῦσαι παρὰ τοῖς Ἕλλησιν ἐπὶ σοφίᾳ, καθάπερ αὐτὸς εἴρηκεν, ἐπὶ τὸ γράφειν ἃ διανοηθείη κατέφυγεν, οὐ περὶ μικρῶν τὴν προαίρεσιν ποιούμενος οὐδὲ περὶ τῶν ἰδίων συμβολαίων οὐδὲ ὑπὲρ ὧν ἄλλοι τινὲς τῶν τότε σοφιστῶν, περὶ δὲ τῶν Ἑλληνικῶν καὶ βασιλικῶν καὶ πολιτικῶν πραγμάτων, ἐξ ὧν ὑπελάμβανε τάς τε πόλεις ἄμεινον οἰκήσεσθαι καὶ τοὺς ἰδιώτας ἐπίδοσιν ἕξειν πρὸς ἀρετὴν. ταῦτα γὰρ ἐν τῷ Παναθηναϊκῷ λόγῳ περὶ αὑτοῦ γράφει. πεφυρμένην τε παραλαβὼν τὴν ἄσκησιν τῶν λόγων ὑπὸ τῶν περὶ Γοργίαν καὶ Πρωταγόραν σοφιστῶν πρῶτος ἐχώρησεν ἀπὸ τῶν ἐριστικῶν τε καὶ φυσικῶν ἐπὶ τοὺς πολιτικοὺς καὶ περὶ αὐτὴν σπουδάζων τὴν ἐπιστήμην διετέλεσεν, ἐξ ἧς, ὥς φησιν αὐτός, τὸ βουλεύεσθαι καὶ λέγειν καὶ πράττειν τὰ συμφέροντα παραγίνεται τοῖς μαθοῦσιν. ἐπιφανέστατος δὲ γενόμενος τῶν κατὰ τὸν αὐτὸν ἀκμασάντων χρόνον καὶ τοὺς κρατίστους τῶν Ἀθήνησί τε καὶ ἐν τῇ ἄλλῃ Ἑλλάδι νέων παιδεύσας, ὧν οἳ μὲν ἐν τοῖς δικανικοῖς ἐγένοντο ἄριστοι λόγοις, οἳ δʼ ἐν τῷ πολιτεύεσθαι καὶ τὰ κοινὰ πράττειν διήνεγκαν, καὶ ἄλλοι δὲ τὰς κοινὰς τῶν Ἑλλήνων τε καὶ βαρβάρων πράξεις ἀνέγραψαν, καὶ τῆς Ἀθηναίων πόλεως εἰκόνα ποιήσας τὴν ἑαυτοῦ σχολὴν κατὰ τὰς ἀποικίας τῶν λόγων, πλοῦτον ὅσον οὐδεὶς τῶν ἀπὸ φιλοσοφίας χρηματισαμένων περιποιησάμενος, ἐτελεύτα τὸν βίον ἐπὶ Χαιρωνίδου ἄρχοντος ὀλίγαις ἡμέραις ὕστερον τῆς ἐν Χαιρωνείᾳ μάχης δυεῖν δέοντα βεβιωκὼς ἑκατὸν ἔτη, γνώμῃ χρησάμενος ἅμα τοῖς ἀγαθοῖς τῆς πόλεως συγκαταλῦσαι τὸν ἑαυτοῦ βίον, ἀδήλου ἔτι ὄντος, πῶς χρήσεται τῇ τύχῃ Φίλιππος παραλαβὼν τὴν ἀρχὴν τῶν Ἑλλήνων. τὰ μὲν οὖν ἱστορούμενα περὶ αὐτοῦ κεφαλαιωδῶς ταῦτʼ ἐστίν. ἡ δὲ λέξις, ᾗ κέχρηται, τοιοῦτόν τινα χαρακτῆρα ἔχει. καθαρὰ μέν ἐστιν οὐχ ἧττον τῆς Λυσίου καὶ οὐδὲν εἰκῇ τιθεῖσα ὄνομα τήν τε διάλεκτον ἀκριβοῦσα ἐν τοῖς πάνυ τὴν κοινὴν καὶ συνηθεστάτην. καὶ γὰρ αὕτη πέφευγεν ἀπηρχαιωμένων καὶ σημειωδῶν ὀνομάτων τὴν ἀπειροκαλίαν, κατὰ δὲ τὴν τροπικὴν φράσιν ὀλίγον τι διαλλάττει τῆς Λυσίου καὶ κέκραται συμμέτρως, τό τε σαφὲς ἐκείνῃ παραπλήσιον ἔχει καὶ τὸ ἐναργές, ἠθική τέ ἐστι καὶ πιθανὴ καὶ πρέπουσα . στρογγύλη δὲ οὐκ ἔστιν, ὥσπερ ἐκείνη, καὶ συγκεκροτημένη καὶ πρὸς ἀγῶνας δικανικοὺς εὔθετος, ὑπτία δέ ἐστι μᾶλλον καὶ κεχυμένη πλουσίως, οὐδὲ δὴ σύντομος οὕτως, ἀλλὰ καὶ κατασκελὴς καὶ βραδυτέρα τοῦ μετρίου. διʼ ἣν δὲ αἰτίαν τοῦτο πάσχει, μετὰ μικρὸν ἐρῶ. οὐδὲ τὴν σύνθεσιν ἐπιδείκνυται τὴν φυσικὴν καὶ ἀφελῆ καὶ ἐναγώνιον, ὥσπερ ἡ Λυσίου, ἀλλὰ πεποιημένην μᾶλλον εἰς σεμνότητα πομπικὴν καὶ ποικίλην καὶ πῇ μὲν εὐπρεπεστέραν ἐκείνης πῇ δὲ περιεργοτέραν. ὁ γὰρ ἀνὴρ οὗτος τὴν εὐέπειαν ἐκ παντὸς διώκει καὶ τοῦ γλαφυρῶς λέγειν στοχάζεται μᾶλλον ἢ τοῦ ἀφελῶς, τῶν τε γὰρ φωνηέντων τὰς παραλλήλους θέσεις ὡς ἐκλυούσας τὰς ἁρμονίας τῶν ἤχων καὶ τὴν λειότητα τῶν φθόγγων λυμαινομένας περιίσταται, περιόδῳ τε καὶ κύκλῳ περιλαμβάνειν τὰ νοήματα πειρᾶται ῥυθμοειδεῖ πάνυ καὶ οὐ πολὺ ἀπέχοντι τοῦ ποιητικοῦ μέτρου, ἀναγνώσεώς τε μᾶλλον οἰκειότερός ἐστιν ἢ χρήσεως. τοιγάρτοι τὰς μὲν ἐπιδείξεις τὰς ἐν ταῖς πανηγύρεσι καὶ τὴν ἐκ χειρὸς θεωρίαν φέρουσιν αὐτοῦ οἱ λόγοι, τοὺς δὲ ἐν ἐκκλησίαις καὶ δικαστηρίοις ἀγῶνας οὐχ ὑπομένουσι. τούτου δὲ αἴτιον, ὅτι πολὺ τὸ παθητικὸν ἐν ἐκείνοις εἶναι δεῖ· τοῦτο δὲ ἥκιστα δέχεται περίοδος. αἵ τε παρομοιώσεις καὶ παρισώσεις καὶ τὰ ἀντίθετα καὶ πᾶς ὁ τῶν τοιούτων σχημάτων κόσμος πολύς ἐστι παρʼ αὐτῷ καὶ λυπεῖ πολλάκις τὴν ἄλλην κατασκευὴν προσιστάμενος ταῖς ἀκοαῖς. καθόλου δὲ τριῶν ὄντων, ὥς φησι Θεόφραστος, ἐξ ὧν γίνεται τὸ μέγα καὶ σεμνὸν καὶ περιττὸν ἐν λέξει, τῆς τε ἐκλογῆς τῶν ὀνομάτων καὶ τῆς ἐκ τούτων ἁρμονίας καὶ τῶν