9. Ἀπὸ δὲ πίου ποταμοῦ εἰς Δίαν πόλιν, ἐν ᾗ ὅρμος ναυσὶ μικραῖς, στάδια ξ΄, μίλια η΄. Ἀπὸ δὲ Δίας πόλεως εἰς Λιλεὸν ἐμπόριον στάδια μ΄, μίλια ε΄ Ἀπὸ δὲ τοῦ Λιλεοῦ εἰς Ἔλαιον ἐμπόριον καὶ ποταμὸν στάδια ξ΄, μίλια η΄. Ἀπὸ δὲ Ἐλαίου εἰς Κάλητα, ἐμπόριον καὶ ποταμὸν, στάδια ρκ΄, μίλια ις΄. Ἀπὸ δὲ Κάλητος ποταμοῦ εἰς Λύκον ποταμὸν στάδια π΄, μίλια ι΄, ∠΄ Ϛ΄. Ἀπὸ δὲ Λύκου ποταμοῦ εἰς Ἡράκλειαν, πόλιν Ἑλληνίδα Δωρικὴν, Μεγαρέων ἔποικον, στάδια ιθ΄, μίλια β΄,∠΄ Ϛ΄.