<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0071.tlg001.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="57"><p>57. Τοῦτον δὲ ὅλον τὸν εἰρημένον περίπλουν ἀπὸ <lb n="30"/> Κανῆς καὶ τῆς Εὐδαίμονος
Ἀραβίας οἱ μὲν <gap reason="omitted" extent="unknown"/>μικροτέροις πλοίοις περικολπίζοντες ἔπλεον,
πρῶτος δὲ Ἵππαλος <pb n="299"/> κυβερνήτης, κατανοήσας τὴν θέσιν τῶν ἐμπορίων καὶ τὸ σχῆμα τῆς
θαλάσσης, τὸν διὰ πελάγους ἐξεῦρε πλοῦν, ἀφʼ οὐ καὶ τοπικῶς ἐκ τοῦ ὠκεανοῦ φυσώντων, κατὰ τὸν καιρὸν
τῶν παῤ ἡμῖν, ἐτησίων ἐν τῶ Ἰνδικῷ πελάγει <lb n="5"/> ὁ λιβόνοτος φαίνεται <supplied reason="omitted">ἵππαλος</supplied> προςονομάζεσθαι <supplied reason="omitted">ἀπὸ τῆς προσηγορίας
τοῦ πρώτως ἐξευρηκότος τὸν διάπλουν</supplied>. Ἀφʼ οὗ μέχρι καὶ νῦν τινὲς μὲν εὐθὺς ἀπὸ τῶν Κανῆς,
τινὲς δὲ ἀπὸ τῶν Ἀρωμάτων ἀφιέντες οἱ μὲν εἰς Λιμυρικὴν πλέοντες ἐπὶ πλεῖον τραχηλίζοντες, <lb n="10"/> οἱ δὲ εἰς Βαρύγαζα οἵ τε εἰς Σκυθίαν οὐ πλεῖον ἢ τρεῖς ἡμέρας ἀντέχουσι καὶ τὸ λοιπὸν
παρεπίφορον πρὸς ἴδιον δρόμον <gap reason="omitted" extent="unknown"/> ἐκ τῆς χώρας ὑψηλοὶ διὰ τοῦ
ἔξωθεν γῆς παραπλέουσι τοὺς προειρημένους κόλπους.</p></div><div type="textpart" subtype="paragraph" n="58"><p>58. Ἀπὸ δὲ Βακαρῆς τὸ λεγόμενον Πυρρὸν ὄρος ἄλλῃ <lb n="15"/> παρήκει χώρα τῆ <gap reason="omitted" extent="unknown"/>κης η <gap reason="omitted" extent="unknown"/>Παραλίᾳ λεγομένῃ
πρὸς αὐτὸν τὸν νότον <del>ἐν ᾗ καὶ κολύμβησίς ἐστιν ὑπὸ τὸν βασιλέα Πανδίονα πινικοῦ καὶ πόλις ἡ
λεγομένη Κόλχοι.</del> Πρῶτος τόπος Βαλίτα καλούμενος ὅρμον καλὸν ἔχων καὶ κώμην παραθαλάσσιον· ἀπὸ
δὲ ταύτης ἐστὶν <pb n="300"/> ἕτερος τόπος τὸ Κομὰρ λεγόμενον, ἐν ᾧ τόπῳ βριάριόν<gap reason="omitted" extent="unknown"/> ἐστι καὶ λιμὴν, εἰς ὃν οἱ βουλόμενοι τὸν μέλλοντα αὐτοῖς χρόνον
ἱεροὶ γενέσθαι ἐρχόμενοι ἀπολούονται καὶ χῆροι μένουσιν αὐτοῦ· τὸ δὲ αὐτὸ καὶ γυναῖκες· ἱστορεῖται
