ἡγεῖσθαι μὲν τῆς πάσης στρατιᾶς τοὺς κατασκόπους ἱππέας ἐπὶ δυοῖν τεταγμένους σὺν τῷ οἰκείῳ ἡγεμόνι. ἐπὶ τούτοις δὲ τοὺς ἱπποτοξότας τοὺς Πετραίους, καὶ τούτους ἐπὶ δυοῖν. ἀγόντων δὲ αὐτοὺς οἱ δεκάδαρχοι. ἐπὶ δὲ τούτοις ἐπιτετάχθων οἱ ἀπὸ τῆς ἴλης ᾗτινι Αὐριανοὶ ὄνομα. συντετάχθων δὲ αὐτοῖς οἱ τῆς σπείρας τῆς τετάρτης τῶν Ῥαιτῶν, ἧς ἄρχων Δάφνης Κορίνθιος, ἐπὶ τούτοις δὲ οἱ ἀπὸ τῆς ἴλης ᾗ ὄνομα Κολῶνες. συντετάχθων δὲ αὐτοῖς Ἰτουραῖοι καὶ Κυρηναῖοι καὶ οἱ ἀπὸ τῆς πρώτης Ῥαιτικῆς. συμπάντων δὲ τούτων ἀρχέτω Δημήτριος. ἐπὶ τούτοις δὲ οἱ Κελτοὶ ἱππῆς, καὶ οὗτοι ἐπὶ δυοῖν, καὶ τούτων ἡγείσθω ἑκατόνταρχος, ὥσπερ ἐπὶ στρατοπέδου. πεζοὶ δὲ ἐπὶ τούτοις τετάχθων, τὰ σημεῖα ἀνατεταμένα πρὸ σφῶν ἔχοντες, οἵ τε Ἰταλοὶ καὶ Κυρηναίων οἱ παρόντες. πάντων δὲ ἡγείσθω Πούλχερ, ὅσπερ ἄρχει τοῖς Ἰταλοῖς. Βοσπορανοὶ δὲ ἐπὶ τούτοις πεζοὶ ἰόντων, ἡγεμόνα παρεχόμενοι Λαμπροκλέα, καὶ οἱ Νομάδες ἐπὶ τούτοις ὑποτεταγμένοι Οὐήρῳ τῷ σφετέρῳ ἄρχοντι. ἡ τάξις δὲ ἔστω ἐς ὁπλίτας τέσσαρας. αὐτῶν δὲ τούτων ὅσοι τοξόται ἡγείσθων. τὰς δὲ πλευρὰς τῆς τάξεως φυλασσόντων ἑκατέρωθεν οἱ ἱππεῖς οἱ Ἀκεῖοι. ἐπὶ δὲ τούτοις οἱ ἐπίλεκτοι ἱππεῖς ἰόντων, καὶ ἐπὶ τούτοις οἱ ἀπὸ τῆς φάλαγγος ἱππῆς, ἔπειτα οἱ καταπέλται, ἔπειτα τὸ σημεῖον τῆς πεντεκαιδεκάτης φάλαγγος, καὶ ἀμφʼ αὐτῷ ὁ ἡγεμὼν τῆς φάλαγγος Οὐάλης, καὶ ὁ ὕπαρχος καὶ οἱ χιλίαρχοι οἷς τέτακται, καὶ οἱ ἑκατόνταρχοι οἱ τῆς πρώτης σπείρας ἐπιστάται. πρὸ δὲ τοῦ σημείου αὖ τῶν πεζῶν οἱ ἀκοντισταὶ τετάχθων. αὐτοὺς δὲ τοὺς πεζοὺς ἐπὶ τεσσάρων τεταγμένους ἰέναι.