<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0069.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" n="1"><lg><l n="91"> ἀκρότατον, εἶτ᾿ Εὔριιπος. Ἀνθηδὼν δʼ ἔχει</l><l n="92"> Ἀνθηδόνιον τὸν λιμένα· καὶ μετʼ οὐ πολύ</l><l n="93"> Τάναγρα. Κεῖται δʼ ἐν μεσογεία πάνυ καλή</l><l n="94"> πόλις, μεγάλαι Θῆβαι, σταδίων τὸ περίμετρον</l><l n="95"><lb n="95"/> ἔχουσα τετταράκοντα καὶ προσέτι τριῶν,</l></lg><lg><l n="96"> Κῶπαι <del>δὲ</del> πόλις κὠρχομενός· εἶτα μετʼ οὐ πολύ</l><l n="97"> πόλις Λεβάδεια χἱερὸν Τροφωνίου,</l><l n="98"> ὅπου τὸ μαντεῖον λέγουσι γεγονέναι.</l><l n="99"> Εἶτʼ Ὠκαλέα πόλις ἐστὶ καὶ Μεδεών. Μετά</l><l n="100"><lb n="100"/> ταύτην ὑπόκειται Θεσπιὰ, κᾆτʼ ἐχομένη</l><pb n="242"/></lg><lg><l n="101"> ἡ προσαγορευομένη Πλαταιαὶ, μετὰ δέ τις</l><l n="102"> πόλις ὑπόκειται Νῖσα. Μῆκός ἐστι τῆς</l><l n="103"> Βοιωτίας στάδι’, ὡς λέγεται, πεντακόσια,</l><l n="104"> διακόσια δὲ χἁβδομήκοντʼ ἐστὶ τό</l><l n="105"><lb n="105"/> πλάτος. Ποταμοὺς ἔχει δὲ τὸν μέν λεγόμενον</l></lg><lg><l n="106"> Ἰσμηνὸν Ἀσωπόν τε, πεδία δʼ εὔυδρα</l><l n="107"> παρακείμενʼ ἔστʼ· ἔπειτα χώρα Μεγαρέων.</l><l n="108"> Ἐντεῦθεν ἀρχή τῆς Πελοποννήσου <gap reason="lost" extent="unknown"/></l><l n="109"><gap reason="lost" unit="character" quantity="15"/> Λιμήν</l><l n="110">χωστὸς ὑπόκειται καὶ Λέχαιον λεγομένη</l><l n="111">πόλις <gap reason="lost" extent="unknown"/></l><!-- ISSUE!!! there is a strong irregularity in the numbering of the lines here. lacunae are not numbered, the progression starts again from Κρήτη! --></lg></div><div type="textpart" subtype="section" n="2"><lg><l n="110"><lb n="110"/>Κρήτη τίς ἐστι κατὰ Κύθηρα κειμένη</l></lg><lg><l n="111"> νῆσος περίκλυστος· ἔστι δʼ αὐτῆς τὸ μέγεθος</l><l n="112"> δισχιλίων καὶ πεντακοσίων που σχεδόν</l><l n="113"> σταδίων· ἀπασῶν δʼ ἐστὶ πελαγιωτάτη,</l><l n="114"> στενὴ δὲ τελέως· ἐν δὲ ταύτη τρία γένη</l><l n="115"><lb n="115"/> ἐποικίαν ἔσχηκεν Ἑλλήνων· τὸ μέν</l></lg><lg><l n="116"> Λακεδαιμονίων, ἔπειτεν Ἀργείων, τὸ δέ</l><l n="117"> ἀπὸ τῶν Ἀθηναίων· ἔχει δὲ βάρβαρα</l><l n="118"> αὐτόχθονα γένη. Φασὶ δʼ ἐν Κρήτη πόλιν</l></lg></div></div></body></text></TEI>