<lb n="5"/> γὰρ τὴν θεὸν ἐκεῖ ἐπιμεῖναι κατά τινα χρόνον καὶ ἀπολελοῦσθαι.</p></div><div type="textpart" subtype="paragraph" n="59"><p>59. Ἀπὸ δὲ τοῦ Κομαρεὶ ἐκτείνουσα <del>πρὸς τὸν νότον</del> χώρα μέχρι Κόλχων, ἐν ᾗ
κολύμβησις τοῦ πινικοῦ ἐστίν ἀπὸ δὲ κατακρισίμων κατεργάζεται· ὑπὸ τὸν <lb n="10"/> βασιλέα Πανδίονά
ἐστι. Μετὰ δὲ Κόλχους ἐκδέχεται πρότερος <gap reason="omitted" extent="unknown"/>αἰγιαλὸς ἐν κόλπῳ
κείμενος, ἔχων χῶρον μεσόγειον, λεγόμενον Ἀργάλου· ἐν ἑνὶ τόπῳ <gap reason="omitted" extent="unknown"/>τερονεῖται <pb n="301"/> τὸ παῤ αὐτὴν τὴν Ἠπιοδώρου <supplied reason="omitted">νῆσον</supplied> συλλεγόμενον πινικόν· φέρονται γὰρ ἐξ αὐτῆς σινδόνες, <gap reason="omitted" extent="unknown"/></p></div><div type="textpart" subtype="paragraph" n="60"><p>60. Τῶν δὲ τοπικῶν ἐμπορίων τε καὶ ὅρμων, εἰς οὃς <lb n="5"/> οἵ τε ἀπὸ τῆς Aιμυρικῆς καὶ
ἀπʼ ἄρκτου πλέοντες κατάγονται, ἐπισημότερα καὶ κατὰ τὸ ἑξῆς κείμενά ἐστιν ἐμπόρια Καμάρα καὶ
Ποδούκη καὶ Σωπάτμα, ἐν οἷς τοπικὰ μέν ἐστι πλοῖα μέχρι Λιμυρικῆς παραλεγόμενα τὴν γῆν, ἕτερα ὃ ἐκ
μονοξύλων πλοίων μεγίστων <lb n="10"/> ἁφαῖς ἐζευγμένων, λεγόμενα σάγγαρα, τὰ δὲ εἰς τὴν Χρυσῆν καὶ
εἰς τὸν Γάγγην διαίροντα κολανδιοφωντα τὰ μέγιστα. Προχωρεῖ δὲ εἰς τοὺς τόπους πάντα τὰ εἰς τὴν
Aιμυρικὴν ἐργαζόμενα, καὶ σχεδὸν εἰς αὐτοὺς καταντᾷ τό τε χρῆμα τὸ ἀπʼ Aἰγύπτου φερόμενον τῷ <lb n="15"/> παντὶ χρόνῳ καὶ τὰ πλεῖστα γένη πάντων τῶν ἀπὸ Λιμυρικῆς φερομένων, <supplied reason="omitted">καὶ</supplied> διὰ ταύτης τῆς παραλίας ἐπιχορηγουμένων.</p></div><div type="textpart" subtype="paragraph" n="61"><p>61. Περὶ δὲ τὴν μετʼ αὐτὴν χώραν, ἤδη πρὸς ἀνατολὴν τοῦ πλοὸς ἀπονεύοντος, εἰς πέλαγος
ἔκκειται <lb n="20"/> πρὸς αὐτὴν τὴν δύσιν νῆσος λεγομένη Παλαισιμούνδου, <pb n="302"/> παρὰ δὲ τοῖς
ἀρχαίοις αὐτῶν Ταπροβάνη. Ταύτης τὰ μὲν πρὸς βορέαν ἐστὶν ἥμερα καὶ διαπλεῖται τοῖς εἰς τὸν
πλιονακιστινει καὶ σχεδὸν εἰς τὸ κατʼ αὐτῆς ἀντιπαρακείμενον Ἀζανίας παρήκει. Γίνεται δὲ ἐν αὐτῇ
πινικὸν <lb n="5"/> καὶ λιθία διαφανής καὶ σινδόνες καὶ χελῶναι.</p></div></div></body></text></TEI>