6. Ἀπὸ δὲ Κάλπης λιμένος εἰς Ῥόην, ἐν ᾗ ὅρμος ναυσὶ μικραῖς, στάδια κ΄, μίλια β΄, ∠΄ Ϛ΄ . Ἀπὸ δὲ Ῥόης εἰς Ἀπολλωνίαν, νῆσον μικρὰν τὴν νῦν λεγομένην Δάφνην, ὀλίγον ἀπέχουσαν ἀπὸ τῆς ἠπείρου, ἐν ᾗ λιμὴν ὑπὸ νήσῳ , στάδια κ΄, μίλια β΄, ∠΄ Ϛ΄. Αὕτη δὲ ἡ Ἀπολλωνιὰς νῆσος ἔχει ἐν αὑτῇ πόλιν λεγομένην Θυνιάδα, Ἡρακλεωτῶν ἄποικον. Ἀπὸ δὲ Ἀπολλωνιάδος νήσου τῆς καὶ Δαφνουσίας εἰς Χηλὰς στάδια κ΄, μίλια β΄, ∠΄ Ϛ΄· αὕτη ἐστὶν ἡ λεγομένη Χηλαὶ Μηδιανῶν.