7. Ἀπὸ δὲ Χηλῶν εὶς Σαγγάριον, ποταμὸν πλωτὸν, στάδια ρπ΄, μίλια κδ᾿. Οὗτος ὁ ποταμὸς ἐκ τῆς ὑπὲρ Θυνῶν τε καὶ Φρυγίας φερόμενος ἐξίησι διὰ τῆς Θυνιάδος. 8. Ἀπὸ δὲ Σαγγαρίου ποταμοῦ εἰς Ὕπιον ποταμὸν στάδια ρπ , μίλαι κδ΄. Οὗτος ὁ ποταμὸς ἔχει ἐφ᾿ αὑτῷ μεσηγὺς πόλιν Προυσιάδα λεγομένην.