νῆσοι ποταμός τʼ Εὔηνος ἐκ Πίνδου ῥέων. Οὗτοι Δολόπων οἰκοῦσι πρὸς μεσημβρίαν· παράπλους δὲ ταύτης ἐστὶν ἡμέρας μιᾶς. Εἶλτα μετὰ ταύτην ἡ Λοκρὶς καλουμένη, ἐν ᾗ πόλις Ναύπακτος· εἶθ᾿ ὑποκείμενος λιμὴν μέγας πόλις τε Τολοφών. Μετὰ δὲ τήν Τολοφῶνα ποταμός ἐσθ᾿ Ὕλαιθος λεγόμενος· τοῦτον δὲ ῥεῖν λέγουσιν ἐξ Αἰτωλίας. Ὁ πᾶς δὲ παράπλους οὐδʼ ὅλης ἔσθ᾿ ἡμέρας. Οὗτοι κατοικοῦσιν δὲ πρὸς μεσημβρίαν Αἰτωλίας, Λέλεγες τὸ πρὶν κεκλημένοι. Ἔπειτα Φωκεῖς εἰσι Λοκρῶν ἐχόμενοι, παῤ οἷς πεδίον Κρισαῖον. Ἀπὸ Κίρρας δʼ ἄνω προβάντι Δελφῶν πόλις ὕπεστι χἱερόν, ἐν τὸ μαντεῖον, ὅ τε Παρνασός, μέγα καὶ σύσκιον ὄρος, εἶτα νυμφῶν ἐχόμενον Κωρύκιον ἄντρον· εἶτεν Ἀντικύρα πόλις ποταμός τε Κηφισὸς ῥέων ἐκ Φωκίδος. Παράπλους δὲ ταύτης ἡμέρας ἔσθʼ οὐχ ὅλης. ἐν τῇ μεσογείᾳ δʼ ἐστὶ Κυπάρισσος πόλις Κρῖσά τε, μετʼ αὐτὴν Δαυλίς. Ἡ Βοιωτία χώρα δὲ μετὰ Φωκεῖς ὑπόκειται, κειμένη τῆς Φωκίδος χώρας πρὸς ἕω· κἄστιν δύο ἐπίσημ᾿ ὄρη, τὸ μὲν Ἑλικὼν καλούμενον, ἕτερον Κιθαιρών. Εἶτεν Ὠρωπὸς πόλις, καὶ τῆς θαλάττης ἀπέχον ἱερὸν οὐ πολύ ἔστʼ Ἀμφιαράου καὶ νεὼς καὶ τὸ τέμενος, Αὐλίς τε Βοιωτῶν πόλις, πρὸς ᾗ λιμήν κἀρτέμιδος ἱερὸν ἅγιον, ὃ λέγεται κτίσαι Ἀγαμέμνονʼ, εἶτεν Ἐρέσιον καλούμενον