Πάντων ἀναγκαιότατον ἡ κωμῳδία, θειότατε βασιλεῦ Νικόμηδες, τοῦτʼ ἔχει τὸ καὶ βραχέως ἕκαστα καὶ φράζειν σαφῶς καὶ ψυχαγωγεῖν πάντα τὸν ὕγιῆ κριτήν. Διὸ δὴ δοκιμάσας τὸ πιθανὸν τῆς λέξεως σοί τε διὰ ταύτης ἐντυχεῖν ἐσπούδασα καὶ διαλεγῆναι βραχέα, τό τε συνηγμένον εὐπεριγράφως ὠφέλιμον ἀναδοῦναι τάδε σύνταγμα, κοινὴν πᾶσι τὴν εὐχρηστίαν διὰ σὲ παρέξων τοῖς θέλουσι φιλομαθεῖν. Βουλόμενος οὖν σοι πρῶτον ἐκθέσθαι σαφῶς τὸν ἀπολογισμὸν τῆς ὅλης συντάξεως, αἰτῶ δοθῆναι τῇ προεκθέσει λόγον μὴ πολύν· ἐμοὶ γὰρ κρίνεται λακωνικῶς περὶ μεγάλων ἐλάχιστα πραγμάτων λέγειν. Ἔστι δʼ ἃ γράφω τοιαῦτα. Τοῖς ἐν Περγάμῳ βασιλεῦσιν, ὧν ἡ δόξα καὶ τεθνηκότων παρὰ πᾶσιν ἡμῖν ζῶσα διὰ παντὸς μένει, τῶν Ἀττικῶν τις γνησίων τε φιλολόγων, γεγονὼς ἀκουστὴς Διογένους τοῦ Στωῖκοῦ, συνεσχολακὼς δὲ πολὺν Ἀριστάρχῳ χρόνον, συνετάξατʼ ἀπὸ τῆς Τρωῖκῆς ἁλώσεως χρονογραφίαν στοιχοῦσαν ἄχρι τοῦ νῦν βίου. Ἔτη δὲ τετταράκοντα πρὸς τοῖς χιλίοις ὡρισμένως ἐξέθετο, καταριθμούμενος πόλεων ἁλώσεις, ἐκτοπισμοὺς στρατοπέδων, μεταναστάσεις ἐθνῶν, στρατείας βαρβάρων, ἐφόδους περαιώσεις τε ναυτικῶν στόλων, θέσεις ἀγώνων, συμμαχίας, σπονδὰς, μάχας, πράξεις βασιλέων, ἐπιφανῶν ἀνδρῶν βίους,