<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0071.tlg001.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="37"><p>37. Μετὰ δὲ τὴν Ὀμανιτικὴν χώραν ὁμοίως ἡ Παρσιδῶν παράκειται, βασιλείας ἑτέρας, καὶ
κόλπος <lb n="5"/> τῶν Τεράβδων λεγόμενος, οὗ κατὰ μέσον εἰς τὸν κόλπον <supplied reason="omitted">ἄκρα</supplied> παρανατείνει. Καὶ παῤ αὐτὸν ποταμός ἐστιν, ἔχων εἰσαγωγὴν πλοίοις, καὶ μικρὸν ἐπὶ
τοῦ στόματος ἔμεπόριον Ὠραία λεγόμενον, καὶ κατὰ νώτου μεσόγειος πόλις, <supplied reason="omitted">ἀπ</supplied> έχουσα ὁδὸν ἡμερῶν ἑπτὰ ἀπὸ <lb n="10"/> θαλάσσης, ἐν ᾗ καὶ βασιλεία ἡ λεγομένη <gap reason="omitted"/>. Φέρει δὲ ἡ χώρα σῖτον πολὺ καὶ οἶνον καὶ ὄρυζαν καὶ φοίνικα, πρὸς δὲ τὴν ἤπειρον
οὐδὲν ἕτερον ἢ βδέλλαν.</p></div><div type="textpart" subtype="paragraph" n="38"><p>38. Μετὰ δὲ ταύτην τὴν χώραν, ἤδη τῆς ἠπείρου διὰ τὸ βάθος τῶν κόλπων ἐκ τῆς ἀνατολῆς
ὑπερκερώεης, <lb n="15"/> ἐκδέχεται <supplied reason="omitted">τὰ</supplied> παραθαλάσσια μέρη τῆς
Σκυθίας παῤ αὐτὸν κειμένης τὸν βορέαν, ταπεινὰ λίαν, ἐξ ὧν ποταμὸς Σίνθος, μέγιστος τῶν κατὰ τὴν
Ἐρυθρὰν θάλασσαν ποταμῶν καὶ πλεῖστον ὕδωρ εἰς θάλασσαν ἐκβάλλων, ὥστε ἄχρι πολλοῦ <del> καὶ πρὶν ἢ
συμβάλῃ τῆ χώρᾳ</del> εἰς <pb n="287"/> τὸ πέλαγος ἀπαντᾶν ἀπʼ αὐτοῦ λευκὸν ὕδωρ. Σημεῖον δὲ ἤδη τῆς
περὶ αὐτὴν <supplied reason="omitted">τὴν</supplied> χώραν ἐπιβολῆς τοῖς ἐκ πελάγους ἐρχομένοις οἱ
προαπαντῶντες ὄφεις ἐκ τοῦ βάθους τῶν γὰρ ἐπάνω καὶ περὶ τὴν Περσίδα τόπων <lb n="5"/> σημεῖόν ἐστιν
αἱ λεγόμεναι γράαι. Ἑπτὰ δὲ οὗτος ὁ ποταμὸς ἔχει στόματα, λεπτὰ δὲ ταῦτα καὶ τεναγώδη, καὶ τὰ μὲν
ἄλλα διάπλουν οὐκ ἔχει, μόνον δὲ τὸ μέσον, ἐφʼ οὗ καὶ παραθαλάσσιον ἐμπόριόν ἐστιν Βαρβαρικόν.
Πρόκειται δὲ αὐτοῦ νησίον μικρὸν, καὶ κατὰ νώτου <lb n="10"/> μεσόγειος ἡ μητρόπολις αὐτῆς τῆς
Σκωθίας Μινναγάρ· βασιλεύεται δὲ ὑπὸ Πάρθων, συνεχῶς ἀλλήλους ἐνδιωκόντων.</p></div><div type="textpart" subtype="paragraph" n="39"><p>39. Τὰ μὲν οὖν πλοῖα κατὰ τὴν Βαρβαρικὴν διορμίρεται <lb n="15"/> διὰ τοῦ ποταμοῦ τῷ
βασιλεῖ. Προχωρεῖ δὲ εἰς τὸ ἐμπόριον ἱματισμὸς ἁπλοῦς ἱκανὸς καὶ νόθος οὐ πολὺς, πολύμιτα καὶ
χρυσόλιθον καὶ κοράλλιον καὶ στύραξ καὶ λίβανος καὶ ὑαλὰ σκεύη καὶ ἀργυρώματα καὶ χρῆμα, οἶνος δ οὐ
πολύς. Ἀντιφορτίζεται δὲ κόστος, βδέλλα, <pb n="288"/> λύκιον, νάρδος καὶ καλλεανὸς λίθος καὶ
σάπφειρος καὶ Σηρικὰ δέρματα καὶ ὀθόνιον καὶ νῆμα Σηρικὸν καὶ Ἰνδικὸν μέλαν. Ἀνάγονται δὲ καὶ αὐτοὶ
