μετὰ ταύτας ἀρετὴν εὑρίσκω παρὰ Λυσίᾳ πάνυ θαυμαστήν, ἧς Θεόφραστος μέν φησιν ἄρξαι Θρασύμαχον, ἐγὼ δʼ ἡγοῦμαι Λυσίαν· καὶ γὰρ τοῖς χρόνοις οὗτος ἐκείνου προέχειν ἔμοιγε δοκεῖ (λέγω δʼ ὡς ἐν ἀκμῇ κοινῇ βίου γενομένων ἀμφοῖν), καὶ εἰ μὴ τοῦτο δοθείη, τῷ γέ τοι περὶ τοὺς ἀληθινοὺς ἀγῶνας ἐκείνου μᾶλλον τετρῖφθαι. οὐ μέντοι διαβεβαιοῦμαί γε, ὁπότερος ἦρξε τῆς ἀρετῆς ταύτης, κατὰ τὸ παρόν, ἀλλʼ ὅτι Λυσίας μᾶλλον ἐν αὐτῇ διήνεγκεν, τοῦτο θαρρῶν ἂν ἀποφηναίμην. τίς δʼ ἐστὶν ἥν φημι ἀρετήν; ἡ συστρέφουσα τὰ νοήματα καὶ στρογγύλως ἐκφέρουσα λέξις, οἰκεία πάνυ καὶ ἀναγκαία τοῖς δικανικοῖς λόγοις καὶ παντὶ ἀληθεῖ ἀγῶνι. ταύτην ὀλίγοι μὲν ἐμιμήσαντο, Δημοσθένης δὲ καὶ ὑπερεβάλετο πλὴν οὐχ οὕτως γε λευκῶς οὐδὲ ἀφελῶς ὥσπερ Λυσίας χρησάμενος αὐτῇ, ἀλλὰ περιέργως καὶ πικρῶς· λεγέσθω γάρ, ὡς ἐμοὶ φαίνεται. ὑπὲρ ὧν κατὰ τὸν οἰκεῖον διαλέξομαι καιρόν. ἔχει δὲ καὶ τὴν ἐνάργειαν πολλὴν ἡ Λυσίου λέξις. αὕτη δʼ ἐστὶ δύναμίς τις ὑπὸ τὰς αἰσθήσεις ἄγουσα τὰ λεγόμενα, γίγνεται δʼ ἐκ τῆς τῶν παρακολουθούντων λήψεως. ὁ δὴ προσέχων τὴν διάνοιαν τοῖς Λυσίου λόγοις οὐχ οὕτως ἔσται σκαιὸς ἢ δυσάρεστος ἢ βραδὺς τὸν νοῦν, ὃς οὐχ ὑπολήψεται γινόμενα τὰ δηλούμενα ὁρᾶν. καὶ ὥσπερ παροῦσιν οἷς ἂν ὁ ῥήτωρ εἰσάγῃ προσώποις ὁμιλεῖν. ἐπιζητήσει τε οὐθέν, οἷον εἰκὸς τοὺς μὲν ἂν δρᾶσαι, τοὺς δὲ παθεῖν, τοὺς δὲ διανοηθῆναι, τοὺς δὲ εἰπεῖν. κράτιστος γὰρ δὴ πάντων ἐγένετο ῥητόρων φύσιν ἀνθρώπων κατοπτεῦσαι καὶ τὰ προσήκοντα ἑκάστοις ἀποδοῦναι πάθη τε καὶ ἤθη καὶ ἔργα. ἀποδίδωμί τε οὖν αὐτῷ καὶ τὴν εὐπρεπεστάτην ἀρετήν, καλουμένην δὲ ὑπὸ πολλῶν ἠθοποιΐαν. ἁπλῶς γὰρ οὐδὲν εὑρεῖν δύναμαι παρὰ τῷ ῥήτορι τούτῳ πρόσωπον οὔτε ἀνηθοποίητον οὔτε ἄψυχον. τριῶν τε ὄντων, ἐν οἷς καὶ περὶ ἃ τὴν ἀρετὴν εἶναι ταύτην