περιλαμβανόντων αὐτὰ σχημάτων, ἐκλέγει μὲν εὖ πάνυ καὶ τὰ κράτιστα τῶν ὀνομάτων τίθησιν, ἁρμόττει δὲ αὐτὰ περιέργως, τὴν εὐφωνίαν ἐντείνων μουσικήν, σχηματίζει τε φορτικῶς καὶ τὰ πολλὰ γίνεται ψυχρὸς ἢ τῷ πόρρωθεν λαμβάνειν ἢ τῷ μὴ πρέποντα εἶναι τὰ σχήματα τοῖς πράγμασι διὰ τὸ μὴ κρατεῖν τοῦ μετρίου. ταῦτα μέντοι καὶ μακροτέραν αὐτῷ ποιεῖ τὴν λέξιν πολλάκις, λέγω δὲ τό τε εἰς περιόδους ἐναρμόττειν ἅπαντα τὰ νοήματα καὶ τὸ τοῖς αὐτοῖς τύποις τῶν σχημάτων τὰς περιόδους περιλαμβάνειν καὶ τὸ διώκειν ἐκ παντὸς τὴν εὐρυθμίαν. οὐ γὰρ ἅπαντα δέχεται οὔτε μῆκος τὸ αὐτὸ οὔτε σχῆμα τὸ παραπλήσιον οὔτε ῥυθμὸν τὸν ἴσον. ὥστε ἀνάγκη παραπληρώμασι λέξεων οὐδὲν ὠφελουσῶν χρῆσθαι καὶ ἀπομηκύνειν πέρα τοῦ χρησίμου τὸν λόγον. λέγω δὲ οὐχ ὡς διαπαντὸς αὐτοῦ ταῦτα ποιοῦντος (οὐχ οὕτως μαίνομαι· καὶ γὰρ συντίθησί ποτε ἀφελῶς τὰ ὀνόματα καὶ λύει τὴν περίοδον εὐγενῶς καὶ τὰ περίεργα σχήματα καὶ φορτικὰ φεύγει καὶ μάλιστα ἐν τοῖς συμβουλευτικοῖς τε καὶ δικανικοῖς λόγοις), ἀλλʼ ὡς ἐπὶ τὸ πολὺ τῷ ῥυθμῷ δουλεύοντος καὶ τῷ κύκλῳ τῆς περιόδου καὶ τὸ κάλλος τῆς ἀπαγγελίας ἐν τῷ περιττῷ τιθεμένου κοινότερον εἴρηκα περὶ αὐτοῦ. κατὰ δὴ ταῦτά φημι τὴν Ἰσοκράτους λέξιν λείπεσθαι τῆς Λυσίου καὶ ἔτι κατὰ τὴν χάριν. καίτοι γε ἀνθηρός ἐστιν, εἰ καί τις ἄλλος, καὶ ἐπαγωγὸς ἡδονῇ τῶν ἀκροωμένων Ἰσοκράτης, ἀλλʼ οὐκ ἔχει τὴν αὐτὴν χάριν ἐκείνῳ. τοσοῦτον δὲ αὐτοῦ λείπεται κατὰ ταύτην τὴν ἀρετήν, ὅσον τῶν φύσει καλῶν σωμάτων τὰ συνερανιζόμενα κόσμοις ἐπιθέτοις. πέφυκε γὰρ ἡ Λυσίου λέξις ἔχειν τὸ χαρίεν, ἡ δὲ Ἰσοκράτους βούλεται. ταύταις μὲν δὴ ταῖς ἀρεταῖς ὑστερεῖ Λυσίου κατὰ γοῦν τὴν ἐμὴν γνώμην. προτερεῖ δέ γε ἐν ταῖς μελλούσαις λέγεσθαι· ὑψηλότερός ἐστιν ἐκείνου κατὰ τὴν ἑρμηνείαν καὶ μεγαλοπρεπέστερος μακρῷ καὶ ἀξιωματικώτερος. θαυμαστὸν