11. Ἐντεῦθεν εἰς Πλαταιὰς στάδια σ΄. Ὁδὸς ἡσυχῆ μὲν ἔρημος καὶ λιθώδης, ἀνατείνουσα δὲ πρὸς τὸν Κιθαιρῶνα, οὐ λίαν δὲ ἐπισφαλής. Ἡ δὲ πόλις κατὰ τὸν κωμῳδιῶν ποιητὴν Ποσείδιππον ναοὶ δύ᾿ εἰσὶ καὶ στοὰ καὶ τοὔνομεα, καὶ τὸ βαλανεῖον καὶ τὸ Σπράμβου κλέος, τὸ πολὺ μὲν ἀκτὴ, τοῖς δʼ Ἐλευθερίοις πόλις. Οἱ δὲ πολῖται οὐδὲν ἕτερον ἔχουσι λέγειν, ἢ ὅτι Ἀθηναίων εἰσὶν ἄποικοι καὶ ὅτι τῶν Ἑλλήνων καὶ Περσῶν παῤ αὐτοῖς ἡ μάχη ἐγένετο. Εἰσὶ δὲ Ἀθηναῖοι Βοιωτοί. 12. Ἐντεῦθεν εἰς Θήβας στέδια π΄. Ὁδὸς λεία πᾶσα καὶ ἐπίπεδος. Ἡ δὲ πόλις ἐν μέσῳ μέν τῆς τῶν Βοιωτῶν κεῖται χώρας, τήν περίμετρον ἔχουσα σταδίων ο πᾶσα δʼ ὁμαλή· στρογγύλη μὲν τῷ σχήματι, τῇ χρόα δὲ μελάγγειος ἀρχαία μὲν οὖσα, καινῶς δʼ ἐρρυμοτομημένη διὰ τὸ τρὶς ἤδη, ὥς φασιν αἱ ἱστορίαι, κατεσκάφθαι διὰ τὸ βάρος καὶ τὴν ὑπερηφανίαν τῶν κατοικούντων. (13) Καὶ ἱπποτρόφος δὲ ἀγαθή, κάθυδρος πᾶσα, χ λωρά τε καὶ γεώλοφος, κηπεύματα ἔχουσα πλεῖστα τῶν ἐν τῇ Ἑλλάδι πόλεων. Καὶ γὰρ ποταμοὶ ῥέουσι δἰ αὐτῆς δύο τὸ ὑποκείμενον τῇ πόλει πεδίον πᾶν ἀρδεύοντες. Φέρεται δὲ καὶ ἀπὸ τῆς Καδμείας ὕδωρ ἀφανές διὰ σωλήνων ἀγόμενον ὑπὸ Κάδμου τὸ παλαιὸν, ὡς λέγουσι, κατεσκευασμένον. (14) Ἡ μὲν οὖν πόλις τοιαύτη. Οἱ δʼ ἐνοικοῦντες μεγαλόψυχοι καὶ θαυμαστοὶ ταῖς κατὰ τὸν βίον εὐελπιστίαις· θρασεῖς δὲ καὶ ὑβρισταὶ καὶ ὑπερήφανοι, πλῆκταί τε καὶ ἀδιάφοροι πρὸς πάντα ξένον καὶ δημότην καὶ κατανωτισταὶ παντὸς δικαίου· (15) πρὸς τὰ ἀμφισβτούμενα τῶν συναλλαγμάτων οὐ λόγῳ συνιστάμενοι, τὴν δʼ ἐκ τοῦ θράσους καὶ τῶν χειρῶν προσάγοντες βίαν, τὰ ἐν τοῖς γυμνικοῖς ἀγῶσι γινόμενα πρὸς αὑτοὺς τοῖς ἀθληταῖς βίαια εἰς τὴν δικαιολογίαν μεταφέροντες.