6. Ἐντεῦθεν εἰς Ὠρωπὸν διʼ Ἀφιδνῶν καὶ τοῦ Ἀμφιαράου Διὸς ἱεροῦ ὁδὸν ἐλευθέρῳ βαδίζοντι σχεδὸν ἡμέρας προσάντη πάντα ἀλλ᾿ ἡ τῶν καταλύσεων πολυπλήθεια τὰ πρὸς τὸν βίον ἔχουσα ἄφθονα καὶ ἀναπαύτεις κωλύει κόπον ἐγγίνεσθαι τοῖς ὁδοιποροῦσιν. (7) Ἡ δὲ πόλις τῶν Ὠρωπίων συν οικία θητῶν ἐστὶ, μεταβόλων ἐργασία, τελωνῶν ἀνυπέρβλητος πλεονεξία, ἐκ πολλῶν χρόνων ἀνεπιθέτῳ τῇ πονηρίᾳ συντεθραμμένη· τελωνοῦσι γὰρ καὶ τὰ μέλλοντα πρὸς αὐεοὺς εἰσάγεσθαι. Οἱ πολλοὶ αὐτῶν τραχεῖς ἐν ταῖς ὁμιλίαις, τοὺς συνετοὺς ἐπανελόμενοι. Ἀρνούμενοι τοὺς Βοιωτοὺς Ἀθηναῖοί εἰσι Βοιωτοί. Οἱ στίχοι Ξένωνος· Πάντες τελῶναι, πάντες εἰσὶν ἅρπαγες. Κακὸν τέλος γένοιτο τοῖς Ὠρωπίοις. 8. Ἐντεῦθεν εἰς Τάναγραν στάδια ρλ΄ ὁδὸς δἰ ἐλαιοφύτου καὶ συνδένδρου χώρας, παντὸς καθαρεύουσα τοῦ ἀπὸ τῶν κλώπων φόβου. Ἡ δὲ πόλις τραχεῖα μέν καὶ μετέωρος, λευκὴ δὲ τῇ ἐπιφανείᾳ καὶ ἀργιλλώδης· τοῖς δὲ τῶν οἰκιῶν προθύροις καὶ ἐγκαύμασιν ἀναθεματικοῖς κάλλιστα κατεσκευασμένη. Καρποῖς δὲ τοῖς ἐκ τῆς χώρας σιτικοῖς οὐ λίαν ἔφθονος, οἴνῳ δὲ τῷ γινομένῳ κατὰ τὴν Βοιωτίαν πρωτεύουσα. (9) Οἱ δʼ ἐνοικοῦντες ταῖς μὲν οἰκίαις λαμπροὶ, τοῖς δὲ βίοις λιτοί· πάντες γεωργοὶ, οὐκ ἐργάται· δικαιοσύνην, πίστιν, ξενίαν ἀγαθοὶ διαφυλάξαι· τοῖς δεομένοις τῶν πολιτῶν καὶ τοῖς στιχοπλανή ταις τῶν ἀποδημητικῶν ἀφʼ ὧν ἔχουσιν ἀπαρχόμενοί τε καὶ ἐλευθέρως μεταδιδόντες, ἀλλότριοι πάσης ἀδίκου πλεονεξίας. Καὶ ἐνδιατρῖψαι δὲ ξένοις ἀσφαλεστάτη ἡ πόλις τῶν κατὰ τὴν Βοιωτίαν· ὕπεστι γὰρ αὐθέκαστός τε καὶ παραύστηρος μισοπονηρία διὰ τὴν τῶν κατοικούντων αὐτάρκειάν τε καὶ φιλεργίαν. (10) Προσπάθειαν γὰρ πρός τι γένος ἀκρασίας ἥκιστα ἐν ταύτῃ τῇ πόλει κατενόησα, δἰ ἣν ὡς ἐπὶ τὸ πολὺ τὰ μέγιστα γίνεται ἐν τοῖς ἀνθρώποις ἀδικήματα. Οὗ γὰρ βίος ἐστὶν ἱκανὸς, προσπάθεια πρὸς κέρδος οὐ φύεται· χαλεπὸν ἄρα τούτοις ἐγγίνεσθαι πονηρίαν.