γὰρ δὴ καὶ μέγα τὸ τῆς Ἰσοκράτους κατασκευῆς ὕψος, ἡρωϊκῆς μᾶλλον ἢ ἀνθρωπίνης φύσεως οἰκεῖον. δοκεῖ δή μοι μὴ ἄπο σκοποῦ τις ἂν εἰκάσαι τὴν μὲν Ἰσοκράτους ῥητορικὴν τῇ Πολυκλείτου τε καὶ Φειδίου τέχνῃ κατὰ τὸ σεμνὸν καὶ μεγαλότεχνον καὶ ἀξιωματικόν, τὴν δὲ Λυσίου τῇ Καλάμιδος καὶ Καλλιμάχου τῆς λεπτότητος ἕνεκα καὶ τῆς χάριτος. ὥσπερ γὰρ ἐκείνων οἳ μὲν ἐν τοῖς ἐλάττοσι καὶ ἀνθρωπικοῖς ἔργοις εἰσὶν ἐπιτυχέστεροι τῶν ἑτέρων, οἳ δʼ ἐν τοῖς μείζοσι καὶ θειοτέροις δεξιώτεροι, οὕτως καὶ τῶν ῥητόρων ὃ μὲν ἐν τοῖς μικροῖς ἐστι σοφώτερος, ὃ δʼ ἐν τοῖς μεγάλοις περιττότερος, τάχα μὲν γὰρ καὶ τῇ φύσει μεγαλόφρων τις ὤν, εἰ δὲ μή, τῇ γε προαιρέσει πάντως τὸ σεμνὸν καὶ θαυμαστὸν διώκων. ταῦτα μὲν οὖν περὶ τῆς λέξεως τοῦ ῥήτορος. τὰ δὲ ἐν τῷ πραγματικῷ τόπῳ θεωρήματα τὰ μὲν ὅμοια τοῖς Λυσίου, τὰ δὲ κρείττονα. ἡ μὲν εὕρεσις ἡ τῶν ἐνθυμημάτων ἡ πρὸς ἕκαστον ἁρμόττουσα πρᾶγμα πολλὴ καὶ πυκνὴ καὶ οὐδὲν ἐκείνης λειπομένη. καὶ χρίσις ὡσαύτως ἀπὸ μεγάλης φρονήσεως γινομένη. τάξις δὲ καὶ μερισμοὶ τῶν πραγμάτων καὶ ἡ κατʼ ἐπιχείρημα ἐξεργασία καὶ τὸ διαλαμβάνεσθαι τὴν ὁμοείδειαν ἰδίαις μεταβολαῖς καὶ ξένοις ἐπεισοδίοις τά τε ἄλλα ὅσα περὶ τὴν πραγματικὴν οἰκονομίαν ἔστιν ἀγαθὰ πολλῷ μείζονά ἐστι παρʼ Ἰσοκράτει καὶ κρείττονα, μάλιστα δʼ ἡ προαίρεσις ἡ τῶν λόγων, περὶ οὓς ἐσπούδαζε, καὶ τῶν ὑποθέσεων τὸ κάλλος, ἐν αἷς ἐποιεῖτο τὰς διατριβάς. ἐξ ὧν οὐ λέγειν δεινοὺς μόνον ἀπεργάσαιτʼ ἂν τοὺς προσέχοντας αὐτῷ τὸν νοῦν, ἀλλὰ καὶ τὰ ἤθη σπουδαίους, οἴκῳ τε καὶ πόλει καὶ ὅλῃ τῇ Ἑλλάδι χρησίμους. κράτιστα γὰρ δὴ παιδεύματα πρὸς ἀρετὴν ἐν τοῖς Ἰσοκράτους ἔστιν εὑρεῖν λόγοις. καὶ ἔγωγέ φημι χρῆναι τοὺς μέλλοντας οὐχὶ μέρος τι τῆς πολιτικῆς δυνάμεως ἀλλʼ ὅλην αὐτὴν κτήσασθαι τοῦτον ἔχειν τὸν ῥήτορα διὰ χειρός. καὶ εἴ τις