συμβέβηκε, διανοίας τε καὶ λέξεως καὶ τρίτης τῆς συνθέσεως, ἐν ἅπασι τούτοις αὐτὸν ἀποφαίνομαι κατορθοῦν. οὐ γὰρ διανοουμένους μόνον ὑποτίθεται χρηστὰ καὶ ἐπιεικῆ καὶ μέτρια τοὺς λέγοντας, ὥστε εἰκόνας εἶναι δοκεῖν τῶν ἠθῶν τοὺς λόγους, ἀλλὰ καὶ τὴν λέξιν ἀποδίδωσι τοῖς ἤθεσιν οἰκείαν, ᾗ πέφυκεν αὐτὰ ἑαυτῶν κράτιστα δηλοῦσθαι, τὴν σαφῆ καὶ κυρίαν καὶ κοινὴν καὶ πᾶσιν ἀνθρώποις συνηθεστάτην· ὁ γὰρ ὄγκος καὶ τὸ ξένον καὶ τὸ ἐξ ἐπιτηδεύσεως ἅπαν ἀνηθοποίητον. καὶ συντίθησί γε αὐτὴν ἀφελῶς πάνυ καὶ ἁπλῶς, ὁρῶν ὅτι οὐκ ἐν τῇ περιόδῳ καὶ τοῖς ῥυθμοῖς, ἀλλʼ ἐν τῇ διαλελυμένῃ λέξει γίνεται τὸ ἦθος. καθόλου δέ, ἵνα καὶ περὶ ταύτης εἴπω τῆς ἀρετῆς, οὐκ οἶδʼ εἴ τις ἄλλος ῥητόρων τῶν γε τῇ ὁμοίᾳ κατασκευῇ χρησαμένων τοῦ λόγου εἴτε ἥδιον συνέθηκεν εἴτε πιθανώτερον. δοκεῖ μὲν γὰρ ἀποίητός τις εἶναι καὶ ἀτεχνίτευτος ὁ τῆς ἁρμονίας αὐτοῦ χαρακτὴρ καὶ οὐ θαυμάσαιμʼ ἄν, εἰ πᾶσι μὲν τοῖς ἰδιώταις, οὐκ ὀλίγοις δὲ καὶ τῶν φιλολόγων, ὅσοι μὴ μεγάλας ἔχουσι τριβὰς περὶ λόγους, τοιαύτην τινὰ παράσχοι δόξαν, ὅτι ἀνεπιτηδεύτως καὶ οὐ κατὰ τέχνην, αὐτομάτως δέ πως καὶ ὡς ἔτυχε σύγκειται. ἔστι δὲ παντὸς μᾶλλον ἔργου τεχνικοῦ κατεσκευασμένος. πεποίηται γὰρ αὐτῷ τοῦτο τὸ ἀποίητον καὶ δέδεται τὸ λελυμένον καὶ ἐν αὐτῷ τῷ μὴ δοκεῖν δεινῶς κατεσκευάσθαι τὸ δεινὸν ἔχει. τὴν ἀλήθειαν οὖν τις ἐπιτηδεύων καὶ φύσεως μιμητὴς γίνεσθαι βουλόμενος οὐκ ἂν ἁμαρτάνοι τῇ Λυσίου συνθέσει χρώμενος· ἑτέραν γὰρ οὐκ ἂν εὕροι ταύτης ἀληθεστέραν. οἴομαι δὲ καὶ τὸ πρέπον ἔχειν τὴν Λυσίου λέξιν οὐθενὸς ἧττον τῶν ἀρχαίων ῥητόρων, κρατίστην ἁπασῶν ἀρετὴν καὶ τελειοτάτην, ὁρῶν αὐτὴν πρός τε τὸν λέγοντα καὶ πρὸς τοὺς ἀκούοντας καὶ πρὸς τὸ πρᾶγμα (ἐν τούτοις γὰρ δὴ καὶ πρὸς ταῦτα τὸ πρέπον) ἀρκούντως ἡρμοσμένην. καὶ γὰρ ἡλικίᾳ καὶ γένει