<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0071.tlg001.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="52"><p>52. Τοπικὰ δὲ ἐμπόρια κατὰ τὸ ἑξῆς κείμενα Ἀκαβάρου, <pb n="296"/> Σούππαρα, Καλλίενα
πόλις, ἐπὶ τῶν Σαραγάνου τοῦ πρεσβυτέρου χρόνων ἐμπόριον ἔνθεσμον γενόμενον· μετὰ γὰρ τὸ κατασχεῖν
αὐτὴν Σανδένην ἐκωλύθη ἐπὶ πολὺ, καὶ γὰρ τὰ ἐκ τύχης εἰς τούτους <lb n="5"/> τοὺς τόπους εἰσβάλλοντα
πλοῖα Ἑλληνικὰ μετὰ φυλακῆς εἰς Βαρύγαζα εἰσάγεται.</p></div><div type="textpart" subtype="paragraph" n="53"><p>53. Μετὰ δὲ Καλλίεναν ἄλλα ἐμπόρια τοπικὰ Εήμυλλα καὶ Μανδαγόρα καὶ Παλαιπάτμαι καὶ
Μελιζειγάρα <pb n="296"/> καὶ Βυζάντιον <supplied reason="omitted">καὶ</supplied> Τοπαρὸν καὶ
Τυραννοσβόας. Εἶτα Σησεκρείεναι λεγόμεναι νῆσοι καὶ ἡ τῶν Aἰγιδίων καὶ ἡ τῶν Καινειτῶν κατὰ τὴν
λεγομένην Χερσόνησον, καθʼ οὓς τόπους εἰσὶ πειραταὶ, καὶ μετὰ <lb n="5"/> ταύτην Λευκὴ νῆσος. Εἶτα
Νάουρα καὶ Τύνδις τὰ πρῶτα ἐμπόρια τῆς Λιμυρικῆς, καὶ μετὰ ταύτας, Μουζιρὶς καὶ Νέλκυνδα, αἱ νῦν
πράσσουσαι.</p></div><div type="textpart" subtype="paragraph" n="54"><p>54. Βασιλείας δʼ ἐστὶν ἡ μὲν Τύνδις Κηπροβότρου, <pb n="297"/> κώμη παραθαλάσσιος ἔνσημος·
ἡ δὲ Μουζιρὶς βασιλείας μὲν τῆς αὐτῆς, ἀκμάζουσα δὲ τοῖς ἀπὸ τῆς Ἀριακῆς εἰς αὐτὴν ἐρχομένοις
πλοίοις καὶ τοῖς Ἑλληνικοῖς· κεῖται δὲ παρὰ ποταμὸν, ἀπέχουσα ἀπὸ μὲν <lb n="5"/> Τύνδεως διὰ τοῦ
ποταμοῦ καὶ διὰ θαλάσσης σταδίους πεντακοσίους, ἀπὸ δὲ τοῦ <gap reason="omitted" extent="unknown"/>
κατʼ αὐτὴν εἴκοσι. Ἡ δὲ gentu, Νέλκυνδα σταδίους μὲν ἀπὸ Μουζιρέως ἀπέχει σχεδὸν πεντακοσίους,
ὁμοίως διά τε ποταμοῦ <del>καὶ πεζῇ</del> καὶ διὰ θαλάσσης, βασιλείας δέ ἐστιν ἑτέρας, τῆς <lb n="10"/> Πανδίονος· κεῖται δὲ καὶ αὐτὴ παρὰ ποταμὸν, ὡσεὶ ἀπὸ σταδίων ἑκατὸν εἴκοσι τῆς
θαλάσσης.</p></div><div type="textpart" subtype="paragraph" n="55"><p>55. Ἑτέρα δὲ κατʼ αὐτὸ τὸ στόμα τοῦ ποταμοῦ πρόκειται κώμη βακαρὴ, εἰς ἣν ἀπὸ Νελκύνδων
ἐπὶ <pb n="298"/> τῆς ἀναγωγῆς προκαταβαίνουσι τὰ πλοῖα καὶ ἐπὶ σάλου διορμίζεται πρὸς ἀνάληψιν τῶν
φορτίων διὰ δὴ τὸν ποταμὸν ἕρματα καὶ διάπλους ἔχειν ἐλαφρούς. Αὐτοὶ δὲ οἱ βασιλεῖς ἀμφοτέρων τῶν
ἐμπορίων ἐν τῆ μεσογείᾳ <lb n="5"/> κατοικοῦσι. Καὶ περὶ τούσδε τοὺς τόπους τοῖς ἐκ πελάγους
<supplied reason="omitted">ἐρχομένοις</supplied> σημεῖον ἐπιβολῆς εἰσιν οἱ προαπαντῶντες ὄφεις,
μέλανες μὲν καὶ αὐτοὶ τὴν χρόαν, βραχύτεροι δὲ καὶ δρακοντοειδεῖς τὴν κεφαλήν καὶ τοῖς ὄμμασιν
αἱματώδεις.</p><lb n="10"/></div><div type="textpart" subtype="paragraph" n="56"><p>56. Πλεῖ δὲ εἰς τὰ ἐμπόρια ταῦτα μεγάλα πλοῖα διὰ τὸν ὄγκον καὶ τὸ πλῆθος τοῦ πεπέρεως καὶ
τοῦ μαλαβάθρου. Προχωρεῖ δὲ εἰς αὐτὴν προηγουμένως χρήματα πλεῖστα, χρυσόλιθα, ἱματισμὸς ἁπλοῦς οὐ
πολὺς, πολύμιτα, στίμμι, κοράλλιον, ὕαλος ἀργὴ, <lb n="15"/> χαλκὸς, κασσίτερος, μόλυβδος, σἶνος οὐ
πολὺς, ὡσεὶ δὲ τοσοῦτον ὅσον ἐν Βαρυγάζοις, σανδαράκη, ἀρσενικὸν, σῑτος δὲ ὅσος ἀρκέσει τοῖς περὶ τὸ
ναυκλήριον διὰ τὸ μὴ τοὺς ἐμπόρους αὐτῷ χρῆσθαι. Φέρεται δὲ πέπερι μονογενῶς ἐν ἑνὶ τόπῳ τούτων τῶν
ἐμπορίων <lb n="20"/> γεννώμενον πολὺ, τῇ λεγομένῃ Κοττοναρικῇ· φέρεται δὲ καὶ μαργαρίτης ἱκανὸς καὶ
διάφορος καὶ ἐλέφας καὶ ὀθόνια Σηρικὰ καὶ νάρδος ἡ Γαγγητικὴ καὶ μαλάβαθρον ἐκ τῶν ἔσω τόπων εἰς
αὐτὴν, καὶ λιθία διαφανὴς παντοία καὶ ἀδάμας καὶ ὑάκινθος καὶ χελώνη ἥ τε Χρυσονησιωτικὴ <lb n="25"/> καὶ ἡ περὶ τὰς νήσους θηρευομένη τὰς προκειμένας αὐτῆς τῆς Λιμυρικῆς. Πλέουσι δὲ εἰς αὐ τὴν οἱ
κατὰ καιρὸν ἀναγόμενοι ἀπʼ Αἰγύπτου περὶ τὸν Ἰούλιον μῆνα, ὃ ἐστιν Ἐπιφί.</p></div></div></body></text></TEI>