ἐπιτηδεύει τὴν ἀληθινὴν φιλοσοφίαν, μὴ τὸ θεωρητικὸν αὐτῆς μόνον ἀγαπῶν ἀλλὰ καὶ τὸ πρακτικόν, μηδʼ ἀφʼ ὧν αὐτὸς ἄλυπον ἕξει βίον, ταῦτα προαιρούμενος, ἀλλʼ ἐξ ὧν πολλοὺς ὠφελήσει, παρακελευσαίμην ἂν αὐτῷ τὴν ἐκείνου τοῦ ῥήτορος μιμεῖσθαι προαίρεσιν. τίς οὐκ ἂν γένοιτο φιλόπολίς τε καὶ φιλόδημος ἢ τίς οὐκ ἂν ἐπιτηδεύσειε τὴν πολιτικὴν καλοκἀγαθίαν ἀναγνοὺς αὐτοῦ τὸν Πανηγυρικόν; ἐν ᾧ διεξιὼν τὰς τῶν ἀρχαίων ἀρετὰς φησίν, ὡς οἱ τὴν Ἑλλάδα ἐλευθερώσαντες ἀπὸ τῶν βαρβάρων οὐ τὰ πολέμια δεινοὶ μόνον ἦσαν, ἀλλὰ καὶ τὰ ἤθη γενναῖοι καὶ φιλότιμοι καὶ σώφρονες, οἵ γε τῶν μὲν κοινῶν μᾶλλον ἐφρόντιζον ἢ τῶν ἰδίων, τῶν δὲ ἀλλοτρίων ἧττον ἐπεθύμουν ἢ τῶν ἀδυνάτων καὶ τὴν εὐδαιμονίαν οὐ πρὸς ἀργύριον ἔκρινον ἀλλὰ πρὸς εὐδοξίαν, μέγαν οἰόμενοι τοῖς παισὶ καταλείψειν πλοῦτον καὶ ἀνεπίφθονον τὴν παρὰ τοῖς πλήθεσι τιμήν· κρείττονα δὲ ἡγοῦντο τὸν εὐσχήμονα θάνατον ἢ τὸν ἀκλεῆ βίον, ἐσκόπουν δὲ οὐχ ὅπως οἱ νόμοι καλῶς καὶ ἀκριβῶς αὐτοῖς ἕξουσιν, ἀλλʼ ὡς ἡ τῶν καθʼ ἡμέραν ἐπιτηδευμάτων μετριότης μηθὲν ἐκβήσεται τῶν πατρίων· οὕτως δὲ εἶχεν αὐτοῖς τὰ πρὸς ἀλλήλους φιλοτίμως καὶ πολιτικῶς, ὥστε καὶ τὰς στάσεις ἐποιοῦντο πρὸς ἀλλήλους, πότεροι πλείω τὴν πόλιν ἀγαθὰ ποιήσουσιν, οὐχ οἵτινες τοὺς ἑτέρους ἀπολέσαντες τῶν λοιπῶν αὐτοὶ ἄρξουσι. τῇ δὲ αὐτῇ προθυμίᾳ χρώμενοι καὶ πρὸς τὴν Ἑλλάδα τῷ θεραπεύειν προσήγοντο τὰς πόλεις καὶ τῷ πείθειν ταῖς εὐεργεσίαις μᾶλλον ἢ τῷ βιάζεσθαι τοῖς ὅπλοις κατεῖχον, πιστοτέροις χρώμενοι τοῖς λόγοις ἢ νῦν τοῖς ὅρκοις, καὶ ταῖς συνθήκαις ἀξιοῦντες μᾶλλον ἐμμένειν ἢ ταῖς ἀνάγκαις, τοιαῦτα δὲ περὶ τῶν ἡττόνων ἀξιοῦντες γινώσκειν, οἷα περὶ σφῶν αὐτῶν τοὺς κρείττους ἂν ἠξίωσαν φρονεῖν, οὕτω δὲ παρεσκευασμένοι τὰς γνώμας, ὡς ἰδίᾳ μὲν ἔχοντες τὰς ἑαυτῶν πόλεις, κοινὴν δὲ πατρίδα τὴν Ἑλλάδα οἰκοῦντες.