Διὰ παντὸς, ὦ Θεόφραστε, καθάπερ οἶσθα σύ, ἴδιόν τι πλάττων, κοὐχὶ τὸν ἑτέρων πόνον, ὅπερ ἐνιοι ποιοῦσʼ ἐμαυτοῦ τιθέμενος νῦν ἱστόρηκα τὴν ἅπασαν Ἑλλάδα, ὑποταττομένας ταύτη δὲ τὰς ἑξῆς πόλεις, στοιχεῖον οὐκ ἄμουσον ἅμα θʼ Ἑλληνικόν ἱκανήν τε παρέχον διατριβὴν τοῖς δυναμένοις ὀρθῶς συνιδεῖν ἕκαστα. Τὰ γὰρ ἐν πλείοσιν ὑπὸ τῶν παλαιῶν συγγραφέων εἰρημένα, ταῦτʼ ἐμμέτρως ῥηθήσετ᾿ ἐν βραχεῖ χρόνῳ, ὅπερ ἐστὶν ἱκανῶς δύναμιν ἰσχυρὰν ἔχον· ὑπολαμβάνω γὰρ ἀσφαλῶς ἡμῖν ἔχειν κεῖσθαί τε τὰς μάλιστα διασήμους πόλεις, ἄλση, ποταμοὺς, νήσους τε τοὺς διάπλους τε καί λιμένας, ἅ τʼ ἐκτὶν ἐν Πελοποννήσῳ γένη λεγόμενα χὡμοροῦντ᾿ ἑαυτοῖς κατὰ τόπους, ἵνα μηδὲ ἕν σε τὸ σύνολον διαλανθάνῃ, φανερῶς ἑκάστων ὁμολόγως τε κειμένων, ὥστ᾿ ἀναλαβόντα καὶ διὰ μνήμης ἔχειν νωθρὰν γὰρ οὐχ εὕροις ἂν, ἀλλʼ ἐσπευσμένην τὴν πραγματείαν· διὸ σεαυτὸν μὴ βραδύν ὁλοσχερῶς ἐπὶ ταῦτα δοὺς καὶ σπουδάσας συμφιλομάθησον, καθάπερ εἴωθας ποιεῖν. Τῆς Ἑλλέδος ἐστὶν Ἀμβρακία πρώτη πόλις. Αὕτη δʼ ἀποικία λέγεται Κορινθίων εἶναι. Κατὰ τὸν κόλπον δὲ τὸν καλούμενον Ἀμβρακικὸν ᾤκισται μέση, σταδίους δʼ ἔχει ἀπὸ τῆς θαλάττης δγδοήκοντʼ. ἐπιφανὲς δʼ ἱερὸν Ἀθηνᾶς ἐστ᾿ ἐν αὐτῇ καὶ λιμήν κλειστός. Καλεῖται Δρυοπὶς ἡ χώρα δʼ ὅλη.