καὶ παιδείᾳ καὶ ἐπιτηδεύματι καὶ βίῳ καὶ τοῖς ἄλλοις, ἐν οἷς διαφέρει τῶν προσώπων πρόσωπα, τὰς οἰκείας ἀποδίδωσι φωνὰς πρός τε τὸν ἀκροατὴν συμμετρεῖται τὰ λεγόμενα οἰκείως, οὐ τὸν αὐτὸν τρόπον δικαστῇ καὶ ἐκκλησιαστῇ καὶ πανηγυρίζοντι διαλεγόμενος ὄχλῳ. διαφοράς τε αὐτῷ λαμβάνει κατὰ τὰς ἰδέας τῶν πραγμάτων ἡ λέξις· ἀρχομένῳ μὲν γάρ ἐστι καθεστηκυῖα καὶ ἠθική, διηγουμένῳ δὲ πιθανὴ κἀπερίεργος, ἀποδεικνύντι δὲ στρογγύλη καὶ πυκνή, αὔξοντι δὲ καὶ παθαινομένῳ σεμνὴ καὶ ἀληθινή, ἀνακεφαλαιουμένῳ δὲ διαλελυμένη καὶ σύντομος. ληπτέον δὴ καὶ τὸ πρέπον τῆς λέξεως παρὰ Λυσίου. ὅτι μὲν γὰρ πιθανὴ καὶ πειστικὴ καὶ πολὺ τὸ φυσικὸν ἐπιφαίνουσα καὶ πάνθʼ ὅσα τῆς τοιαύτης ἰδέας ἔχεται, πρὸς εἰδότας οὐδὲν ἴσως δεῖ λέγειν· διʼ ὄχλου γὰρ ἤδη τοῦτό γε καὶ οὐδείς ἐστιν ὃς οὐχὶ καὶ πείρᾳ καὶ ἀκοῇ μαθὼν ὁμολογεῖ πάντων ῥητόρων αὐτὸν εἶναι πιθανώτατον. ὥστε καὶ ταύτην τὴν ἀρετὴν ληπτέον παρὰ τοῦ ῥήτορος. πολλὰ καὶ καλὰ λέγειν ἔχων περὶ τῆς Λυσίου λέξεως, ἣν λαμβάνων καὶ μιμούμενος ἄν τις ἀμείνων γένοιτο τὴν ἑρμηνείαν, τὰ μὲν ἄλλα τοῦ χρόνου στοχαζόμενος ἐάσω, μίαν δὲ ἀρετὴν ἔτι τοῦ ῥήτορος ἀποδείξομαι, κρίνας καλλίστην τε καὶ κυριωτάτην καὶ μόνην αὐτὴν μάλιστα τῶν ἄλλων τὸν Λυσίου χαρακτῆρα δυναμένην βεβαιῶσαι, ἣν ὑπερεβάλετο μὲν οὐδεὶς τῶν ὕστερον, ἐμιμήσαντο δὲ πολλοὶ καὶ παρʼ αὐτὸ τοῦτο κρείττους ἑτέρων ἔδοξαν εἶναι τὴν ἄλλην δύναμιν οὐθὲν διαφέροντες· ὑπὲρ ὧν, ἂν ἐγχωρῇ, κατὰ τὸν οἰκεῖον διαλέξομαι τόπον. τίς δʼ ἐστὶν ἥδε ἡ ἀρετή; ἡ τις πᾶσιν ἐπανθοῦσα τοῖς ὀνόμασι κἀπʼ ἴσης χάρις, πρᾶγμα παντὸς κρεῖττον λόγου καὶ θαυμασιώτερον. ῥᾷστον μὲν γάρ ἐστιν ὀφθῆναι καὶ παντὶ ὁμοίως ἰδιώτῃ τε καὶ τεχνίτῃ φανερόν, χαλεπώτατον δὲ λόγῳ δηλωθῆναι καὶ οὐδὲ τοῖς. κράτιστα εἰπεῖν δυναμένοις εὔπορον.