<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div n="urn:cts:greekLit:tlg0074.tlg006.perseus-grc2" type="edition" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tl0074.tlg006.perseus-grc2" n="26"><p> καὶ ἐλπὶς μὲν ὑπὸ ἀδιηγήτου πλήθους τῶν βελῶν μὴ ἐπὶ πλέον πελάσειν τῇ πεζικῇ φάλαγγι ἐπελαύνοντας τοὺς Σκύθας· εἰ δὲ δὴ πελάζοιεν, ἐγχρίμψαντας ταῖς ἀσπίσι καὶ τοῖς ὤμοις ἀντερείσαντας δέχεσθαι τὴν προσβολὴν ὡς καρτερώτατα καὶ τῇ συγκλείσει πυκνοτάτῃ τὰς πρώτας τρεῖς τάξεις συνερειδούσας σφίσιν ὡς βιαιότατον οἷόν τε· τὴν τετάρτην δὲ ὑπερακοντίζειν τὰς λόγχας· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tl0074.tlg006.perseus-grc2" n="27"><p> καὶ τὴν πρώτην παίειν ἢ ἀκοντίζειν τοῖς κοντοῖς ἀφειδῶς ἔς τε ἵππους καὶ αὐτούς. <milestone unit="blancard_page" n="107"/> ἀπωσθέντων δὲ εἰ μὲν φυγὴ λαμπρὰ γένοιτο, διαχωρεῖν ἤδη τὰς πεζικὰς τάξεις καὶ ἐπελαύνειν τοὺς ἱππέας, μὴ πάντας τοὺς λόχους ἀλλὰ τοὺς ἡμίσεας· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tl0074.tlg006.perseus-grc2" n="28"><p> τετάχθαι δὲ πρώτους οἵτινες καὶ πρῶτοι ἐπελάσουσιν. τοὺς δὲ ἄλλους ἡμίσεας ἕπεσθαι μὲν τοῖς ἐπελαύνουσιν, ἐν τάξει δὲ καὶ μὴ παντελεῖ τῇ διώξει χρωμένους, ὡς εἰ μὲν φυγὴ καρτερὰ κατάσχοι, ἐκδέξασθαι τὴν πρώτην δίωξιν ἀκμήτοις τοῖς ἵπποις, εἰ δέ τις ἐπιστροφὴ καταλαμβάνοι, ἐπιθέσθαι </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tl0074.tlg006.perseus-grc2" n="29"><p> τοῖς ἐπιστρέφουσιν. ὁμοῦ δὲ οἵ τε Ἀρμένιοι τοξόται ἐπελαύνοντες τοξευόντων, ὡς μὴ παρασχεῖν ἀναστροφὴν τοῖς φεύγουσι, καὶ οἱ λογχοφόροι οἱ γυμνῆτες δρόμῳ ἑπέσθων· μένειν δὲ μηδὲ τὴν πεζικὴν τάξιν ἐν χώρᾳ ἔτι, ἀλλὰ προχωρεῖν θᾶττον ἢ βάδην, ὡς εἴ τι καρτερώτερον ἀπαντῴη ἀπὸ τῶν πολεμίων, αὖθις εἶναι προβολὴν πρὸ τῶν ἱππέων. <pb n="p.85"/> τάδε μὲν γίγνεσθαι, εἰ ἀπὸ τὴς πρώτης προσβολῆς </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tl0074.tlg006.perseus-grc2" n="30"><p> φυγὴ κατάσχοι τοὺς ἐναντίους· εἰ δὲ ἐπιστραφέντες ἐς κύκλους ὑπὲρ τὰ κέρατα παρελαύνειν ἐθέλοιεν, ἀνατείνεσθαι ἐς τὰ ὑπερδεξιώτερα ἔτι τὰ κέρατα αὐτῆς τῆς ψιλῆς τοξείας· <milestone unit="blancard_page" n="108"/> ὡς οὐ δοκιμάζω μήποτε ἀσθενῆ τῇ ἀνατάσει τὰ κέρατα γιγνόμενα ἰδόντες διʼ αὐτῶν ὤσωνται καὶ διακόψωσι τὸ πεζικόν. </p></div></div></body></text></TEI>