τοῦτο δὲ αὐτὸ ἔδοξέ μοι πρῶτον ἰάσασθαι αὐτῶν τὴν ἀσάφειαν. ὡς οὖν εὐγνωστότατα ἔσται τοῖς ἐντυγχάνουσι τά τε πράγματα καὶ τὰ ὀνόματα, ἐνθένδε τοῦ λόγου ἄρξομαι, ὅτι δὴ τῶν παρασκευῶν τῶν ἐς τὸν πόλεμον ἣ μέν τις κατὰ γῆν τυγχάνει οὖσα, ἣ δὲ διὰ θαλάσσης· καὶ γὰρ οἱ πολέμιοι πολεμοῦνται οἳ μὲν ἐν γῇ, οἳ δʼ ἐν θαλάσσῃ. τῶν δὲ ὅπως οὖν πολεμούντων τὸ μέν τί ἐστι μάχιμον, αὐτοὶ οἱ στρατιῶται, τὸ δὲ τοῦ μαχίμου ἕνεκα ἠθροισμένον, ὅσον θητικὸν ἢ ἰατρικὸν ἢ ἐμπορικὸν