οἱ πλέοντες μετὰ τῶν Ἰνδκῶν <gap reason="omitted" extent="unknown"/>περὶ τὸν Ἰούλιον μῆνα, ὅς ἐστιν
<lb n="5"/> Ἐπιφί· δυςεπίβολος μὲν, ἐπιφορώτερος δὲ ἐκείνων καὶ συντομώτερος ὁ πλοῦς.</p></div><div type="textpart" subtype="paragraph" n="40"><p>40. Μετὰ δὲ τὸν Σίνθον ποταμὸν ἕτερός ἐστι κόλπος ἀθεώρητος παρὰ τὸν βορέαν· ὀνομάζεται δὲ
Εἰρινὸν, ἐπιλέγεται δὲ ὁ μὲν μικρὸν ὁ δὲ μέγα· πελάγη δέ <lb n="10"/> ἐστιν ἀμφότερα τεναγώδη καὶ
δίνας ἐλαφρὰς ἔχοντα καὶ συνεχεῖς καὶ μακρὰς ἀπὸ τῆς γῆς, ὡς πολλάκις, τῆς ἠπείρου μηδὲ βλεπομένης,
ἐποκέλλειν τὰ πλοῖα, ἐνδοτέρω δὲ προληφθέντα καὶ ἀπόλλυσθαι. Τούτου δὲ ὑπερέχει τοῦ κόλπου
ἀκρωτήριον, ἐπικαμπὲς ἀπὸ τοῦ <lb n="15"/> Εἰρίνου μετὰ τὴν ἀνατολὴν καὶ τὸν νότον ὡς εἰς τὴν <pb n="289"/> δύσιν, ἐμπεριλαμβάνον αὐτὸν τὸν κόλπον λεγόμενον Βαράκην, νήσους ἑπτὰ ἐμπεριειλημμένον, οὗ
περὶ μὲν τὰς ἀρχὰς οἱ περιπεσόντες ὀλίγον ὀπίσω καὶ εἰς τὸ πέλαγος ἀναδραμόντες ἐκφεύγουσιν, οἱ δὲ
εἰς αὐτὴν κατακλεισθέντες <lb n="5"/> τὴν τοῦ Βαράκου κοιλίαν ἀπόλλυνται τὸ μὲν γὰρ κῦμα μέγα καὶ
βαρὺ λίαν, ἡ δὲ θάλασσα ταραχώδης καὶ θολερὰ καὶ δίνας ἔχουσα καὶ ῥοώδεις εἰλίγγους. Ὁ δὲ βυθὸς ἔν
τισι μὲν ἀπόκοπος ἔν τισι δὲ πετρώδης καὶ ἀπόξυρος, ὥστε τέμνεσθαι τὰς παρακειμένας <lb n="10"/>
ἀγκύρας διὰ ταχέων ἀποκοπτομένας, ἃς δὲ καὶ συντριβομένας ἐν τῷ βυθῷ. Σημεῖον δʼ αὐτῶν τοῖς ἀπὸ
πελάγους ἐρχομένοις οἱ προαπαντῶντες ὄφεις ὑπερμεγέθεις καὶ μέλανες ἐν γὰρ τοῖς μετὰ ταῦτα τόποις
καὶ τοῖς περὶ Βαρύγαζα μικρότεροι καὶ τῷ χρώματι <lb n="15"/> χλωροὶ καὶ χρυσίζοντες ὑπαντῶσιν.</p></div><div type="textpart" subtype="paragraph" n="41"><p>41. Μετὰ δὲ τὸν Βαράκην εὐθύς ἐστιν ὁ Βαρυγάζων κόλπος καὶ ἡ ἤπειρος τῆς Ἀριακῆς χώρας,
τῆς Μαμβάρου βασιλείας ἀρχὴ καὶ τῆς ὅλης Ἰνδικῆς οὖσα. Ταύτης τὰ μὲν μεσόγεια τῇ Σκυθίᾳ συνορίζοντα
Ἀβηρία <pb n="290"/> καλεῖται, τὰ δὲ παραθαλάσσια Συραστρηνή. Πολυφόρος δὲ ἡ χώρα σίτου καὶ ὀρύζης
καὶ ἐλαίου σησαμίνου καὶ βουτύρου καὶ καρπάσου καὶ τῶν ἐξ αὐτῆς Ἰνδικῶν ὀθονίων τῶν χυδαίων·
βουκόλια δὲ ἐν αὐτῇ πλεῖστα <lb n="5"/> καὶ ἄνδρες ὑπερμεγέθεις τῷ σώματι καὶ μέλανες τῇ χροιᾷ.
Μητρόπολις δὲ τῆς χώρας Μιννάγαρα, ἀφʼ ἧς καὶ πλεῖστον ὀθόνιον εἰς Βαρύγαζα κατάγεται. Σώζεται δὲ
ἔτι καὶ νῦν τῆς Ἀλεξάνδρου στρατιᾶς σημεῖα περὶ τοὺς τόπους, ἱερά τε ἀρχαῖα καὶ θεμέλιοι παρεμβολῶν
<lb n="10"/> καὶ φρέατα μέγιστα. Ὁ δὲ παράπλους ταύτης τῆς χώρας ἀπὸ τοῦ Βαρβαρικοῦ μέχρι τοῦ κατὰ
Ἀστάκαπρα πέραν βαρυγάζων ἀκρωτηρίου, τῆς λεγομένης Παπικῆς, ἐστὶ σταδίων τριτχιλίων.</p></div></div></body></text></TEI>