<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0067.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="5"><div type="textpart" subtype="paragraph" n="39"><cit n="2"><bibl n="2" source="#Diod"/><quote> 39. Κἀκείνην μὲν τὴν ἡμέραν οὐδενὸς γεύονται, κεῖται <lb n="30"/> δʼ ἕκαστος ὑπεργέμων καὶ
δύςπνους καὶ τὸ σύνολον παρεμφερὴς τῷ μεθύοντι· τῇ δʼ ἐξῆς ἐπὶ τὴν ἀπὸ τῶν ἰχθύων πάλιν τροφὴν
ἀνακάμπτουσι· καὶ τοῦτον τὸν τρόπον ἡ δίαιτα κυκλεῖται παῤ αὐτοῖς πάντα τὸν τοῦ ζῆν χρόνον. Οἱ μὲν
οὖν τὴν παράλιον τὴν ἐντὸς τῶν <lb n="35"/> στενῶν κατοικοῦντες οὕτω βιοῦσι, νόσοις μὲν διὰ τὴν
ἁπλότητα τῆς τροφῆς σπανίως περιπίπτοντες, ὀλιγοχρονιώτεροι δὲ πολὺ τῶν παῤ ἡμῖν ὄντες. </quote></cit></div><div type="textpart" subtype="paragraph" n="40"><cit n="1"><bibl n="1" source="#Phot"/><quote> 40. Ἀλλʼ οἱ μὲν ἐντὸς τῶν στενῶν τὰς οἰκήσεις <lb n="15"/> ἔχοντες ἰχθυοφάγοι οὕτω
καταγίνονται· οἱ δὲ τὴν ἐκτὸς παραλίαν κεκτημένοι, ἄγρας μὲν ἐνδελεχῶς τοιαύτης εὐποροῦσιν, ὑγροῦ δʼ
ἀπλῶς οὐ δέονται. Προσενεγκάμενοι δὲ τὸν ἰχθὸν ἔγχυλον, ὥστε μικρὰν εἴναι τῶν ὠμῶν τὴν παραλλαγήν,
οὐχʼ οἷον ποτὸν ἐπιζητοῦσιν, <lb n="20"/> ἀλλʼ οὐδὲ ἔννοιαν ἔχουσι τοῦ γένους, φέρουσι δὲ ἀλύπως
ἅπερ αὐτοῖς ἀπʼ ἀρχῆς ἡ τύχη παραδέδωκεν. </quote></cit></div></div></div></body></text></TEI>