τοῦ Ἀρριανοῦ Κυνηγετικοῦ κεφάλαια. α Προοίμιον, ἐν ᾧ καὶ τὰ· Ξενοφῶντι παραλειφθέντα εἰπεῖν Ἀρριανὸς ἐπαγγέλλεται. β Ὅτι Ξενοφῶν οὐκ ᾔδει τὰς Κελτικὰς κύνας οὐδὲ τὰς ταύταις ὁμοίας. γ Περὶ Κελτικῶν κυνῶν, καὶ οἷαι τὴν ἰδέαν αὗται. δ Περὶ σημείων, ἀφʼ ὧν δεῖ τὰς ταχείας τεκμαίρεσθαι κύνας καὶ τὸ ἐναντίον. ε Περὶ τῆς τοῦ συγγραφέως κυνός, ὁποία ποτʼ ἦν. ς Περὶ χρωμάτων, καὶ ὡς ἂν ἔχωσιν ταῦτα ὅτι ἀδιάφορον. ζ Περὶ τῆς γνώμης τῶν κυνῶν, ὁποῖα ταύτης τὰ σημεῖα. η Περὶ τοῦ πῶς διαγνωστέον ἀπὸ τοῦ ἐσθίειν τὴν ποιότητα τῶν κυνῶν. θ Περὶ τοῦ μετὰ τίνων καὶ πῶς κοιταστέον τὰς κύνας. ι Ὅτι ἡ τρῖψις ταῖς κυσὶν ὠφέλιμος, καὶ πῶς ταύτας δεῖ ἀποτρίβειν. ια Ὅτι ἄμεινον δεδέσθαι τὰς κύνας ἢ λελυμένας εἶναι. ιβ Περὶ τοῦ ἐπὶ πόσον τῆς ἡμέρας προακτέον τὰς κύνας, καὶ πόσας καὶ ποίας ἐν ταὐτῷ λυτέον. ιγ Περὶ τοῦ ποσάκις δεῖ ἐν χειμῶνι ἢ θέρει σιτεῖσθαι τὰς κύνας. ιδ Περὶ τοῦ ποίῳ καιρῷ ἐξακτέον τὰς κύνας ἐπὶ θήραν. ιε ʽ19ʼ Πῶς Κελτοὶ θηρῶσιν καὶ πότε. ις ʽ15ʼ Περὶ διαστήματος, ἀφʼ ὅτου δεῖ τῷ λαγῷ ἐπιλύειν τὰς κύνας, καὶ πόσας ταύτας. ιζ ʽ16ʼ Περὶ λαγωῶν, καὶ τίς ἡ τούτων ἀρετή. ιη ʽ17ʼ Ὅτι τὸ ἀνακαλεῖν ἐν ταῖς θήραις τὰς κύνας ἀγαθὸν ταύταις. ιδ ʽ18ʼ Ὅτι δεῖ τὴν κύνα καλῶς ἠγωνισμένην καταψῶντα ἐπευφημεῖν. κ Ὅπως εἰς κυνηγέσιον ἐξιέναι χρὴ τοὺς μὴ τὸ θήραμα οὗ ἐστιν ἐγνωκότας. κα Περὶ τοῦ πῶς θηρῶσιν Κελτοί. κβ Ὅτι οὐ χρὴ ἐπιλύειν κύνας νεογνῷ θηράματι. κγ Πῶς θηρατέον ἐλάφους ἢ ἄλλο τι μέγιστον. κδ Ὅπως Λίβυες μεθʼ ἵππων αἱροῦσιν τὰ μεγάλα θηράματα. κε Περὶ τοῦ ἀφʼ οἵας ἡλικίας δεῖ ἐξάγειν εἰς θήραν τὰς θηλείας κύνας. κς Περὶ ἀρρένων κυνῶν, ἀφʼ οἵας ἡλικίας χρεῶν αὐτοὺς ἐπὶ θήραν ἐξάγειν. κζ Πῶς ἐπὶ ὀχείαν ἀκτέον τὰς κύνας. κη Ὅτι, εἴ τις ὁρῴη τὴν μῖξιν τῶν κυνῶν, οὐκ ἐπιτελεῖται γόνιμος. κθ Περὶ καιροῦ πρὸς σκυλακείαν ἐπιτηδείου. λ Πῶς μετὰ τὸ τεκεῖν ἐπαναληπτέον εἰς τὸ ἐξ ἀρχῆς τὸν δρόμον τῶν κυνῶν. λα Περὶ ὧν Ξενοφῶν ὑπὲρ ἀνατροφῆς διατάττεται. λβ Διαφοραὶ ἄρρενος καὶ θηλείας κυνός. λγ Ὅτι δεῖ τοὺς κυνηγέτας θύειν τῇ Ἀρτέμιδι. λδ Περὶ τοῦ Κελτῶν νόμου καὶ τοῦ ὑπʼ αὐτῶν γινομένου ἐράνου τῇ Ἀρτέμιδι. λε Παραίνεσις πρὸς τὸ θύειν τοῖς ἐφόροις τῶν ἐν ἀνθρώποις ἐπιτηδευμάτων. λς Ἐξ Ὁμήρου μαρτύρια, ὅτι χρὴ θύειν τοῖς τῶν πραγμάτων εὑρεταῖς ἐν τῇ τῶνδε μεταχειρίσει.