ἀκρότατον, εἶτ᾿ Εὔριιπος. Ἀνθηδὼν δʼ ἔχει Ἀνθηδόνιον τὸν λιμένα· καὶ μετʼ οὐ πολύ Τάναγρα. Κεῖται δʼ ἐν μεσογεία πάνυ καλή πόλις, μεγάλαι Θῆβαι, σταδίων τὸ περίμετρον ἔχουσα τετταράκοντα καὶ προσέτι τριῶν, Κῶπαι δὲ πόλις κὠρχομενός· εἶτα μετʼ οὐ πολύ πόλις Λεβάδεια χἱερὸν Τροφωνίου, ὅπου τὸ μαντεῖον λέγουσι γεγονέναι. Εἶτʼ Ὠκαλέα πόλις ἐστὶ καὶ Μεδεών. Μετά ταύτην ὑπόκειται Θεσπιὰ, κᾆτʼ ἐχομένη ἡ προσαγορευομένη Πλαταιαὶ, μετὰ δέ τις πόλις ὑπόκειται Νῖσα. Μῆκός ἐστι τῆς Βοιωτίας στάδι’, ὡς λέγεται, πεντακόσια, διακόσια δὲ χἁβδομήκοντʼ ἐστὶ τό πλάτος. Ποταμοὺς ἔχει δὲ τὸν μέν λεγόμενον Ἰσμηνὸν Ἀσωπόν τε, πεδία δʼ εὔυδρα παρακείμενʼ ἔστʼ· ἔπειτα χώρα Μεγαρέων. Ἐντεῦθεν ἀρχή τῆς Πελοποννήσου Λιμήν χωστὸς ὑπόκειται καὶ Λέχαιον λεγομένη πόλις Κρήτη τίς ἐστι κατὰ Κύθηρα κειμένη νῆσος περίκλυστος· ἔστι δʼ αὐτῆς τὸ μέγεθος δισχιλίων καὶ πεντακοσίων που σχεδόν σταδίων· ἀπασῶν δʼ ἐστὶ πελαγιωτάτη, στενὴ δὲ τελέως· ἐν δὲ ταύτη τρία γένη ἐποικίαν ἔσχηκεν Ἑλλήνων· τὸ μέν Λακεδαιμονίων, ἔπειτεν Ἀργείων, τὸ δέ ἀπὸ τῶν Ἀθηναίων· ἔχει δὲ βάρβαρα αὐτόχθονα γένη. Φασὶ δʼ ἐν Κρήτη πόλιν