113. ΔΙΑΦΡΑΓΜA διὰ τῆς θαλάττης ἀπὸ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν ἐπιεικῶς εὐθὺ κατʼ ὀρθόν. Ἄρχεται δὲ τὸ διάφραγμα ἀπὸ Εὐρίπου τοῦ κατὰ Χαλκίδα καὶ ἔστιν ἐπὶ Γεραιστὸν στάδια ψ΄ καὶ ν΄ . Ἀπὸ Γεραιστοῦ ἐπὶ Παιώνιον τῆς Ἄνδρου στάδια π΄. Ἀπὸ Παιωνίου τῆς Ἄνδρου ἐπὶ τὸν Αὐλῶνα στάδια σπ΄. Τοῦ Αὐλῶνος διάπλους εἰς Τῆνον στάδια ιβ΄. Αὐτῆς δὲ τῆς νήσου ἐπὶ τὸ ἀκρωτήριον τὸ κατὰ Ῥηναίαν στάδια ρν΄. Τοῦ δὲ διάπλου εἰς Ῥηναίαν στάδια μ΄. Αὐτῆς δὲ Ῥηναίας καὶ τοῦ διάπλου εἰς Μύκονον στάδια μ΄. Ἀπὸ δὲ Μυκόνου διάπλους ἐπὶ τοὺς Μελαντίους σκοπέλους προαριστιδίου μικρῷ ἐλάττων, σταδίων ρ μ΄. Ἀπὸ δὲ Μελαντίων σκοπέλων πλοῦς εἰς Ἴκαρον προαριστίδιος. Αὐτῆς δὲ τῆς Ἰκάρου στάδια τ΄ ἐπὶ μῆκος. Ἀπὸ δὲ Ἰκάρου πλοῦς εἰς Σάμον προαριστίδιος. Αὐτῆς δὲ Σάμου στάδια σ΄. Ἐκ Σάμου εἰς Μυκάλην τοῦ διάπλου στάδια Ϛ΄. (ιϚ?). Τὸ πᾶν, ἐὰν ἐκ Σάμου πλέωσι πρὸ ἀρίστου, στάδια βτο΄, μὴ προσλογιζομένου τοῦ πλοῦ τοῦ ἐκ Μυκάλης εἰς Σάμον .