<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0069.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" n="1"><lg><l n="61"> νῆσοι ποταμός τʼ Εὔηνος ἐκ Πίνδου ῥέων.</l><l n="62"> Οὗτοι Δολόπων οἰκοῦσι πρὸς μεσημβρίαν·</l><l n="63"> παράπλους δὲ ταύτης ἐστὶν ἡμέρας μιᾶς.</l><l n="64"> Εἶλτα μετὰ ταύτην ἡ Λοκρὶς καλουμένη,</l><l n="65"><lb n="65"/> ἐν ᾗ πόλις Ναύπακτος· εἶθ᾿ ὑποκείμενος</l></lg><lg><l n="66"> λιμὴν μέγας πόλις τε Τολοφών. Μετὰ δὲ τήν</l><l n="67"> Τολοφῶνα ποταμός ἐσθ᾿ Ὕλαιθος λεγόμενος·</l><l n="68"> τοῦτον δὲ ῥεῖν λέγουσιν ἐξ Αἰτωλίας.</l><l n="69"> Ὁ πᾶς δὲ παράπλους οὐδʼ ὅλης ἔσθ᾿ ἡμέρας.</l><l n="70"><lb n="70"/> Οὗτοι κατοικοῦσιν δὲ πρὸς μεσημβρίαν</l></lg><lg><l n="71"> Αἰτωλίας, Λέλεγες τὸ πρὶν κεκλημένοι.</l><l n="72"> Ἔπειτα Φωκεῖς εἰσι Λοκρῶν ἐχόμενοι,</l><l n="73"> παῤ οἷς πεδίον Κρισαῖον. Ἀπὸ Κίρρας δʼ ἄνω</l><l n="74"> προβάντι Δελφῶν πόλις ὕπεστι χἱερόν,</l><l n="75"><lb n="75"/> ἐν τὸ μαντεῖον, ὅ τε Παρνασός, μέγα</l></lg><lg><l n="76"> καὶ σύσκιον ὄρος, εἶτα νυμφῶν ἐχόμενον</l><l n="77"> Κωρύκιον ἄντρον· εἶτεν Ἀντικύρα πόλις</l><l n="78"> ποταμός τε Κηφισὸς ῥέων ἐκ Φωκίδος.</l><l n="79"> Παράπλους δὲ ταύτης ἡμέρας ἔσθʼ οὐχ ὅλης.</l><pb n="241"/><l n="80"><lb n="80"/> ἐν τῇ μεσογείᾳ δʼ ἐστὶ Κυπάρισσος πόλις</l></lg><lg><l n="81"> Κρῖσά τε, μετʼ αὐτὴν Δαυλίς. Ἡ Βοιωτία</l><l n="82"> χώρα δὲ μετὰ Φωκεῖς ὑπόκειται, κειμένη</l><l n="83"> τῆς Φωκίδος χώρας πρὸς ἕω· κἄστιν δύο</l><l n="84"> ἐπίσημ᾿ ὄρη, τὸ μὲν Ἑλικὼν καλούμενον,</l><l n="85"><lb n="85"/> ἕτερον Κιθαιρών. Εἶτεν Ὠρωπὸς πόλις,</l></lg><lg><l n="86"> καὶ τῆς θαλάττης ἀπέχον ἱερὸν οὐ πολύ</l><l n="87"> ἔστʼ Ἀμφιαράου καὶ νεὼς καὶ τὸ τέμενος,</l><l n="88"> Αὐλίς τε Βοιωτῶν πόλις, πρὸς ᾗ λιμήν</l><l n="89"> κἀρτέμιδος ἱερὸν ἅγιον, ὃ λέγεται κτίσαι</l><l n="90"><lb n="90"/> Ἀγαμέμνονʼ, εἶτεν Ἐρέσιον καλούμενον</l></lg></div></div></body></text></TEI>