3. Ἀπὸ δὲ τοῦ Ἑεροὺ Διὸς Οὐρίου πλέοντι ἐν τῇ δεξιᾷ εἰς Ῥήβαν ποταμὸν, στάδια ϟ΄· γίνονται δὲ μίλια ιβ΄. Ἀπὸ δὲ Ῥήβα ποταμοῦ εἰς Μέλαιναν, τὴν νῦν λεγομένην Καλὴν ἄκραν, στάδια ρν΄, μίλια κ΄. Ἀπὸ δὲ Καλῆς ἄκρας εἰς Ἀρτάνην ποταμὸν καὶ χωρίον στάδια ρν΄, μίλια κ΄. Ἐνταῦθα ὄρμος ναυσὶ μικραῖς πρὸς ἱερῷ Ἀφροδίτης παράκειται δὲ καὶ νησίον, ὅπερ σκεπάζει τὸν λιμένα.